- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:554.34-555.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德基于定义与数的相似性(分割至不可分单元、增删即丧失同一性、需要统摄原理、缺乏程度差异等)讨论二者关系的段落,并指出了柏拉图主义者在解释实体单一性上面临的困难。
" Φανερὸν δὲ καὶ διότι, εἴπερ εἰσὶν οἱ ἀριθμοὶ οὐσίαι, οὕτω εἰσίν." Δείξας ὅτι τὸ εἶδός ἐστιν ἡ κυρίως οὐσία, καὶ εἰπὼν ὅτι εἴπερ ὅλως λέγομεν οὐσίαν, τὸ εἶδος ἂν λέγοιμεν, ἐπειδὴ ὁμοιότητάς τινας ἔχουσιν οἱ ἀριθμοὶ πρός τε τὸ εἶδος καὶ τὴν οὐσίαν, λέγει ὅτι ἐὰν διὰ τὸ ὁμοιότητα ἔχειν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη λέγωσι τὰ εἴδη ἀριθμοὺς καὶ ἐπὶ τούτῳ καὶ τὰς οὐσίας, ἔχει τινὰ λόγον τὸ ὑπ’ αὐτῶν λεγόμενον, καὶ καλῶς τοῦτο λέγεται· εἰ δ’ ἄλλως πως, ὅτι ὁ ἀριθμός ἐστι μονάδων πλῆθος, οὐ καλῶς. καὶ λέγει τὰς ὁμοιότητας τοῦ ἀριθμοῦ καὶ τοῦ ὁρισμοῦ, τοῦ δὲ ὁρισμοῦ λέγων φανερὸν ὅτι καὶ τοῦ ὁριστοῦ λέγει. ὁ ὁρισμός, φησίν, ἀριθμός τίς ἐστιν. ὥσπερ γάρ, φησίν, ὁ ἀριθμὸς εἰς μονάδας ἀδιαιρέτους διαιρεῖται, οὕτω καὶ ὁ ὁρισμὸς διαιρεῖται εἰς ἀδιαίρετα. εἰ γὰρ καὶ διαιρεῖται τὸ ζῷον εἰς τοὺς λόγους τοῦ ἐμψύχου καὶ αἰσθητοῦ, ἀλλ’ οὖν οὐκ ἐπ’ ἄπειρον τοῦτο γενήσεται, ἀλλὰ καταντήσομεν εἴς τι μὴ διαιρούμενον εἰς λόγους. καὶ ὥσπερ ἀπὸ τοῦ ἀριθμοῦ κἂν τοὐλάχιστον ἀφαιρεθῇ ἢ προστεθῇ, οὐκέτι μένει ὁ ἀριθμός (ἂν γὰρ ἀπὸ τοῦ ὀκτὼ μονάδα ἢ ἀφέλῃς ἢ προσθῇς, οὐκέτι ὁ ὀκτὼ μένει), οὕτω καὶ ἀπὸ τοῦ ὁρισμοῦ ἢ τοῦ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὁρισμός, ἂν ἀφέλῃς τι ἢ προσθῇς, οὐκέτι μένει τὸ αὐτό. καὶ ὥσπερ δεῖ εἶναί τι τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ δι’ οὗ ἐστιν εἷς, οὕτω καὶ ἐπὶ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι· ὅπερ, φημὶ δὴ τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ ἕνα ποιοῦν, τί ποτέ ἐστιν,1 οὐκ ἔχουσιν εἰπεῖν οἱ οὐσίαν αὐτὸν λέγοντες. ἢ γάρ, φησίν, οὐκ ἔστιν εἷς ἀριθμός, ἀλλ’ οἷον σωρός ἐστιν, ἢ εἴπερ ἔστι, λεκτέον τί τὸ ποιοῦν ἓν ἐκ πολλῶν. ἀλλ’ οὔτε τὸ τὸν ἀριθμὸν ἕνα ποιοῦν ἔχουσι λέγειν τί ποτέ ἐστιν, οὔτε τὸ τὸν ὁρισμόν. καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ γὰρ αὐτοῦ λόγου.2 ἐξ οὗ γὰρ λόγου καὶ αἰτίου συμβαίνει αὐτοῖς μὴ ἔχειν λέγειν τίνι εἷς ὁ ἀριθμός, ἐκ τοῦ αὐτοῦ τούτου καὶ τὸ περὶ τοῦ ὁρισμοῦ προσγίνεται. ἀλλὰ καὶ ὅτι μὲν ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι ἕν ἐστι δῆλον, ἀλλ’ οὐχ ὡς λέγουσί τινες, ὅτι μονάς τίς ἐστιν ἢ στιγμή (μονάδα γὰρ τὸ εἶδος, δυάδα δὲ τὴν ὕλην ὁ Πλάτων ἔλεγεν)· ἀλλ’ ἔστιν ἓν ἐνεργείᾳ καὶ φύσει τις ἑκάστη οὐσία, ἀλλ’ οὐ δυνάμει. καὶ ὥσπερ οὐδ’ ὁ ἀριθμὸς ἔχει τὸ μᾶλλον (οὐθεὶς γάρ ἐστιν [ὁ] ἀριθμὸς ἀριθμοῦ μᾶλλον ἀριθμός) οὐδ’ ἡ κατὰ τὸ εἶδος οὐσία ἔχει τὸ μᾶλλον καὶ ἧττον, οὐδὲ εἶδος εἴδους μᾶλλον οὐσία, ἀλλ’ εἴπερ ἐστὶ μᾶλλον οὐσία τὸ εἶδος, τῆς κατὰ τὴν ὕλην οὐσίας εἴη ἂν μᾶλλον οὐσία, ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος.3 ταῦτα εἰπὼν συμπεραίνεται ὅτι περὶ μὲν οὖν γενέσεως καὶ φθορᾶς τῶν λεγομένων οὐσιῶν, πῶς ἐνδέχεται, ὅτι ἡ σύνθετος γίνεται, τὸ δὲ εἶδος οὐ γίνεται, καὶ περὶ τῆς εἰς τὸν ἀριθμὸν ἀναγωγῆς (εἶπε γὰρ προσεχῶς ὅπως χρὴ τοὺς ὁρισμοὺς εἰς τοὺς ἀριθμοὺς ἀνάγειν) ἔστω μέχρι τούτων διωρισμένον· τίνι δὲ ὁ ἀριθμὸς εἷς ἐστι καὶ ὁ ὁρισμὸς καὶ τὸ τί ἦν εἶναι, νῦν μὲν οὔ φησιν, ἐρεῖ δὲ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου, ὅταν λέγῃ “περὶ δὲ τῆς ἀπορίας τῆς εἰρημένης περί τε τοὺς ὁρισμοὺς καὶ τοὺς ἀριθμούς” καὶ τὰ ἑξῆς.
“并且,如果数确实是实体,那么它们以此种方式是实体的原因也是明白的。” 在指明形式是本来意义上的实体,并指出如果我们总括地谈论实体,我们所说的就当是形式之后,既然数对于形式和实体都具有某些相似性,[亚里士多德]便说,如果他们是因为数与形式具有相似性而把形式称为数,并据此也把实体称为[数],那么他们所说的就具有某种道理,且这是说得恰当的;但若是依别的某种方式,即由于数是单子的多数,那就不恰当了。并且他指出了数与定义的相似之处,而他在谈论定义时,显然也是在谈论被定义者。他说,定义是一种数。他说,因为正如数被分割为不可分的单子,定义同样也被分割为不可分之物。因为即使动物被分割为有灵魂的和有感觉的说明,但这绝不会进行至无限,而是我们将达到某种不再被分割为说明的事物。正如从数中即使减去或加上极微小的东西,数也不再保持不变(因为如果你从八中减去或加上一个单子,八便不再保持为八),同样,从定义中,或者从定义所针对的“所是”[本质]中,如果你减去或加上任何东西,同一事物便不再保持不变。正如必然有某种统摄数并使之成为一的事物存在,在定义和本质的情况下也是如此;而这本身——我是说那统摄数并使之成为一者——究竟是什么,那些将数称为实体的人却无法说出。他说,因为要么数不是一,而是犹如一堆,要么如果它确实是一,就必须说明是什么使多成为一。然而他们既无法说出究竟是什么使数成为一,也无法说出是什么使定义[成为一]。这是合乎情理的;因为这属于相同的理据。因为由于使他们无法说出数凭借什么而成为一的同一理据和原因,关于定义的这件事情也是由这同一原因而产生的。此外,虽然实体和本质是一是显而易见的,但并不像某些人所说的那样,是因为它是一种单子或点(因为柏拉图曾称形式为单子,称质料为二元);相反,每一个实体在现实上并在本性上是某种一,而不是在潜能上。并且正如数也不容许程度的增多(因为没有任何一个数比另一个数更是数),依形式而言的实体也不容许程度的增减,一个形式并不比另一个形式更是实体;但即使形式确实更是实体,它也应当是比依质料而言的实体更是实体,而不是比依形式而言的[另一实体]。说了这些之后,他得出结论说:关于所谓实体的生成与消灭,即这是如何可能的——复合者生成,而形式不生成——以及关于向数的归约(因为他刚才已经说明应当如何把定义归约至数),就界定到此为止吧;至于数凭借什么而成为一,以及定义和本质[凭借什么而成为一],他现在并没有说明,但将在此书接近末尾处说明,届时他说道:“关于在定义和数两方面所提到的难问”等等。
- 8.9ὅπερ, φημὶ δὴ τὸ τὸν ἀριθμὸν ἑνοῦν καὶ ἕνα ποιοῦν, τί ποτέ ἐστιν
关系代名词 ὅπερ 处于句首,作为后续动词短语 οὐκ ἔχουσιν εἰπεῖν 的宾语,属于前置先取(prolepsis)结构;其内容由紧随其后的同位语短语 τὸ τὸν ἀριθμὸν ἑνοῦν... 以及间接疑问从句 τί ποτέ ἐστιν 加以具体阐明。φημὶ δή 则是注解者为阐明要点而作的插入语。
- 8.9τοῦ γὰρ αὐτοῦ λόγου
此处为表所属的谓语性属格,省略了系动词 ἐστί,意为“属于相同的理据[说明原理]”。后文紧接着由原因从句 ἐξ οὗ γὰρ λόγου καὶ αἰτίου... 对其内容作了具体展开。
- 8.9τῆς κατὰ τὴν ὕλην οὐσίας εἴη ἂν μᾶλλον οὐσία, ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος
属格短语 τῆς κατὰ τὴν ὕλην οὐσίας 是由比较级副词 μᾶλλον 所要求的比较属格。在后半句 ἀλλ’ οὐχὶ τῆς κατὰ τὸ εἶδος 中,承前省略了名词 οὐσίας,构成了“比依质料而言的实体更是实体,而非比依形式而言的实体更是实体”的对照结构。
