- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:556.1-557.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《形而上学》1044a15,阐明即便万物均源于第一质料或四元素,每个事物仍有其特有且切近的质料,并进一步解释同一事物何以具有多重质料(切近与较远)以及“由……生成”的两种含义(前行生成与分解逆转)。
" Περὶ δὲ τῆς ὑλικῆς οὐσίας δεῖ μὴ λανθάνειν ὅτι εἰ καὶ ἐκ τοῦ αὐτοῦ πάντα πρώτου." Συμπερανάμενος τὰ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους λεχθέντα, καὶ εἰπὼν ὅτι περὶ γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν πῶς ἐνδέχεται γίνεσθαι, ὅτι αἱ σύνθετοι γίνονται, τὸ δὲ εἶδος οὐθεὶς ποιεῖ, καὶ τὰ ἑξῆς, λέγει ὅτι δεῖ μὴ λανθάνειν ὡς εἰ καὶ ἐκ τῆς ἀνειδέου ὕλης ὡς πρώτης πάντα γίνεται, καὶ αὕτη ἐστὶν ὡς ἀρχὴ ὑλικὴ τῶν γινομένων, ἢ προσεχέστερον ἐκ τῶν αὐτῶν ὡς πρώτων, λέγων τὰ τέσσαρα στοιχεῖα, εἰ δὴ ἐκ τούτων τὰ γινόμενα ὡς πρώτων γίνονται, ὅμως ἔστι τις ἑκάστου οἰκεία καὶ προσεχὴς ὕλη. ὡς τοῦ ἀνδριάντος χαλκός, οὕτως φλέγματος ὡς πρώτη καὶ προσεχὴς ὕλη τὰ γλυκέα καὶ λιπαρά· ὕλη γὰρ φλέγματος τὸ γλυκὺ καὶ λιπαρόν, χολῆς δὲ τὰ πικρὰ ἢ ἄλλ’ ἄττα. ταῦτα δέ, φησί, τό τε γλυκὺ καὶ λιπαρὸν καὶ πικρόν, ἴσως εἰσὶν ἐκ τοῦ αὐτοῦ ἤτοι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἴσως πρόσκειται ἢ διὰ τὴν πρώτην ὕλην (ἐξ ἐκείνης γὰρ καὶ τὰ τέσσαρα), ἢ διὰ τὸ μὴ νῦν περὶ αὐτῶν, εἴτε ἐκ τῶν στοιχείων εἰσὶ τὰ γλυκέα καὶ πικρὰ εἴτε μή, προκεῖσθαι λέγειν αὐτῷ. καίτοι δὲ εἰ καὶ ἔστιν ἑκάστου οἰκεία τις ὕλη, ὅμως συμβαίνει πλείους ὕλας εἶναι τοῦ αὐτοῦ;1 ὅταν ἔστι τῆς ὕλης ὕλη, οἷον εἰ ἐκ τοῦ γλυκέος ἐστὶ τὸ λιπαρόν, ἐκ δὲ τοῦ λιπαροῦ τὸ φλέγμα, τοῦ φλέγματός εἰσιν ὗλαι δύο, τὸ μὲν λιπαρὸν προσεχής, τὸ δὲ γλυκὺ πορρωτέρα. εἰπὼν δὲ ὅτι γίνεται τὸ φλέγμα ἐκ λιπαροῦ λέγει ὅτι γίνεται καὶ ἐκ χολῆς τῷ ἀναλύεσθαι εἰς τὴν πρώτην ὕλην τὴν χολήν. ἐπειδὴ γὰρ εἰδοπεποιημενέστερός ἐστι χυμὸς ἡ χολὴ τοῦ φλέγματος (τὸ γὰρ φλέγμα ἄπεπτός ἐστι πάντῃ καὶ διὰ τοῦτο πρῶτον τὸ φλέγμα ἐκ τῆς τῶν τροφῶν ἀπεψίας γεννᾶται), ἐκ μὲν οὖν τῶν τεσσάρων στοιχείων γίνεται τὰ γλυκέα καὶ λιπαρά, ἐκ δὲ τούτων τὸ φλέγμα καὶ ἐξ αὐτοῦ χολή· εἰ δὴ ἀναλυθήσεσθαι συμβαίνει τὴν χολὴν εἰς τὰ στοιχεῖα, γενήσεται δηλαδὴ ἐκ ταύτης τὸ φλέγμα, ἐκ δὲ τούτου τὰ στοιχεῖα. διαφέρει δ’ ὅτι ἡ μὲν ἀπὸ τοῦ φλέγματος ὡς πρὸς τὴν χολὴν ὁδὸς γένεσίς ἐστιν ἁπλῆ, φθορὰ δέ τις, ἡ δὲ ἀπὸ τῆς χολῆς πρὸς τὸ φλέγμα φθορὰ καὶ ὅλως ἀνάλυσις ὡς πρὸς τὴν πρώτην ὕλην. ὥστε ἄλλως μὲν γίνεται τὸ φλέγμα ἐκ τοῦ γλυκέος καὶ λιπαροῦ, ἄλλως δὲ ἀπὸ τῆς χολῆς· ἐκ μὲν γὰρ τοῦ γλυκέος καὶ λιπαροῦ ὡς ἀπὸ ὕλης καὶ στερήσεως γίνεται τὸ φλέγμα ὡς εἶδος, ἐκ δὲ τῆς χολῆς ὡς ἀπὸ εἴδους καὶ ἕξεως ὕλη καὶ ὅλως στέρησις. τὸ γὰρ ἐκ τοῦδε τόδε, φησί, διχῶς λέγεται, ἢ ὅτι πρὸ ὁδοῦ ἔσται, πρὸ ὁδοῦ λέγων τὴν ἀπὸ τοῦ χείρονος εἴδους καὶ στερήσει ἀναλογοῦντος ὡς πρὸς τὸ κρεῖττον εἶδος μεταβολήν, ἢ ὅταν ἀναλυθέντος εἰς τὴν ἀρχήν,2 τουτέστιν ἢ ὅταν τὸ κρεῖττον εἶδος ἀναλύηται εἰς τὸ χεῖρον.
“关于质料性的实体,不可忽视的是,即使一切事物都是从同一第一者生成的……” 在总结了关于质料和形式的论述,并说明关于所谓实体的生成与消灭,它们如何可能生成——即复合者生成,而没有人造作形式,等等——之后,[亚里士多德]说不可忽视的是,即使一切事物都是从无形式的质料作为第一者生成的,且这是生成之物的质料原理,或者在更切近的意义上是从作为第一者的相同事物生成的——即他所说的四元素——如果生成之物确实是从这些作为第一者之物生成的,然而每一事物依然具有其特有的且切近的质料。正如青铜之于雕像,甜与脂之于粘液也是作为第一且切近的质料;因为粘液的质料是甜与脂,而胆汁的质料则是苦或某些其他事物。他说,这些东西,即甜、脂和苦,或许来自同一事物,即四元素。而加上“或许”要么是因为第一质料(因为四元素也来自第一质料),要么是因为当下并非摆在他面前的任务去说明甜与苦是否来自元素。然而,即使每一事物都有某种特有的质料,难道同一事物依然会有多种质料吗?当存在质料的质料时,[便会如此];例如,如果脂来自甜,粘液来自脂,那么粘液就有两种质料,脂是切近的,而甜则是较远的。在指出粘液由脂生成之后,他说粘液也通过胆汁分解为第一质料而由胆汁生成。因为由于胆汁是比粘液更具形式的体液(粘液是完全未消化的,因此粘液首先由食物的不消化产生),从四元素生成甜与脂,从这些生成粘液,又从粘液生成胆汁;如果确实发生胆汁分解为元素,显然粘液将由此生成,而元素将由粘液生成。二者的区别在于:从粘液到胆汁的途径是单纯的生成和某种消灭,而从胆汁到粘液的途径则是消灭,总体而言是朝向第一质料的分解。因此,粘液从甜与脂生成,与从胆汁生成是以不同方式进行的;因为从甜与脂,如同从质料与缺乏生成那样,粘液作为形式生成;而从胆汁,如同从形式与具有生成那样,[粘液作为]质料以及总体而言的缺乏生成。他说,因为“由此物生成彼物”是在两种意义上说的:要么是因为处于前行的道路上——所谓“前行的道路”,他是指从较劣的形式及相当于缺乏者向着较优的形式的转变——要么是当分解至原理时——也就是当较优的形式被分解为较劣的形式时。
- 8.10καίτοι δὲ εἰ καὶ ἔστιν ἑκάστου οἰκεία τις ὕλη, ὅμως συμβαίνει πλείους ὕλας εἶναι τοῦ αὐτοῦ;
该句以问号结尾,构成提出疑难的设问句,并由紧随其后的 ὅταν 分句(“当存在质料的质料时”)予以回答。这种自问自答结构提出了“即使有特有质料,同一物是否仍有多重质料”的疑问,并随即通过切近质料与较远质料的层级结构给予了肯定的解释。
- 8.10ἀναλυθέντος εἰς τὴν ἀρχήν
ἀναλυθέντος 是属格绝对结构,但其逻辑主语并未显式给出。从紧随其后的解释分句“即当较优的形式被分解为较劣的形式时(τουτέστιν ἢ ὅταν τὸ κρεῖττον εἶδος ἀναλύηται εἰς τὸ χεῖρον)”可知,其所隐含的逻辑主语是承受变化的对象或较优的形式(τὸ κρεῖττον εἶδος)。
