- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:559.30-560.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》H卷第4章(1044b29)的注解。作者讨论了关于质料如何与相反者相关(健康与疾病、酒与醋、生者与死尸)的疑难,解释了复合物本身并非本然地、而仅仅是通过其潜在质料在偶性上被称为缺乏与毁灭的质料。
" Ἔχει δ’ ἀπορίαν πῶς πρὸς τὰ ἐναντία ἡ ὕλη ἑκάστου ἔχει." Ἐπειδὴ ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἔστι δὲ τὸ σῶμα δυνάμει ὑγιεινόν, ἆρα, φησί, καὶ δυνάμει νοσῶδές ἐστι, καὶ τὸ ὕδωρ δυνάμει οἶνος καὶ ὄξος· καὶ ἐρωτήσας ἐπικρίνει λέγων ἢ τοῦ μὲν καθ’ ἕξιν καὶ κατὰ τὸ εἶδος ὕλη, τουτέστι τῆς μὲν ὑγιείας ἐστὶ τὸ σῶμα ὕλη ὡς ἕξεως καὶ εἴδους, τῆς δὲ νόσου ὡς στερήσεως καὶ φθορᾶς τῆς παρὰ φύσιν· ὁμοίως καὶ τὸ ὕδωρ τοῦ μὲν οἴνου ὡς εἴδους ἐστὶν ὕλη τοῦ δὲ ὄξους ὡς στερήσεως. ἀπορία δέ τίς ἐστι καὶ διὰ τί ὁ οἶνος οὐχ ὕλη τοῦ ὄξους. καὶ ἄλλην τινὰ ἀπορίαν ἐκτίθεται λέγουσαν, διὰ τί οὐχ ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους καὶ ἔστι δυνάμει ὄξος ὁ οἶνος (γίνεται γὰρ ἐξ οἴνου ὄξος), καὶ ὁ ζῶν δὲ διὰ τί οὐκ ἔστι δυνάμει νεκρός, καὶ ἔστιν ὕλη ὁ ζῶν τοῦ νεκροῦ; καὶ λύει λέγων ἢ οὔ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί. καὶ εἴη ἂν λέγων ὅτι οὔτε ὁ οἶνος ὕλη ἐστὶ τοῦ ὄξους οὔθ’ ὁ ζῶν τοῦ νεκροῦ, ἀλλὰ κατὰ συμβεβηκὸς αἱ φθοραί (λέγων φθορὰς τὰ χείρονα εἴδη, ἃ τῆς πρὸς αὐτὰ ὁδοῦ ὕλην ἔχουσι τὰ κρείττονα τῶν εἰδῶν)·1 ἡ γὰρ τοῦ ζῴου ὕλη κατὰ φθορὰν καὶ στέρησίν ἐστιν ὕλη καὶ δύναμις τοῦ νεκροῦ, ἀλλ’ οὐχὶ τὸ ζῷον. τοῦ λέγεσθαι γὰρ ὕλην τὸ ζῷον τοῦ νεκροῦ αἰτία ἐστὶν ἡ ἐν αὐτῷ ὕλη. ἐπεὶ γὰρ ἡ τοῦ ζῴου ὕλη δύναται καὶ νεκροῦ γενέσθαι ὕλη, διὰ τοῦτο λέγεται τὸ ζῷον κατὰ συμβεβηκὸς ὕλη τοῦ νεκροῦ. ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ οἴνου· διότι γὰρ τὸ ὕδωρ, ὅπερ ἐστὶν ὕλη τοῦ οἴνου, δύναται καὶ τοῦ ὄξους εἶναι ὕλη, λέγομεν κατὰ συμβεβηκὸς τὸν οἶνον2 ὕλην τοῦ ὄξους. ὥσπερ γὰρ ἐξ ἡμέρας νὺξ γίνεται καὶ οὐ δήπου ἐστὶν ἡ ἡμέρα ὕλη τῆς νυκτός, οὕτω καὶ ἐκ ζῴου νεκρὸς καὶ ἐξ οἴνου ὄξος. εἰ δέ, φησίν, ἐκ νεκροῦ δεῖ ζῷον γενέσθαι, εἰς τὰ τέσσαρα στοιχεῖα πρότερον ἀναλυθήσεται ὁ νεκρὸς καὶ οὕτως ἐξ αὐτῶν γενήσεται ζῷον, καὶ τὸ ὄξος εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως οἶνον.
“然而,关于每一事物的质料如何与相反者相关,存在着疑难。” 既然健康与疾病是相反者,而身体在潜能上是健康的,那么他说:难道[身体]在潜能上也是患病的,而水在潜能上既是酒也是醋吗?在提出问题之后,他判定道:“还是说,它对一方而言是就状态和形式而言的质料”,也就是说,身体是作为状态和形式的健康的质料,但也是作为缺乏与反常毁灭的疾病的[质料];同样地,水是作为形式的酒的质料,但也是作为缺乏的醋的[质料]。“而且还有一个疑难:为什么酒不是醋的质料。”他又提出了另一个疑难,说道:为什么酒不是醋的质料并且在潜能上不是醋(因为醋是从酒生成的),而活着的人为什么在潜能上不是死尸,活着的人为什么不是死尸的质料?他通过说“或者并不是这样,毁灭乃是偶性的”来解决[这一疑难]。他所说的意思是,既不是酒作为醋的质料,也不是活着的人作为死尸的[质料],毁灭乃是偶性的(他把更差的形式称为“毁灭”,这些形式拥有更优的形式作为通向它们之途程的质料);因为动物的质料乃是根据毁灭与缺乏而成为死尸的质料和潜能,却不是动物自身。因为动物被称为死尸的质料,其原因在于它内部的质料。既然动物的质料也能成为死尸的质料,由于这个原因,动物在偶性上被称为死尸的质料。在酒的情形中也是同样;因为作为酒的质料的水,也能成为醋的质料,所以我们在偶性上称酒为醋的质料。因为正如黑夜从白昼生成,而白昼绝不是黑夜的质料一样,从动物生成死尸、从酒生成醋也是如此。他说,“但是,如果必须从死尸生成动物,死尸将首先被分解为四种元素,而后从它们生成动物;而醋[将被分解]为酒的质料,即水,而后[生成]酒。”
- 8.12ἃ τῆς πρὸς αὐτὰ ὁδοῦ ὕλην ἔχουσι τὰ κρείττονα τῶν εἰδῶν
关系代词 ἃ 的先行词是中性复数名词短语 τὰ χείρονα εἴδη(较劣的形式)。在动词 ἔχουσι 中,τὰ κρείττονα τῶν εἰδῶν(较优的形式)作直接宾语,ὕλην(质料)作宾语补足语(述语宾格),而 τῆς πρὸς αὐτὰ ὁδοῦ(通向它们之途程的)作为限定属格修饰 ὕλην。整句结构表达“拥有较优的形式作为通向它们之途程的质料”。
- 8.12καὶ τὸ ὄξος εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως οἶνον
省略句结构。前句中的动词 ἀναλυθήσεται(将被分解)与 γενήσεται(将生成)在此被承前省略:即 καὶ τὸ ὄξος [ἀναλυθήσεται] εἰς τὴν τοῦ οἴνου ὕλην, τὸ ὕδωρ, καὶ οὕτως [γενήσεται] οἶνον。
