← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§553.13-554.33

形式的不生成与安提斯泰尼关于定义的疑难

亚历山大阐明了亚里士多德关于形式不经生成与毁灭过程而存立、以及人工造物的形式并非实体的观点(1043b14);继而针对安提斯泰尼派将定义贬低为对复合体要素之清点的疑难,从定义的组成部分是形式之部分而非质料之部分的角度予以驳斥和解决(1043b23)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7

" Ἀνάγκη δὴ ταύτην ἢ ἀΐδιον εἶναι ἢ φθαρτήν." Ἐπειδὴ εἶπεν ὅτι τὸ εἶδός ἐστιν αἴτιον τοῦ τὴν ὕλην κινεῖσθαι καὶ ὅπερ ἐστὶ γίγνεσθαι, καὶ εἰ λέγοι τις οὐσίαν, δηλονότι τῷ εἴδει τὸ τῆς οὐσίας ὄνομα μᾶλλον ἂν συνάπτοι, λέγει ὅτι ἀνάγκη ταύτην ἢ ἀΐδιον εἶναι ἢ φθαρτὴν ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι χωρὶς τοῦ γίνεσθαι,1 τουτέστιν ἄνευ φθορᾶς φθείρεσθαι καὶ ἄνευ γενέσεως εἶναι. δέδεικται γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι τὸ εἶδος οὐδεὶς ποιεῖ οὐδὲ γεννᾷ, ἀλλὰ ποιεῖται τοδὶ τὸ εἶδος οἷον σφαῖρα, καὶ ὅλως τὸ ἐκ τούτων τοῦ τε εἴδους καὶ τῆς ὕλης. ἀλλ’ ὅτι μὲν τὸ εἶδος οὐ γίνεται δῆλον· εἰ δέ γε εἰσὶ χωρισταὶ οὐσίαι καὶ ἰδέαι, οὐδέν πω δῆλον, πλὴν ὅτι ἐπ’ ἐνίων οὐκ ἐνδέχεται ἰδέας εἶναι φανερόν· οὐ γὰρ ἔστιν αὐτοοικία οὐδὲ αὐτοκιβώτιον. ἴσως δέ, φησίν, οὐδὲ οὐσίαι εἰσὶ τὰ ὑπὸ τέχνης γινόμενα εἴδη καὶ ὅλως τὰ μὴ ὑπὸ φύσεως συνεστηκότα, ἀλλὰ μόνην ἄν τις οὐσίαν εἴποι καὶ ἀληθῶς τὴν φύσιν καὶ τὸ εἶδος τὸ ἐν τοῖς φθαρτοῖς, τουτέστι τὸ φυσικὸν εἶδος καὶ ἐν τοῖς καθ’ ἕκαστα καὶ φθαρτοῖς ὄν. εἰ δὲ οὐκ εἰσὶν οὐσίαι τὰ τεχνητὰ εἴδη, δῆλον ὡς οὐδέ εἰσιν αὐτῶν ἰδέαι· αἱ ἰδέαι γὰρ τῶν οὐσιῶν εἰσιν.

“因此,这[实体]必然或者是永恒的,或者是可毁灭的。” 在说明了形式是质料被运动以及生成其所是的真正原因,并且若有人说实体,显然更会将实体的名称与形式相联系之后,他说,这[实体]必然或者是永恒的,或者是不经毁灭过程而可毁灭、不经生成过程而已经生成的——也就是说,无消灭而消灭,无生成而存在。因为在本书的前一卷中已经表明,没有任何人制造或生成形式,而是制造诸如球体这般的具体形式,概括地说就是制造由形式与质料构成的产物。形式并不生成,这一点固然是清楚的;然而是否存在分离的实体和相,却还完全不清楚,只是显而易见在某些事物上不可能存在相;因为既没有“房屋自身”,也没有“木箱自身”。他说,或许由技艺生成的诸形式,以及概括地说凡非由自然构成的诸事物,甚至根本不是实体,人们唯一且真正会称为实体的,乃是自然以及在可毁灭事物之中的形式,亦即存在于个别和可毁灭事物之中的自然形式。如果人造形式不是实体,显而易见它们也没有相;因为相是实体的相。

§8.8

"Ὥστε ἡ ἀπορία, ἣν οἱ Ἀντισθένειοι καὶ οἱ οὕτως ἀπαίδευτοι ἠπόρουν, ἔχει τινὰ καιρόν." Δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι,2 ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· ὥστε ἡ ἀπορία καιρὸν ἔχει, ἣν οἱ Ἀντισθένειοι ἠπόρουν, λυθῆναι ἐξ ὧν εἴπομεν. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἄλλα ἐστὶ τὰ ὡς εἴδους μέρη καὶ ἄλλα τὰ ὡς ὕλης, ἐκ τούτων λυθήσεται ἡ τῶν Ἀντισθενείων ἀπορία. ἔστι δ’ αὐτῶν ἡ ἀπορία, ὅτι οὐκ ἔστιν ὁρίσασθαι, οὐδ’ ἔστιν ὁρισμός τινος. τοῦτο δὲ κατεσκεύαζον ὡδί. ἐπειδὴ γὰρ ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, ἀλλ’ ἐκ πλειόνων (τοῦτο γὰρ εἶπε λόγον μακρόν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λόγος μακρός ἐστιν, ἀλλ’ οὐχ ὡς τὸ ἄνθρωπος ὄνομα), ἐπειδὴ οὖν ὁ ὁρισμὸς οὐκ ἔστιν ὄνομα, οὐκ ἔστιν ὁρίσασθαι. λέγουσι δὲ ὅτι, ὅταν εἴπωμεν ζῷον λογικόν, σύνθετόν τι λέγομεν ἐξ ὕλης καὶ εἴδους, ὕλης μὲν τοῦ ζῴου, εἴδους δὲ τοῦ λογικοῦ, καὶ ἔτι προστεθὲν τὸ θνητὸν σύνθετον. εἰ δὲ τοῦτο, τὰ μὲν σύνθετα ἐπεξερχόμεθα καὶ οἱονεὶ ἀριθμοῦμεν πόσα τινὰ τυγχάνει, ζῷον λογικὸν λέγοντες, καὶ πάλιν ζῷον λογικὸν θνητόν, ὁρισμὸν δὲ οὔ φαμεν. λέγει δὴ ὁ Ἀριστοτέλης ὅτι ἡ ἀπορία αὕτη λύεται ἐξ ὧν εἴπομεν· ἐπειδὴ γὰρ δέδεικται ὅτι τὸ ζῷον πεζὸν δίπουν τοῦ εἴδους ἐστὶ μέρη, οὐ τῆς ὕλης, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ ζῷόν ἐστιν ὕλη τὸ δὲ λογικὸν εἶδος, ἢ πάλιν τὸ ζῷον λογικὸν ὕλη τὸ δὲ θνητὸν εἶδος; εἰ μὲν γὰρ ἦσαν τῆς ὕλης μέρη τὸ ζῷον, τὸ θνητόν, τὸ λογικόν, ἐχρῆν ταῦτα λέγειν, ὅτι τὸ ζῷον καὶ τὸ λογικὸν ὕλη ἐστί, τὸ δὲ θνητὸν εἶδος, καὶ λέγοντες ζῷον θνητὸν λέγουσι τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους· ἐπεὶ δὲ οὔκ εἰσιν ὑλικά, οὐ τὸ σύνθετον λέγουσιν, ἀλλὰ τὰ μέρη τοῦ εἴδους· ὥστε ἔστιν ὁρισμός. οὐκ ἔστιν οὖν, φασίν, ὁρίσασθαι, ἀλλὰ ὁποῖον μέν ἐστιν ἄνθρωπος ἢ βοῦς ἐνδέχεται διδάξαι, ὁρίσασθαι δὲ οὔ· οἷον ὁρίσασθαι μὲν καὶ εἰπεῖν τί ἐστιν ἄργυρος οὐχ οἷόν τε, ὁποῖον δέ, δυνατόν, οἷον ἐρωτηθέντα ὁποῖόν ἐστιν ἄργυρος, εἰπεῖν ὅτι οἷον καττίτερος. ὥστε, φασί, λόγον μὲν ἔστιν εἰπεῖν οὐσίας συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους, εἴδους δὲ ὅρον ἢ ὕλης ἐξ ὧν ἡ σύνθετός ἐστιν οὐσία οὐκ ἔστιν ἀποδοῦναι. εἰπὼν δὲ ὅτι συνθέτου ἔστιν οὐσίας ἀποδοῦναι ὁρισμόν, προσέθηκε τὸ ἐάν τε αἰσθητῆς ἐάν τε νοητῆς. ἀλλ’ ὅτι μὲν αἱ αἰσθηταὶ οὐσίαι σύνθετοί εἰσι, φανερόν· ὅτι δέ εἰσι καὶ νοηταὶ σύνθετοι, δῆλον· τὰ γὰρ μαθηματικὰ ἐξ ὕλης καὶ εἴδους εἰσίν· ὁ γὰρ νοητὸς κύκλος ἐξ ὕλης μὲν τοῦ διαστήματος, εἴδους δὲ τοῦ τοιουδὶ σχήματος. οὐχ ὡς ἀρεσκόμενος δὲ καὶ τὰ μαθηματικὰ οὐσίας εἶπεν, ἀλλ’ ἴσως καὶ τοῦτο τῶν Ἀντισθενείων λεγόντων εἴρηκεν αὐτὰ οὐσίας. τῆς μὲν οὖν συνθέτου φασὶν οὐσίας, εἴτε αἰσθητή ἐστιν εἴτε νοητή, ἔστιν ὁρισμὸν ἀποδοῦναι, ἐξ ὧν δ’ αὕτη, οὐκ ἔστιν, εἴπερ τὸ ζῷον λογικὸν καὶ ὅλως ὁ ὅρος τὶ κατά τινος σημαίνει, καὶ τὸ μέν ἐστιν εἶδος τὸ δὲ ὕλη.

“因此,安提斯泰尼派及其同类无教养者所提出的疑难,有着某种适时的机缘。” 必须在心中补出“由我们所说的事情得到解决”,以便所说的话如下:“因此,安提斯泰尼派所提出的疑难,有着由我们所说的事情得到解决的适时机缘。”因为既然已经表明,作为形式的部分与作为质料的部分是两回事,那么安提斯泰尼派的疑难便将由此得到解决。他们的疑难是:不可能进行定义,任何事物都没有定义。他们是这样确立这一点的:因为定义不是单一名称,而是由多个事物构成的(这就是他所说的“长言辞”;因为“能接受理智与知识的有死的理性动物”是长言辞,而不是像“人”这样的名称);那么,既然定义不是名称,也就不可能进行定义。他们说,每当我们说“理性动物”时,我们所说的是由质料与形式组成的某种复合体,质料是动物,形式是理性,而在加上“有死的”之后,它进一步成为复合体。如果这样,当我们说“理性动物”,进而再说“有死的理性动物”时,我们只是依次考察复合体,并在某种程度上清点它们究竟有多少个,但我们并没有陈述定义。亚里士多德于是说,这一疑难由我们所说的事情得到解决;因为既然已经表明,步行的双足动物是形式的部分而非质料的部分,那么怎么可能说动物是质料而理性是形式,或者理性动物是质料而有死是形式呢?因为如果动物、有死、理性是质料的部分,他们理当说“动物和理性是质料,有死是形式”,并且在说“有死动物”时他们陈述的是由质料与形式构成的复合体;但既然它们不是质料性的,他们所说的就不是复合体,而是形式的部分;因此,定义是存在的。因此他们说,定义是不可能的,但教导人或牛是何种性质的事物是可能的,定义却不可能;例如,定义并说明银是什么是不可能的,但说明它是何种性质的则是可能的,犹如在被问及银是何种性质时,回答说它像锡一样。所以他们说,对于由质料与形式组成的复合实体,陈述言辞是可能的,但要给出构成复合实体的形式或质料的界说,却是不可能的。在说了“能够对复合实体给出定义”之后,他补充说“无论对于可感觉的还是可理知的”。可感觉的实体是复合的,这是显而易见的;而可理知的实体也是复合的,这同样清楚;因为数学对象是由质料与形式构成的;可理知的圆由作为质料的间隔和作为形式的这样一种图形构成。他把数学对象也称为实体,并非由于他本人赞同这一点,而或许是因为这一点也是安提斯泰尼派所说的,他才称它们为实体。因此他们说,对于复合实体,无论它是可感觉的还是可理知的,都可以给出定义,但对于它由之构成的那些要素,却不可能给出定义,如果“理性动物”以及概括而言界说确实意味着以此表述彼,且一者是形式,另一者是质料的话。

语法注2 条
  1. 8.7ἄνευ τοῦ φθείρεσθαι καὶ γεγονέναι χωρὶς τοῦ γίνεσθαι

    带冠词不定式 τοῦ φθείρεσθαι 与 τοῦ γίνεσθαι 分别作介词 ἄνευ 和 χωρὶς 的宾语。现在时不定式(φθείρεσθαι、γίνεσθαι)表示变化或生成的持续过程,而完成时不定式 γεγονέναι 和形容词 φθαρτήν 则表示其既成的状态,构成了“不经生成或消灭的历时过程而瞬时实现转换”的句法对比。

  2. 8.8Δεῖ προσυπακούειν τοῦ ἐξ ὧν εἴπομεν λυθῆναι

    动词 προσυπακούειν(意为“在心中补充/默会”)带属格冠词不定式短语 τοῦ ... λυθῆναι 作为宾语。亚历山大在此指出,应将这一属格短语作为修饰词补入亚里士多德原文的 ἔχει τινὰ καιρόν(“有着某种时机”),作其说明性属格补足语,表示“有着由我们所说的事情得到解决的适当时机”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:553.13-554.33