← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§558.31-559.29

睡眠的最初受动部位与无生灭事物的无质料性

亚历山大阐明在睡眠的定义中必须确定最初受动者(心脏还是大脑)及其特有的受动状态,继而论证点、接触与形式等无需生成与毁灭即存在与不存在的事物没有质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11#2

πότερον οὖν τοῦτο καρδία ἐστίν, ὡς αὐτὸς οὗτός φησιν, ἢ ἐγκέφαλος, ὡς ὁ Πλάτων; οὗτος μὲν γὰρ ἀρχὴν τῶν ζῴων τὴν καρδίαν λέγων φησὶν ὅτι ὥσπερ ἐπὶ τοῦ κόσμου αἱ ἀναχθεῖσαι ἀτμίδες καὶ ψυχθεῖσαι εἰς ὕδωρ συνίστανται καὶ πάλιν κατέρχονται, οὕτω καὶ ἐπὶ τῶν ζῴων τῶν ἐκ τοῦ πέττειν ἀνιουσῶν εἰς τὸν ἐγκέφαλον ἀτμίδων, ἐπειδήπερ φύσει τυγχάνει ὢν ψυχρὸς ὁ ἐγκέφαλος, ψυχομένων ὑπ’ ἐκείνου κατέρχεσθαι καὶ ἐπιπίπτειν1 τῇ καρδίᾳ, καὶ σβεννυμένου τοῦ ἐν αὐτῇ οὐ παντελῶς δὲ θερμοῦ ὑπνώττειν τὸ ζῷον, μέχρις ἂν διαλυθεῖσαι πάλιν ἀναχθῶσι, καὶ οὕτως δὴ ἀνίσταται τὸ ζῷον. ἄδηλον οὖν, φησίν, ἐστὶν ἐπὶ τοῦ ὕπνου τί τὸ πρῶτον πάσχον καὶ ὑπὸ τίνος, καὶ τί τὸ πάθος τὸ ἐκείνου, τουτέστι τί ἐστι τὸ τοῦ πάσχοντος πάθος καὶ μὴ τοῦ ὅλου ζῴου; ὅτι ἀκινησία τοιαδί, δυνάμει λέγων ὡς εἴ τις ὁρισμὸν ἀποδοῦναι τοῦ ὕπνου βούλεται, μὴ λεγέτω ὅτι ὕπνος ἐστὶν ἀκινησία τῶν τοῦ ζῴου αἰσθήσεων· τοῦτο γὰρ κατὰ τῆς ὅλης τοῦ ὅλου ζῴου ἠρεμίας εἴρηται καὶ ὅλῳ τῷ ζῴῳ ἐφαρμόττει ἀλλ’ οὐ τῷ ὕπνῳ· δεῖ δὲ τὸν τοῦ ὕπνου ὁρισμὸν μόνῳ τῷ ὕπνῳ ἐφαρμόττειν. μήποτε δὲ τὸ ἀκινησία τοιαδὶ ἐπὶ τοῦ ὕπνου εἴρηται, ἵνα ᾖ λέγων ὅτι δεῖ τὸ τοῦ ὕπνου πάθος ἀποδιδόναι, ὅτι ὕπνος ἐστὶν ἀκινησία τοιαδί. καὶ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον;2 τουτέστι καὶ αὕτη ἡ ἀκινησία δηλούτω καὶ ἐν τῷ τί πάσχειν τὸ πρῶτον ὁ ὕπνος γίνεται, ἤτοι δηλούτω καὶ τί πρῶτον πεπονθὸς ὁ ὕπνος γέγονε, πότερον ἡ καρδία ἢ ἄλλο τι. Ταῦτα εἰπὼν πάλιν διορίζει σαφέστερον τίνων ἐστὶν ὕλη καὶ τίνων οὐκ ἔστι, λέγων ἐπειδὴ δ’ ἔνια ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὐκ εἰσίν, ὡς αἱ στιγμαὶ καὶ αἱ ἁφαὶ καὶ ὅλως τὰ εἴδη· τὸ γὰρ εἶδος ἀχρόνως καὶ ἐν ἀτόμῳ νῦν γίνεται, ὡς ἔδειξεν ἐν τῷ Η τῆς Φυσικῆς ἀκροάσεως. καὶ κατασκευάζει αὐτὸ τοῦτο τὸ μὴ γίνεσθαι τὸ εἶδος λέγων οὐ γὰρ τὸ λευκὸν γίνεται ἀλλὰ τὸ λευκὸν ξύλον, τουτέστι τὸ ξύλον λευκαίνεται, τὸ δὲ λευκὸν ἐν ἀτόμῳ νῦν ἐπιγίνεται. ἐπεὶ τοίνυν ἔνια ἄνευ γενέσεώς εἰσί τε καὶ αὖ πάλιν οὐκ εἰσι, πᾶν δὲ τὸ γινόμενον ἔκ τινος γίνεται καὶ τὶ γίνεται, λευκόν φημι ἢ ἄνθρωπος, οὐ πάντα ἂν τἀναντία γίνοιντο ἐξ ἀλλήλων· ἀλλ’ ἑτέρως ὁ λευκὸς ἄνθρωπος ἐκ τοῦ μέλανος γίνεται ἀνθρώπου καὶ ἑτέρως τὸ λευκὸν ἐκ μέλανος· ὁ μὲν γὰρ λευκὸς ἄνθρωπος ὡς ἐξ ὕλης τοῦ μέλανος γίνεται ἀνθρώπου, τὸ δὲ λευκὸν ἐκ τοῦ μέλανος ὡς τόδε μετὰ τόδε, ὥσπερ δεῖπνον μετὰ τὸ ἄριστον. οὐδ’ ἔστι παντὸς ὕλη, ἀλλ’ ὅσων γένεσίς ἐστι καὶ μεταβολὴ εἰς ἄλληλα τούτων ἔστιν ὕλη, ὅσα δ’ ἄνευ τοῦ μεταβάλλειν ἔστι καὶ οὐκ ἔστι, ὡς ἁφαί, τούτων οὐκ ἔστιν ὕλη.

那么,正如他本人所说,这[最初受动者]是心脏,还是如柏拉图所说是大脑呢?因为,他将心脏说成动物的本原,并说,正如在宇宙中被带到上方并冷却的气体凝聚成水而再度下降一样,在动物身上,由消化上升至大脑的气体,由于大脑本性上是冷的,受到它的冷却而下降并落入心脏,随着心脏内部的热(虽然并非完全)被熄灭,动物便进入睡眠,直到它们消散并再度上升,动物才如此苏醒过来。因此他说,在睡眠的情形中,什么是最初受动者、受何者影响,以及那一部分的受动是什么——也就是说,受动者本身的受动是什么,而非整个动物的受动是什么——是不明确的。“[睡眠是]某种这样的不动性”,这实际上是在说,如果有人想要给出睡眠的定义,不要说睡眠是动物感觉的不动性;因为这是就整个动物的整体静止而言的,适用于整个动物,却不适用于睡眠;而睡眠的定义应当仅适用于睡眠。或者,“某种这样的不动性”是就睡眠而言说的,以便说明应当给出睡眠的受动,即睡眠是某种这样的不动性。“而这一[不动性]是通过最初部分受到何种影响而产生的?”也就是说,让这一不动性也阐明,最初部分在经受什么时睡眠得以产生,或者也阐明什么最先受动而睡眠得以产生,究竟是心脏还是某种别的东西。在说了这些之后,他又更加明确地区分了哪些事物具有质料,哪些事物不具有质料,他说“由于某些事物无需生成与毁灭而存在且不存在,例如点与接触,以及一般的形式”;因为形式是在无时间之中并在不可分的“现在”中生成的,正如他在《物理学》第七卷中所指出的那样。他通过说“因为生成的不是白,而是白色的木头”,确立了形式本身并不生成这一事实,也就是说,木头变白了,而白是在不可分的“现在”中附加生成的。既然某些事物无需生成就存在且又不存在,而凡生成之物都是从某物生成并且生成为某种事物(我是指白或人),那么并非一切相反者都能相互生成;而是白人从黑人生成,与白从黑生成,具有不同的方式;因为白人从黑人生成如同出于质料,而白从黑[生成]则是作为这一个在另一个之后,就像正餐在午餐之后一样。并不是一切事物都有质料,而是那些有生成且有相互转化的事物才具有质料,至于那些无需转化就存在且不存在的事物,例如接触,它们是没有质料的。

语法注2 条
  1. 8.11οὕτω καὶ ἐπὶ τῶν ζῴων τῶν ἐκ τοῦ πέττειν ἀνιουσῶν εἰς τὸν ἐγκέφαλον ἀτμίδων ... κατέρχεσθαι καὶ ἐπιπίπτειν

    在由主要动词 φησὶν ὅτι 引出的比较结构(ὥσπερ ... οὕτω)中,后半部分(οὕτω 以下适用于动物的描述)伴随属格绝对结构(τῶν ἀτμίδων ... ψυχομένων),句式从 ὅτι 后的直陈语气句转换(错综破格)为不定式结构(κατέρχεσθαι, ἐπιπίπτειν, ὑπνώττειν)。其主体为蒸气与动物(τὸ ζῷον),以间接引语的形式重述了亚里士多德的生理学解释。

  2. 8.11καὶ αὕτη τῷ τί πάσχειν τὸ πρῶτον;

    引用亚里士多德的原句(1044b20)。这是使用带冠词不定式(动名词)与格 τῷ πάσχειν 表达方式或原因的结构,其中嵌套了疑问代词 τί 和主语 τὸ πρῶτον(“而这一[不动性]是通过最初部分受到何种影响而产生的?”)。亚历山大在紧接着的文句中补出谓语(δηλούτω),并通过 ἐν τῷ τί πάσχειν 以及 τί πρῶτον πεπονθός 的转述阐明了该省略结构的句法含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:558.31-559.29