← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§552.10-553.12

复合实体并非由要素加结合组成

亚历山大注解了亚里士多德在《形而上学》卷8第3章(1043b4)中的论断,即音节或复合实体并非由构成要素加上结合(形式)自身组合而成。他阐明结合或混合并不是与要素并列的独立成分,而是形式自身,并通过门槛和人的例子补充并解析了亚里士多德简省的语句结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6

" Οὐ φαίνεται δὴ ζητοῦσιν ἡ συλλαβὴ ἐκ τῶν στοιχείων οὖσα καὶ συνθέσεως." Δείξας ἐν τῷ τέλει τοῦ πρὸ τούτου βιβλίου ὅτι ἡ συλλαβή, ἤτοι αὐτὸ τὸ τῆς συλλαβῆς εἶδος, ἕτερόν ἐστι τῶν στοιχείων, καὶ ὅτι οὔτε στοιχεῖον ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων, πάλιν τὰ περὶ ἐκείνων διαρθροῖ, λέγων ὅτι ἡ συλλαβή, αὐτὸ τὸ τῆς συλλαβῆς φημι εἶδος, οὐκ ἔστιν ἐκ στοιχείων καὶ τῆς συνθέσεως. οὐ γὰρ ὡς τὸ μέλι καὶ τὸ ὕδωρ αὐτὰ καθ’ αὑτὰ ὄντα καὶ συνελθόντα ἀπετέλεσαν τὸ μελίκρατον, οὕτω καὶ ἡ σύνθεσις αὐτὴ καθ’ αὑτὴν οὖσα καὶ τὰ στοιχεῖα συνῆλθον καὶ ἀπετέλεσαν τὴν συλλαβήν. οὔτε δὴ οὖν ἡ συλλαβὴ ἐκ συνθέσεως ἐστι καὶ τῶν στοιχείων οὔτε ἡ οἰκία ἐκ πλίνθων καὶ συνθέσεως, ἀλλὰ τὸ εἶδος τῆς συλλαβῆς ἐστι τὸ ἀποτέλεσμα τὸ ἐκ τοῦ α β, καὶ τὸ βα ἤτοι ἡ συλλαβὴ οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ τοιαδὶ τῶν στοιχείων σύνθεσις· οὐ μὴν ἔστιν ἡ συλλαβὴ ἐκ τῆς συνθέσεως καὶ τῶν στοιχείων. οὐ γάρ ἐστι, φησίν, ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις. ὃ δὴ ἀσαφῶς ἡρμήνευται καὶ ἐλλιπῶς·1 δεῖ γὰρ προσυπακούειν τὸ τινός, τὸ δὲ ἐκ τούτων ἀντὶ τοῦ μετὰ τούτων, ἵν’ ᾖ πλῆρες τοιοῦτον ‘οὐ γὰρ ἔστιν ἡ σύνθεσις οὐδ’ ἡ μῖξίς τινος μετὰ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις.’ καὶ εἴη ἂν τὸ λεγόμενον τοιοῦτον. εἰ ἔστιν ἡ σύνθεσις ὕδατος, εἰ τύχοι, καὶ μέλιτος, οὐ συνῆλθεν ἡ μῖξις τινὶ τούτων ἢ τῷ ὕδατι ἢ τῷ μέλιτι ἢ καὶ ἀμφοῖν, καὶ ἀπετέλεσαν τὸ μελίκρατον· εἰ μὲν γὰρ ἦν ἡ μῖξις πρᾶγμά τι τῶν δυναμένων καθ’ αὑτὸ εἶναι, εἰκὸς ἦν λέγειν ὅτι μετά τινος τούτων τοῦ τε ὕδατος καὶ τοῦ μέλιτος ἢ μετὰ ἀμφοῖν συνελθοῦσα ἀπετέλεσε τὸ μελίκρατον· ἐπεὶ δὲ οὐκ ἔστιν, οὐ λέγεται τοῦτο, ἀλλὰ τὸ μελίκρατόν ἐστιν αὐτὴ ἡ μῖξις. αὐτὸς δὲ εἰς παράδειγμα καὶ σαφήνειαν τῶν λεγομένων τὸν οὐδὸν παρήγαγε λέγων οἷον εἰ οὐδὸς θέσει, οὐκ ἐκ τοῦ οὐδοῦ ἡ θέσις· τουτέστιν εἰ ἔστιν οὐδὸς ἤτοι εἰ ἔστι τὸ τοῦ οὐδοῦ εἶδος ἡ θέσις καὶ τὸ ὡδὶ κεῖσθαι, οὐκ ἐκ τοῦ οὐδοῦ [οὖν] ἡ θέσις, ἀλλὰ μᾶλλον οὗτος ἐξ ἐκείνης· ἡ τοιαδὶ γὰρ θέσις τὸν οὐδὸν εἰδοποιεῖ. οὐδὲ δή, φησίν, ὁ ἄνθρωπός ἐστι τὸ ζῷον καὶ τὸ δίπουν, ἀλλὰ τὸ ἐκ τούτων ἀποτέλεσμα, ὃ παρὰ ταῦτά ἐστιν· ταῦτα μὲν γὰρ ὕλη, τὸ δ’ ἐκ τούτων ὁ ἄνθρωπος, ὅπερ, λέγω δὴ τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείου, τί δέ ἐστι τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν ἡ οὐσία ἤτοι τὸ εἶδος,2 ὃ καὶ κυρίως οὐσίαν λέγουσιν ἐξαιροῦντες τῷ λόγῳ καὶ χωρίζοντες τὴν ὕλην. μήποτε δὲ τὸ ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσι περὶ τῶν τὰς ἰδέας λεγόντων εἴρηται,3 ὅτι ὅπερ εἶδος χωρίζοντες τῆς ὕλης καὶ καθ’ αὐτὸ εἶναι λέγοντες οὐσίαν αὐτό φασιν. εἰ δή, ὡς πολλάκις δέδεικται, τὸ εἶδός ἐστι τὸ αἴτιον τὸ κινοῦν τὴν ὕλην καὶ ποιοῦν ὅπερ ἐστί, δῆλον ὡς εἴ τις ὅλως οὐσίαν λέγοι, οὐδὲν ἄλλ’ ἢ τὸ εἶδός φησιν.

“诚然,对于探究者而言,音节显然并非由构成要素和结合构成。” 在本书的前一卷末尾,他已经证明了音节——即音节的形式本身——与构成要素不同,并且形式既不是构成要素,也不是由构成要素构成的;此时他又再次阐明有关这些事物的道理,说音节——我指的是音节自身的形式——并非由构成要素与结合构成。因为并不是像蜂蜜和水自身独立存在,聚合在一起生成了蜜水那样,结合自身独立存在,与构成要素聚合在一起生成了音节。因此,音节既不是由结合与构成要素构成的,房屋也不是由砖块与结合构成的;相反,音节的形式乃是由Α和Β所生成的结果,而ΒΑ即音节无非是构成要素的这样一种结合;音节绝不是由结合和构成要素构成的。因为他说:“结合或混合并不是由它们作为其结合或混合的那些东西构成的。”这确实表述得晦涩且有省略;因为必须在心中补出“某物的”,并把“由那些东西构成”理解为代替“与那些东西在一起”,以便完整的意思如下:“因为任何事物的结合或混合,都不是与它作为其结合或混合的那些东西在一起的。”所说的意思将是如此:假定结合是例如水与蜂蜜的结合,混合并没有与其中的某一个(无论是水还是蜂蜜,抑或两者)聚合在一起而生成蜜水。因为如果混合是能够独立存在的实物之一,那么说它与这些东西中的某一个(水与蜂蜜)或两者聚合在一起生成了蜜水,本是合情合理的;但既然它不是,人们便不这样说,而是蜜水自身就是这混合。他自己为了举例并澄清所言,引出了门槛,说“例如,如果门槛是由于位置,位置并不是由门槛产生的”;这就是说,如果有门槛,或者说如果门槛的形式是位置和以这种方式放置,那么位置并非由门槛产生,而是门槛由位置产生;因为这样一种位置赋予了门槛形式。他说:“人确实也不是动物与两足”,而是由这些产生的结果,是独立于这些之外的;因为这些是质料,而由这些产生的是人,这物——我指的是独立于动物和两足之外者——既不是构成要素,也不是由构成要素构成的。那么,独立于动物与两足之外者究竟是什么呢?是实体即形式,人们在定义公式中排除并分离质料时,也把这真正称为实体。或许“他们排除质料而称为[实体]的东西”是关于主张相论者而言的,因为他们将形式从质料中分离出来,称其自身独立存在,并称其为实体。因此,正如多次表明的那样,如果形式是运动质料并使其成为其所是的原因,那么显而易见,假若有人笼统地说实体,他所指的无非就是形式。

语法注3 条
  1. 8.6οὐ γάρ ἐστι, φησίν, ἡ σύνθεσις οὐδ’ ἡ μῖξις ἐκ τούτων ὧν ἐστι σύνθεσις ἢ μῖξις. ὃ δὴ ἀσαφῶς ἡρμήνευται καὶ ἐλλιπῶς

    亚历山大指出亚里士多德的原文语句属于省略式表达(ἐλλιπῶς),并通过补出属格补足语(τινός)和转换介词理解(将 ἐκ τούτων 释为 μετὰ τούτων)将其句法重构为完整句(πλῆρες)。亦即,他将亚里士多德“A不是由B构成”的表达,构拟并阐释为“A不是与B在一起(μετά)共同生成复合产物”。

  2. 8.6τί δέ ἐστι τὸ παρὰ τὸ ζῷον καὶ τὸ δίπουν ἡ οὐσία ἤτοι τὸ εἶδος

    这是由疑问词 τί 引导的设问(“在动物与两足之外者究竟是什么?”)及其后紧随的名词性谓语 ἡ οὐσία ἤτοι τὸ εἶδος(“实体即形式”)构成的自问自答句式(hypophora)。充当解答的名词短语直接作为系动词 ἐστι 的谓语,衔接了论证步骤。

  3. 8.6μήποτε δὲ τὸ ὃ ἐξαιροῦντες τὴν ὕλην λέγουσι περὶ τῶν τὰς ἰδέας λεγόντων εἴρηται

    副词 μήποτε 与直陈式完成时被动态动词 εἴρηται 连用,构成委婉、审慎的推测习惯用法(“或许这是就……而言的”)。εἴρηται 的主语是由中性单数定冠词 τὸ 引出的名词化关系分句(τὸ ὃ ... λέγουσι),用以指示亚里士多德的原文短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:552.10-553.12