- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:557.1-557.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了单一种质料如何通过推动原理生成不同的形式,以及同一造物如何能由不同质料制成,继而解释在探求四原因时必须指出切近的质料、动力、形式与目的,而非较远的元素。
καὶ ἔστι πρὸ ὁδοῦ μὲν ἡ ἐξ ὕδατος εἰς ἀέρα μεταβολή, ἀνάλυσις δὲ εἰς ἀρχὴν ἡ ἐξ ἀέρος εἰς ὕδωρ. οὐ μόνον δὲ τοῦ ἑνὸς εἴδους συμβαίνει πλείονας εἶναι ὕλας, ἀλλὰ καὶ ἐκ μιᾶς ὕλης ἕτερα γίνεσθαι εἴδη διὰ τὴν κινοῦσαν ἀρχήν. ἐπειδὴ γὰρ ἐν τῇ τοῦ χαλκέως ἔνεστι ψυχῇ εἴδη πολλά, ἐκ τῆς αὐτῆς ὕλης οἷον τοῦ χαλκοῦ ποιήσει λέβητα ξέστην χύτραν, ἕτερα ὄντα ἀλλήλων. οὐ πάντων δὲ τῶν ἑτέρων ὄντων ἡ αὐτή ἐστιν ὕλη, ἀλλ’ ἐνίων ἑτέρων ὄντων καὶ ἡ ὕλη ἑτέρα ἐξ ἀνάγκης ἐστίν· ὁ γὰρ πρίων καὶ ἡ κλίνη ἕτερα ὄντα καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑτέραν ἔχουσιν· οὐ γὰρ γενήσεται πρίων ἐκ ξύλου εἰ μὴ ὁμωνύμως, ἀλλ’ ἐκ σιδήρου, οὐδ’ ἔστιν ἐπὶ τῷ τεχνίτῃ ἐξ ἐρίου ἢ ξύλου πρίονα ποιῆσαι. εἰ δ’ ἐνδέχεται, φησί, τὸ αὐτὸ ἐξ ἄλλης καὶ ἄλλης ποιῆσαι, δῆλον, φησίν, ὅτι ἡ τέχνη ἡ αὐτή ἐστιν. εἰ γὰρ ξέστην ἐνδέχεται καὶ ἐκ χαλκοῦ καὶ ἐξ ἀργύρου ποιῆσαι, φανερὸν ὅτι ἡ αὐτὴ τέχνη τοῦτο ποιεῖ· εἰ γὰρ καὶ αἱ ὗλαι ἕτεραί εἰσι καὶ τὰ τὴν ὕλην κινοῦντα,1 ἤτοι αἱ τέχναι ἢ οἱ τεχνῖται (οὐδὲν γὰρ διαφέρει), καὶ τὰ γεγονότα ἐκ τῶν διαφόρων τεχνῶν καὶ ὑλῶν ἕτερα ἔσται. καὶ ὁ κεραμεὺς γὰρ καὶ ὁ χαλκεὺς ἀμφότεροι χύτραν ποιοῦσιν, ὁ μὲν ἐκ πηλοῦ ὁ δὲ χαλκεὺς ἐκ χαλκοῦ, ἑτέρων οὐσῶν καὶ τῶν τεχνῶν καὶ τῶν ὑλῶν. ἢ οὐκ εἰσὶ πάντῃ ἕτεραι αἱ τέχναι, ἀλλ’ ᾗ μὲν ὁ χαλκεὺς ποιεῖ πυράγραν καὶ σκέπαρνον ὁ δὲ κεραμεὺς οὐ ποιεῖ, καὶ οὗτος μὲν ἀμφορέα ὁ δὲ χαλκεὺς οὔ, ἕτεραί εἰσιν, ᾗ δὲ ἀμφότεραι ποιοῦσι χύτραν, ταύτῃ εἰσὶν αἱ αὐταὶ κατὰ μόνον τοῦτο, ὅπερ ἀμφότεραι δύνανται ποιεῖν. ταῦτα εἰπὼν διορίζει καὶ τὰ περὶ τῶν αἰτίων, ὅτι ἐπειδὴ τετραχῶς λέγεται, ὅταν τις ζητῇ τὸ αἴτιον, πάσας δεῖ λέγειν τὰς ἐνδεχομένας αἰτίας, οὐ τὰς πόρρω δὲ ἀλλὰ τὰς προσεχεῖς· οἷον ζητεῖ τις τίς ἀνθρώπου αἰτία ὡς ὕλη, οὐ χρὴ ἀποδιδόναι ὅτι τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι τὸ καταμήνιον, τὸ δ’ ὡς κινοῦν τὸ σπέρμα· οὐ γάρ ἐστι τὰ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος2 στοιχεῖα, ἀλλ’ ᾗ σύνθετον σῶμα· ὅταν δὲ ζητῇ τις τὸ ὡς εἶδος αἴτιον τὸ τί ἦν εἶναι ἀποδοτέον. τί δ’ ὡς τὸ οὗ ἕνεκα; τὸ τέλος. ἰστέον δὲ ὅτι τὸ οὗ ἕνεκα καὶ τὸ εἶδος ἐπὶ τῶν φυσικῶν ταὐτόν ἐστιν, ἐπὶ δὲ τῶν τεχνητῶν οὐ τὸ αὐτό. οὐ γὰρ τὸ αὐτό ἐστι τὸ τοῦ κιβωτίου εἶδος καὶ τὸ οὗ ἕνεκα τὸ κιβώτιον γέγονεν, ἀλλ’ εἶδος μέν ἐστι τὸ τοιονδὶ σχῆμα, οὗ δὲ ἕνεκα τὸ φυλάττεσθαι τὰ ἐν αὐτῷ χρήματα.
而从水向气的转变是前行的,从气向水的转变则是分解至原理。不仅同一个形式会发生具有多种质料的情况,而且由于推动原理,从一种质料也会生成不同的形式。因为由于铜匠的心灵中存在着许多形式,所以他会用同一质料(例如青铜)造出釜、量壶、锅,它们是彼此互不相同的。然而并非对于所有互不相同之物质料都是同一的,而是对于某些互不相同之物,质料必然也是不同的;因为锯子和床既然互不相同,必然质料也是不同的;因为锯子若不是同名异义地便不能由木头生成,而是由铁生成,工匠也不可能用羊毛或木头造出锯子。他说,如果能够由不同的质料造出相同的事物,显然,他说,技艺是相同的。因为如果能够由青铜也能由白银造出量壶,很明显是同一技艺制作此物;因为如果质料是不同的,推动质料者——即技艺或工匠(因为毫无区别)——也是不同的,那么由不同的技艺和质料生成的事物也将是不同的。实际上,陶匠和铜匠两者都制作锅,前者用粘土,而铜匠用青铜,无论技艺还是质料都是不同的。或者,技艺并非完全不同,而是在于铜匠制作火钳和手斧而陶匠不制作,陶匠制作双耳瓶而铜匠不制作这一点上,它们是不同的;但在二者都制作锅这一点上,唯独在二者都能制作的这一方面,它们是相同的?说完这些,他也界定了关于原因的诸事,即由于原因有四种说法,当有人探求原因时,必须说明一切可能的原因,且不是说明较远的原因,而是切近的原因;例如,有人探求就质料而言什么是人的原因,不应当回答说是四元素,而应当回答说是经血,就推动者而言则是精液;因为四元素并不是就人作为人而言的元素,而是就作为复合物体而言的元素;而当有人探求作为形式的原因时,应当给出是其所是。那么作为目的的原因又是什么?是终点。但必须知道的是,在自然物中,目的与形式是同一的,而在人工物中则不是同一的。因为匣子的形式与造出匣子的目的并不是同一的,形式是这样一种形状,而目的则是保全其中的财物。
- 8.10εἰ γὰρ καὶ αἱ ὗλαι ἕτεραί εἰσι καὶ τὰ τὴν ὕλην κινοῦντα
这是条件句结构 εἰ... καί... καί...,在条件从句中 καὶ αἱ ὗλαι 与 καὶ τὰ κινοῦντα 并列(“若质料不同,且推动者亦不同”),进而引出主句 καὶ τὰ γεγονότα... ἕτερα ἔσται(“则生成之物亦必不同”)。主句开头的 καί 起呼应和强调归结主语的作用。
- 8.10ἢ ἄνθρωπος
抄本中的文字 ἢ ἄνθρωπος 鉴于与后文相反从句 ἀλλ’ ᾗ σύνθετον σῶμα(“就作为复合物体而言”)在句法上的对称,应理解为限定性关系副词 ᾗ(“就……而言”)的讹误或异读,而非连词 ἤ。其句法功能为限定性的:“并非就人作为人而言的人的元素,而是就其作为复合物体而言的元素。”
