← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§55.17-56.32

从大与小的不定二元和一产生数

针对亚里士多德提及的柏拉图主张数由大与小的二元生成的观点,亚历山大逐步阐明了从立体、平面还原至单子与数的始基序列,解释了形式被视作数的理由,以及不定二元如何经由“一”的限定而产生倍数与半数等确定之数的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.54#1

" Τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι, ὥσπερ ἔκ τινος ἐκμαγείου." Ἀρχὰς μὲν τῶν ὄντων τοὺς ἀριθμοὺς Πλάτων τε καὶ οἱ Πυθαγόρειοι ὑπετίθεντο, ὅτι ἐδόκει αὐτοῖς τὸ πρῶτον ἀρχὴ εἶναι καὶ τὸ ἀσύνθετον, τῶν δὲ σωμάτων πρῶτα τὰ ἐπίπεδα εἶναι (τὰ γὰρ ἁπλούστερά τε καὶ μὴ συναναιρούμενα πρῶτα τῇ φύσει),1 ἐπιπέδων δὲ γραμμαὶ κατὰ τὸν αὐτὸν λόγον, γραμμῶν δὲ στιγμαί, ἃς οἱ μαθηματικοὶ σημεῖα αὐτοὶ δὲ μονάδας ἔλεγον, ἀσύνθετα παντάπασιν ὄντα καὶ οὐδὲν πρὸ αὐτῶν ἔχοντα· αἱ δὲ μονάδες ἀριθμοί, οἱ ἀριθμοὶ ἄρα πρῶτοι τῶν ὄντων. καὶ ἐπεὶ τὰ εἴδη πρῶτά τε καὶ αἱ ἰδέαι πρῶται τῶν πρὸς αὐτὰ ὄντων κατ’ αὐτὸν καὶ παρ’ αὐτῶν τὸ εἶναι ἐχόντων (ἃ ὅτι ἔστι, διὰ πλειόνων ἐπειρᾶτο δεικνύναι), τὰ εἴδη ἀριθμοὺς ἔλεγεν. εἰ γὰρ τὸ μονοειδὲς πρῶτον τῶν πρὸς αὐτοῦ ὄντων, μηδὲν δὲ πρῶτον ἀριθμοῦ, τὰ εἴδη ἀριθμοί. διὸ καὶ τὰς τοῦ ἀριθμοῦ ἀρχὰς τῶν τε εἰδῶν ἀρχὰς ἔλεγεν εἶναι καὶ τὸ ἓν τῶν πάντων. ἔτι τὰ μὲν εἴδη τῶν ἄλλων ἀρχαί, τῶν δὲ ἰδεῶν ἀριθμῶν οὐσῶν ἀρχαὶ αἱ τοῦ ἀριθμοῦ ἀρχαί· ἀρχὰς δὲ ἀριθμοῦ ἔλεγεν εἶναι τήν τε μονάδα καὶ τὴν δυάδα. ἐπεὶ γὰρ ἔστιν ἐν τοῖς ἀριθμοῖς τὸ ἕν τε καὶ τὸ παρὰ τὸ ἕν, ὃ ἔστι πολλά τε καὶ ὀλίγα, ὃ πρῶτον παρὰ τὸ ἕν ἐστιν ἐν αὐτοῖς, τοῦτο ἀρχὴν ἐτίθετο τῶν τε πολλῶν καὶ τῶν ὀλίγων. ἔστι δὲ ἡ δυὰς πρώτη παρὰ τὸ ἕν, ἔχουσα ἐν αὑτῇ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον· τὸ μὲν γὰρ διπλάσιον πολύ, τὸ δὲ ἥμισυ ὀλίγον, ἅ ἐστιν ἐν τῇ δυάδι· ἔστι δὲ ἐναντία τῷ ἑνί, εἴ γε τὸ μὲν ἀδιαίρετον τὸ δὲ διῃρημένον. ἔτι δὲ τὸ ἴσον καὶ τὸ ἄνισον ἀρχὰς ἁπάντων τῶν τε καθ’ αὑτὰ ὄντων καὶ τῶν ἀντικειμένων ἡγούμενος δεικνύναι (πάντα γὰρ ἐπειρᾶτο ὡς εἰς ἁπλούστατα ταῦτα ἀνάγειν), τὸ μὲν ἴσον τῇ μονάδι ἀνετίθει, τὸ δὲ ἄνισον τῇ ὑπεροχῇ καὶ τῇ ἐλλείψει· ἐν δυσὶ γὰρ ἡ ἀνισότης μεγάλῳ τε καὶ μικρῷ, ἅ ἐστιν ὑπερέχον τε καὶ ἐλλεῖπον. διὸ καὶ ἀόριστον αὐτὴν ἐκάλει δυάδα, ὅτι μηδέτερον, μήτε τὸ ὑπερέχον μήτε τὸ ὑπερεχόμενον, καθὸ τοιοῦτον, ὡρισμένον, ἀλλ’ ἀόριστόν τε καὶ ἄπειρον. ὁρισθεῖσαν δὲ τῷ ἑνὶ τὴν ἀόριστον δυάδα γίγνεσθαι τὴν ἐν τοῖς ἀριθμοῖς δυάδα·2 ἓν γὰρ τῷ εἴδει ἡ δυὰς ἡ τοιαύτη. ἔτι πρῶτος μὲν ἀριθμὸς ἡ δυάς· ταύτης δὲ ἀρχαὶ τό τε ὑπερέχον καὶ τὸ ὑπερεχόμενον, ἐπεὶ ἐν μὲν τῇ δυάδι πρώτῃ τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τὸ μὲν γὰρ διπλάσιον καὶ τὸ ἥμισυ ὑπερέχον τε καὶ ὑπερεχόμενον, οὐκέτι δὲ τὸ ὑπερέχον τε καὶ ὑπερεχόμενον διπλάσιον καὶ ἥμισυ· ὥστε ταῦτα τοῦ διπλασίου εἶναι στοιχεῖα. καὶ ἐπεὶ ὁρισθέντα τὸ ὑπερέχον τε καὶ τὸ ὑπερεχόμενον διπλάσιον καὶ ἥμισυ γίγνεται (οὐκέτι γὰρ ἀόριστα ταῦτα, ὥσπερ οὐδὲ τὸ τριπλάσιον καὶ τὸ τρίτον ἢ τετραπλάσιον καὶ τέταρτον ἤ τι τῶν ἄλλων τῶν ὡρισμένην ἐχόντων τὴν ὑπεροχὴν ἤδη), τοῦτο δὲ ἡ τοῦ ἑνὸς φύσις ποιεῖ (ἓν γὰρ ἕκαστον, καθὸ τόδε τί ἐστὶ καὶ ὡρισμένον), εἴη ἂν στοιχεῖα τῆς δυάδος τῆς ἐν τοῖς ἀριθμοῖς τὸ τε ἓν καὶ τὸ μέγα καὶ τὸ μικρόν.

“然而,把另一种本性设立为二元,是由于除了质数以外的数都很容易由它生成,仿佛出于某种模具一样。” 柏拉图和毕达哥拉斯派都假定数是存在之物的始基,因为在他们看来,最初的和非复合的是始基,而面先于物体(因为更简单且不随他物一同被毁灭的事物在本性上是优先的),按照同样的理路,线先于面,点先于线——数学家称之为点,而他们自己则称之为单子——它们全然是非复合的,并且在它们之前没有任何东西;而单子就是数,所以数是存在之物中最先的。并且,既然形式是最先的,而理念按照他的看法在相对于它们存在并由它们获得存在的诸事物中是最先的(对于这些事物的存在,他曾试图通过多种论证予以指明),所以他把形式称为数。因为如果单形式者先于相对于它而存在的事物,而没有任何东西先于数,那么形式就是数。因此他也说数的始基即是形式的始基,而一是万物的始基。此外,形式是其他事物的始基,但既然理念是数,它们的始基就是数的始基;而他说数的始基是单子和二元。因为在数中存在着一以及在一之外的东西——这就是多与少——所以他将数中除一之外最先的这一东西,设立为多与少的始基。二元是在一之外最先的东西,自身内同时包含着多与少;因为二倍是多,而半数是少,这两者都存在于二元之中;而且二元与一是相反的,只要一方是不可分的,而另一方是已被分开的。再者,由于他认为自己指明了相等与不相等是所有自存之物以及对立之物的始基(因为他试图把一切事物还原为这些最简单的东西),他便把相等归于单子,把不相等归于过度与不足;因为不相等存在于两样东西中,即大与小,它们就是过度者与不足者。因此他也称其为不定二元,因为无论哪一方——无论过度者还是被过度者——就其自身性质而言都不是被限定的,而是不定且无限的。而且[他认为]不定二元由一限定后,便生成了数中的二元;因为这样的二元在形式上是一。此外,二元是第一个数;而它的始基是过度者与被过度者,因为在二元中首先存在着二倍与半数;因为二倍与半数固然是过度者与被过度者,但过度者与被过度者却不再仅仅是二倍与半数;所以它们是二倍的元素。而且,既然过度者与被过度者一旦被限定便成为二倍与半数(因为这些不再是不定的,正如三倍与三分之一、四倍与四分之一,或任何其他已经具有确定过度的事物一样),而一的本性促成了这一点(因为每一事物只要是‘这个’并且被限定,它就是一),那么数中的二元的元素就应当是一以及大与小。

语法注2 条
  1. 1.54τὰ γὰρ ἁπλούστερά τε καὶ μὴ συναναιρούμενα πρῶτα τῇ φύσει

    分词短语 μὴ συναναιρούμενα 表述本体论上优先性的标准,即“不随他物一同毁灭之物”(后者消灭时前者不随之消灭,而前者消灭则后者必然消灭)。它与 ἁπλούστερα 并列充当主语,πρῶτα τῇ φύσει 则是表语。

  2. 1.54ὁρισθεῖσαν δὲ τῷ ἑνὶ τὴν ἀόριστον δυάδα γίγνεσθαι τὴν ἐν τοῖς ἀριθμοῖς δυάδα

    带不定式的宾格结构(γίγνεσθαι),承接上下文中的思考与主张之意(延续自前面的 ἡγούμενος、ἐτίθετο、ἐκάλει 等),以间接引语的形式继续转述柏拉图的学说,即不定二元在被“一”限定后便生成了数中的二元。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:55.17-56.32