← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§560.19-561.20

通过质料与形式解决定义的单一性

亚历山大注释亚里士多德《形而上学》卷八第六章(1045a7),探讨亚里士多德如何解决此前提出并延后的关于定义和数的单一性疑难(由多部分组成的定义为何是一)。他分析了相论在解释这单一性上的困境,并指出质料与形式(潜能与现实)的实体结构使这单一性的原因得以清晰解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.13#1

" Περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ περὶ τοὺς ἀριθμούς, τί τὸ αἴτιον τοῦ ἓν εἶναι;" Καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας περὶ τούτου καὶ τὴν λύσιν μὴ ἐπενεγκών, καὶ ἐν τούτῳ πάλιν ταύτης μνησθεὶς καὶ ὁμοίως τὴν λύσιν ὑπερθέμενος, νῦν λύει τὴν δὶς ζητηθεῖσαν ζήτησιν καὶ τῆς λύσεως μὴ τετυχηκυῖαν. ἦν δὲ ἡ ἀπορία ὅτι ἐπειδὴ ἐκ πλειόνων οἱ ὁρισμοὶ τυγχάνουσι, τί ποτέ ἐστι τὸ ταῦτα ἑνοῦν καὶ ποιοῦν ἕν; τί γάρ ἐστι τὸ τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἓν ποιοῦν, εἰκότως ἄν τις ζητήσειε. πάντων γάρ, φησίν, ὅσα πλείω μέρη ἔχει καὶ μὴ ἔστι τὸ πᾶν οἷον σωρός, ἀλλὰ συνεχές τε καὶ ἕτερον τὸ ὅλον παρὰ τὰ μόρια (τὸ γὰρ ὅλον ἕτερόν ἐστιν ἑκάστου τῶν ἐν αὐτῷ μερῶν ἢ μορίων), ἔστι τι αἴτιον τοῦ ἓν εἶναι· τοῦτο γὰρ ἐλλείπει τῇ λέξει.1 ὥσπερ γὰρ ἐν τοῖς σώμασι τοῖς μέν ἐστιν ἁφὴ τοῦ ἓν εἶναι αἰτία, τοῖς δὲ γλισχρότης (ἡ γλισχρότης γάρ ἐστιν αἰτία τοῦ ἓν εἶναι τὸν ἰξὸν καὶ μὴ διαπίπτειν μηδὲ διαχέεσθαι ὡς γῆ καὶ τὸ ὕδωρ), οὕτω καὶ ὁ ὁρισμὸς ἐπειδὴ εἷς ἐστιν οὐ συνδέσμῳ, ὥσπερ ἡ Ἰλιάς, ἀλλὰ διὰ τὸ ἑνός τινος εἶναι εἷς ἐστι, τί δή ποτέ ἐστι τὸ ποιοῦν ἓν τὸν ὁρισμὸν καὶ τὸ οὗ ἐστιν ὁ ὁρισμός, καὶ οὐκ ἔστι πολλὰ τὸ ζῷον πεζὸν δίπουν; ἄλλως τε καὶ εἰ ἔστιν, ὥσπερ φασὶν οἱ τὰς ἰδέας λέγοντες, αὐτοζῷον καὶ αὐτοδίπουν, τί τὸ ἑνοῦν αὐτὰ καὶ ποιοῦν ἕν; αὐτὸς δὲ εἰπὼν ὅτι ἄλλως τε καὶ εἰ ἔστιν αὐτό τι ζῷον καὶ αὐτοδίπουν ἐπήγαγε διὰ τί γὰρ οὐκ ἐκεῖνα αὐτοάνθρωπός ἐστι καὶ τὰ ἑξῆς. καὶ εἴη ἂν τὸ λεγόμενον κατὰ συγχώρησιν ἐρωτώμενον,2 ὡς εἰ ἔλεγεν ‘ἀλλ’ εἴπερ οὐκ ἔχουσιν εἰπεῖν τίνι ἕν ἐστι τὸ αὐτοζῷον καὶ αὐτοδίπουν, διὰ τί οὐκ ἔσται αὐτὰ αὐτοάνθρωπος καὶ οὕτως ἔσονται οἱ τῇδε ἄνθρωποι κατὰ μέθεξιν οὐκ ἀνθρώπου οὐδενός;’ τουτέστι καὶ ἔσονται κατὰ μέθεξιν οὐκ ἀπὸ τοῦ αὐτοανθρώπου· κεχώρισθον γὰρ ἀλλήλοιν τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν. εἰ γὰρ ἡνωμένω ἐτυγχανέτην τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, ἦν ἂν αὐτοῖν ἀποτέλεσμα ὁ αὐτοάνθρωπος, καὶ οὕτω συνέβαινεν εἶναι τοὺς τῇδε ἀνθρώπους κατὰ μέθεξιν τοῦ αὐτοανθρώπου. ἐπεὶ δὲ κεχώρισθον, ὑπόκεινται δὲ συνιστάνειν καὶ οὕτω τὸν αὐτοάνθρωπον, ἔσονται οἱ ἄνθρωποι οὐ κατὰ μέθεξιν ἀνθρώπου οὐδενός, ἀλλὰ δυοῖν, ζῴου καὶ δίποδος, καὶ ἔσται ὁ ἄνθρωπος οὐχ ἓν ἀλλὰ πλείω, ζῷον καὶ δίπουν. τί οὖν ἐστι τὸ ἑνοῦν αὐτά; οὕτω δὴ τὸν λόγον οἶμαι συγχωρῶν, ἐρωτήσας λέγει φανερὸν εἶναι ὅτι οὐκ ἐνδέχεται λῦσαι τὴν ἀπορίαν, ἐξ ὧν εἰώθασιν ὁρίζεσθαι καὶ μετιέναι τὰ περὶ τοὺς ὁρισμούς, μεθέξεις τινὰς καὶ ἄλλ’ ἄττα λέγοντες. εἰ δ’ ἔστιν, ὅπερ λέγομεν, πάντα ἐξ ὕλης καὶ εἴδους, καὶ τὸ μέν ἐστι δυνάμει καὶ ὕλη, τὸ δὲ ἐνεργείᾳ καὶ εἶδος, δόξειεν ἂν οὐδεμίαν ἀπορίαν ἔχειν τὸ ζητούμενον. τίς γὰρ ἂν ἀπορήσειεν ὅτι διὰ τί3 ὁ χαλκὸς καὶ τὸ ἐν αὐτῷ τῆς σφαίρας εἶδος ἕν ἐστιν;

“关于就定义和数所谈到的疑难,即它们成为一的原因是什么?” 他在前一卷中探究了这个问题而没有提出解答,并且在这一卷中再次提及它而同样延后了其解答,现在他解决了这一两度被探究却未获解答的探究。这一疑难在于:既然定义由多个部分组成,那么究竟是什么把它们结合起来并使之成为一的呢?因为人们合理地会问:是什么使动物、步行的和两足的成为一?他说,“因为在所有具有多个部分并且全体并非如同一堆,而是连续的、且全体不同于诸部分(因为全体不同于在它之内的各个部分或肢体)的事物中,都存在着某种成为一的原因”;因为这一[谓词]短语在原文措辞中有所省略。因为正如在物体中,接触对某些物体而言是成为一的原因,而黏稠性对另一些物体而言是其原因(因为黏稠性正是鸟胶成为一而不致崩塌或如泥土和水一般流散的原因),定义也同样,既然不是像《伊利亚特》那样靠连接词成为一,而是由于它所关涉的是某个单一事物而成为一,那么究竟是什么使得定义以及定义所关涉的对象成为一,而不使动物、步行的、两足的成为多呢?尤其是,如果正如主张相论的人所说的那样,存在着自身动物和自身两足,那么是什么结合它们并使之成为一呢?他自己在说了“尤其是如果存在着某种自身动物和自身两足”之后,又接着说了“因为为什么那些不是自身人呢”等等。所说的话大概是通过让步提出的质问,犹如他在说:“但是,如果他们不能说出自身动物和自身两足因何而为一,为什么它们自己不会是自身人,并且这样一来此地的各个人岂不是并非分有任何一个人而存在吗?”也就是说,他们将不是通过从自身人那里分有而存在;因为自身动物和自身两足彼此是分离的。因为如果自身动物和自身两足碰巧结合在一起,自身人就会是它们两者的成果,这样一来此地的各个人就得以通过分有自身人而存在。但既然它们是分离的,却又被假定即便是这样也构成了自身人,那么各个人就将不是通过分有任何一个人而存在,而是分有两者,即动物和两足,而人也将不是一而是多,即动物和两足。那么究竟是什么结合它们呢?我想,他正是这样在论辩中做出让步,提出质问并说:显然不可能依据人们通常界定和处理有关定义之事的方式来解决这一疑难,即通过谈论某些分有以及诸如此类的其他说法。但是,如果正如我们所说,一切事物都是由质料和形式构成,其中一方是潜能和质料,另一方是现实和形式,那么所探究的问题似乎就没有任何疑难了。因为有谁会困惑于铜和其内部的球体形式为什么是一呢?

语法注3 条
  1. 8.13ἔστι τι αἴτιον τοῦ ἓν εἶναι· τοῦτο γὰρ ἐλλείπει τῇ λέξει

    亚历山大指出亚里士多德原文(1045a8–10)中由 πάντων γὰρ ὅσα πλείω μέρη ἔχει... 开头的主语从属句在措辞上缺失了主要谓词,因而在句法上补充了 ἔστι τι αἴτιον τοῦ ἓν εἶναι(“存在着某种成为一的原因”)来完成句子结构。

  2. 8.13καὶ εἴη ἂν τὸ λεγόμενον κατὰ συγχώρησιν ἐρωτώμενον

    带有 ἄν 的希求法(εἴη ἄν)表达注释者审慎的推测性解释。亚历山大在此说明,亚里士多德向相论支持者提出的质疑乃是采取让步法(κατὰ συγχώρησιν),即暂时承认对方关于相之分离存在的预设,从而揭示其导出荒谬结论的反诘。

  3. 8.13τίς γὰρ ἂν ἀπορήσειεν ὅτι διὰ τί

    连词 ὅτι 之后紧接着疑问副词 διὰ τί。这是后古典及注释希腊语中常见的赘词结构(重叠连接),将引导间接疑问句的 ὅτι 与疑问副词重叠使用,句意上仅表示“有谁会困惑于为什么……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:560.19-561.20