- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:557.34-558.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》卷8第4章(1044b3)中关于四原因探求范围的讨论。他指出,对于永恒的天体以及月食、睡眠这类属于受动状态而非实体的自然现象,并不都具有全部四种原因(尤其是通常意义上的质料因与目的因),并说明它们的定义必须包含其动力原因。
" Περὶ μὲν οὖν τὰς φυσικὰς οὐσίας καὶ γεννητὰς ἀνάγκη οὕτω μετιέναι, εἴ τις μέτεισιν ὀρθῶς." Εἰπὼν ὅτι ἐπειδὴ τὰ αἴτια τέτταρα, τὰ τέτταρα ἐρωτωμένους δεῖ ἀποδιδόναι, λέγει ὅτι περὶ μὲν τὰς φυσικὰς οὐσίας καὶ γεννητάς, οὐχὶ δὲ καὶ τὰς ἀγεννήτους, ἀνάγκη οὕτω μετιέναι καὶ ἀποδιδόναι τὰ προσεχῆ αἴτια, εἴ τις μέτεισιν ὀρθῶς. ἀλλ’ εἴπερ τὰ αἴτια ἀποδοτέον ἡμῖν ἐστι, δεῖ μὴ ἀγνοεῖν αὐτά· ὃ γάρ τις ἀγνοεῖ, πῶς ἂν καὶ ἀποδώσει; περὶ δὲ τῶν φυσικῶν μὲν ἀϊδίων δὲ οὐσιῶν (λέγει δὲ τὴν ξύμπασαν τῶν ὀκτὼ σφαιρῶν ἑνάδα) ἄλλος λόγος· ἴσως γὰρ οὐκ ἔχει ὕλην· εἰ γὰρ μὴ ἔχει, οὐδ’ ἂν ἐπ’ αὐτῆς τὸ ὑλικὸν ἀποδοθείη. τὸ δὲ ἔνια πρόσκειται, ὅτι κἂν τὸ κυκλοφορητικὸν σῶμα οὐ συγχωρῇ τις μὴ ἔχειν ὕλην,1 ἀλλὰ τῆς γε ἐκλείψεως φυσικόν τι οὔσης τί ἄν ἐρεῖ τὴν ὕλην; εἰπὼν δὲ ὅτι ἴσως οὐκ ἔχει ὕλην, λέγει ὅτι ἢ εἰ καὶ ἔχει, ἀλλ’ οὖν οὐ γενητὴν καὶ φθαρτὴν ἀλλὰ μόνον κατὰ τόπον κινητήν. οὐδὲ δὴ τῶν φύσει μέν, μὴ οὐσιῶν δὲ ἀλλὰ παθῶν ἔστιν ὕλη, ἀλλ’ ὑποκείμενον μὲν αὐτοῖς ἔστιν, ὕλη δὲ οὐκ ἔστιν. οὐ γὰρ πᾶν τὸ ὑποκείμενόν τινι ὕλη ἐστὶ τοῦ ᾧ ὑπόκειται· τῆς γὰρ ἐκλείψεως τί ἂν εἴη ὑλικὸν αἴτιον; δῆλον ὡς οὐδέν. ἀλλ’ ἔστι μὲν ἡ σελήνη ὑποκείμενον τῇ ἐκλείψει, ὕλη δὲ αὐτῆς οὐκ ἔστιν. εἰ γὰρ ἦν ἡ σελήνη ὕλη τῆς ἐκλείψεως, εἶδος δὲ ἡ ἔκλειψις, μὴ οὔσης τῆς ἐκλείψεως οὐδὲ σελήνη ἂν ἦν· τῶν γὰρ εἰδῶν μὴ ὄντων οὐδὲ τὰ κατ’ αὐτὰ πράγματά ἔστιν.2 ἀλλὰ μὴν ἐκλείψεως μὴ οὔσης σελήνη ἔστιν, ὥστε δηλονότι οὔτε ἔκλειψίς ἐστιν εἶδος τῆς σελήνης, οὔθ’ αὕτη ὕλη τῆς ἐκλείψεως· ἀλλ’ ὑλικὸν μὲν αἴτιον τῆς ἐκλείψεως οὐκ ἔστιν, οὐδὲ δὴ τὸ οὗ ἕνεκα, καὶ διὰ τοῦτο οὐ πειρατέον ἀποδοῦναι, ποιητικὸν δ’ ἐστὶν ἡ γῆ ἡ φθείρουσα τὸ φῶς. τὸ δ’ ὡς εἶδος αἴτιον τῆς ἐκλείψεως ἐστι μὲν ὁ λόγος, ἀλλ’ ἄδηλος, ἂν μὴ μετὰ τῆς αἰτίας ᾖ· οἷον εἰ λέγοι τις ὅτι ἔκλειψίς ἐστι στέρησις φωτός, ἄδηλόν ἐστιν εἰ οὗτός ἐστιν ὁ λόγος καὶ τὸ εἶδος τῆς ἐκλείψεως· καὶ γὰρ καὶ τὸ σκότος στέρησις φωτός ἐστιν, ἀλλ’ οὐκ ἔστιν ἔκλειψις. εἰ δὲ λέγει ὅτι στέρησίς ἐστιν ἡ ἔκλειψις φωτὸς ὑπὸ γῆς ἐν μέσῳ γενομένης, οὗτός ἐστιν ὁ λόγος τῆς ἐκλείψεως σὺν τῷ αἰτίῳ.3 ὕπνου δὲ πάλιν ἄδηλόν ἐστι τί τὸ πρῶτον πάσχον, ὥστε ἀποδοῦναι λόγον αὐτοῦ, ἀλλ’ ἐρεῖ τις ὡς τὸ ζῷον ἐστι πρῶτον τὸ πάσχον. ἀλλ’ εἰπάτω καὶ τοῦτο τὸ ζῷον κατὰ τί καὶ τί παθὸν ὑπνώττει, ἢ τί τῶν ἐν αὐτῷ τὸ πρῶτον πεπονθὸς ὕπνωσε; πρότερον γὰρ ἄλλο τι παθὸν τὸ ζῷον ὑπνώττει.
“因此,关于自然的且生成的实体,如果有人正确地探讨,就必然要这样探讨。” 在说过由于原因有四种,被问及者必须给出这四种原因之后,他说,关于自然的且生成的实体——而不是非生成的实体——如果有人正确地探讨,就必然要这样探讨并给出切近的原因。但是,既然我们要给出原因,就必须不对此无知;因为一个人若无知于某物,他又怎能给出它呢?至于自然的却永恒的实体(他指的是八个天球构成的完整统一体),则另当别论;因为也许它并不具有质料;因为如果它不具有质料,在它之上也就无法给出质料性的[原因]。而添加上“某些事物”,是因为哪怕有人不承认作圆周运动的物体不具有质料,但月食既然是一种自然现象,人们又能说出它的什么质料呢?在说了“也许它不具有质料”之后,他又说,或者即使具有质料,也决不是生成的和可毁灭的,而仅仅是就位置而言可运动的。确实,对于那些属于自然物、不是实体而是受动状态的事物来说,也不存在质料;它们有基底,但没有质料。因为并非一切作为某物的基底者都是它所作为基底的那一事物的质料;月食的质料原因又会是什么呢?显然没有任何东西。实际上,月亮是月食的基底,但不是它的质料。因为如果月亮是月食的质料而月食是形式,那么当月食不存在时,月亮也就不会存在了;因为形式若不存在,依其而言的事物也就不存在。然而事实是,在没有月食的时候月亮依然存在,因此显然月食既不是月亮的形式,它〔月亮〕也不是月食的质料;月食没有质料原因,确实也没有目的原因,因此不应当试图给出[这些];而动力原因则是消灭光芒的地球。作为月食形式的原因是定义,但若不包含原因就是不明确的;例如,如果有人说月食是光的缺失,这是否是月食的定义和形式是不明确的;因为黑暗也是光的缺失,但并不是月食。但如果他说月食是由于地球处于中间而产生的光的缺失,这就是包含了原因的月食定义。至于睡眠,为了给出它的定义,什么是最初受动者同样是不明确的,不过有人会说动物是最初受动者。但这人也应当说明,这个动物是根据什么、经受了什么而睡眠的,或者它内部的哪一部分最先受到影响从而进入睡眠?因为动物是在先前经受了某种别的影响之后才睡眠的。
- 8.11τὸ δὲ ἔνια πρόσκειται, ὅτι κἂν τὸ κυκλοφορητικὸν σῶμα οὐ συγχωρῇ τις μὴ ἔχειν ὕλην, ἀλλὰ τῆς γε ἐκλείψεως φυσικόν τι οὔσης τί ἄν ἐρεῖ τὴν ὕλην;
此句解释了亚里士多德原文(1044b6)中添加 ἔνια(“某些事物”)一词的原因。主句是 τὸ ἔνια πρόσκειται(“添加上了‘某些事物’”),其后由 ὅτι 引导解释原因的从句。其中 κἂν (καὶ ἐάν) 引导让步从句(“即使有人不承认……”),包含 οὐ συγχωρῇ 与不定词否定 μὴ ἔχειν 的否定搭配。随后的 ἀλλά 则引出与之对比的主句结论(即使就天体而言如此,就月食而言又如何)。
- 8.11τῶν γὰρ εἰδῶν μὴ ὄντων οὐδὲ τὰ κατ’ αὐτὰ πράγματά ἔστιν
τῶν εἰδῶν μὴ ὄντων 是带有否定词 μή 的属格绝对结构,表示假设条件(“如果/当形式不存在时”)。它与主句的 οὐδὲ ... ἔστιν(“……也就不存在”)相应,阐明了一个一般性的存在论原则:依赖于形式的事物不可能在形式不存在时存在。
- 8.11εἰ δὲ λέγει ὅτι στέρησίς ἐστιν ἡ ἔκλειψις φωτὸς ὑπὸ γῆς ἐν μέσῳ γενομένης, οὗτός ἐστιν ὁ λόγος τῆς ἐκλείψεως σὺν τῷ αἰτίῳ.
λέγει 的主语可理解为前文 εἰ λέγοι τις 呼应的泛指说话者(对比不充分的定义与充分的定义)。介词短语 ὑπὸ γῆς ἐν μέσῳ γενομένης(ὑπό 带属格名词及分词)在此充当修饰语,表示动力原因(“由于地球处于中间”)。
