- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:551.9-552.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德在1043a29提出的问题,即名称究竟指明形式还是复合事物,阐明了像“动物”这样的名称如何就与一者的关联而述说,以及为什么“那是其所是”(本质)仅属于形式而非复合事物本身。
" Δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει, πότερον σημαίνει τὸ ὄνομα." Ὃ ζητεῖ σαφῶς καταλέγει, οὐ λύει δὲ ὡς σαφοῦς οὔσης τῆς λύσεως. ζητεῖ γὰρ πότερον τὰ ὀνόματα τῶν συνθέτων εἰσὶ σημεῖα ἢ τῶν εἰδῶν; οἷον ἡ γραμμὴ πότερον σημαίνει ὅτι δυὰς ἐν μήκει, ὅπερ ἐστὶ τὸ σύνθετον (εἶδος μὲν γὰρ ἡ δυάς, ὕλη δὲ τὸ μῆκος, δυάδα δὲ λέγει τὴν γραμμήν, ὅτι, ὥσπερ ἐν τοῖς ἀριθμοῖς πρώτη διάστασις ἡ δυάς ἐστιν, οὕτως ἐν τοῖς μήκεσιν ἡ γραμμή), πότερον οὖν ἡ γραμμὴ τὸ ὅτι δυὰς ἐν μήκει σημαίνει, ἢ ὅτι δυὰς τὸ εἶδος μόνον; καὶ τὸ ζῷον πότερον τὸ σύνθετον δηλοῖ, ὅτι ψυχὴ ἐν σώματι ἢ ψυχή; αὕτη γὰρ οὐσία καὶ ἐνέργεια καὶ εἶδος σώματός τινος. οὕτω μὲν οὖν ζητήσας οὐ λύει, ὡς δήλου ὄντος ὅτι τὰ ὀνόματα τῶν εἰδῶν εἰσι σημαντικά, ἀλλ’ οὐ τῶν συνθέτων. ἐπειδὴ γὰρ τὸ ὄνομα σημεῖόν ἐστι τοῦ οὗ ἐστιν ὁ ὁρισμὸς δηλωτικός, οἱ δὲ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, φανερὸν ὅτι καὶ τὰ ὀνόματά τῶν εἰδῶν εἰσιν. εἰπὼν δὲ ὅτι τὸ ζῷον πότερον τῆς ψυχῆς ἐστι δηλωτικὸν ἢ τοῦ συναμφοτέρου, λέγει ὅτι εἴη δ’ ἂν καὶ ἐπ’ ἀμφοτέροις τὸ ζῷον, τουτέστι λέγεται τὸ ζῷον καὶ ἐπὶ τῆς ψυχῆς καὶ ἐπὶ τοῦ συνθέτου, ἀλλ’ οὐχ ὡς ἑνὶ λόγῳ λεγόμενον, ἀλλ’ ὡς πρὸς ἕν. ἐπειδὴ γὰρ ἔχει καὶ ἡ ψυχὴ ὀρεκτικὰς δυνάμεις, ἔχει δὲ καὶ τὸ σύνθετον, πρὸς τοῦτο ἀφορῶντες λέγομεν ἀμφότερα ζῷα. ἐπειδὴ δὲ τὴν τοιαύτην ζήτησιν, λέγω δὴ τὸ πότερον τὸ ζῷον τὴν σύνθετον οὐσίαν δηλοῖ ἢ τὴν ψυχήν, ἔγνω μηδὲν πρὸς τὰ προκείμενα συντελοῦσαν, λέγει ὅτι ἀλλὰ ταῦτα πρὸς μέν τι ἄλλο διαφέρει, τουτέστι πρὸς μὲν τὰς διαλεκτικὰς συνουσίας ὠφελεῖταί τις παρὰ τὸ γινώσκειν εἴτε τὸ σύνθετον δηλοῖ εἴτε μή, πρὸς δὲ τὴν ζήτησιν τῆς οὐσίας τῆς αἰσθητῆς οὐδέν. οὕτω δὴ ἀποπεμψάμενος τὴν τοιαύτην ζήτησιν διευθετεῖ τὰ περὶ τοῦ εἴδους, λέγων ὅτι τὸ τί ἦν εἶναι οὐκ ἐπὶ τοῦ συνθέτου λέγεται, ἀλλὰ τῷ εἴδει ὑπάρχει καὶ τῇ ἐνεργείᾳ, καὶ ἐπὶ μὲν τῶν ἁπλῶν τὸ ὕδωρ εἶναι καὶ ὕδατι ταὐτόν ἐστι, καὶ ψυχὴ καὶ ψυχῇ εἶναι, ἄνθρωπος δὲ καὶ ἀνθρώπῳ οὐ ταὐτόν,1 ἀλλ’ ἄνθρωπον εἰπόντες λέγομεν Σωκράτη καὶ Πλάτωνα καὶ ὅλως τὸ σύνθετον, ἀνθρώπῳ δὲ τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος. τὸ δὲ εἰ μὴ καὶ ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται τοιοῦτον ἄν εἴη·2 εἰ μέν, φησί, λέγει τις τὴν ψυχὴν ἄνθρωπον καὶ κατηγορεῖται τὸ ἄνθρωπος κατὰ τῆς ψυχῆς, ἐπειδὴ ψυχὴ καὶ τὸ ψυχῇ εἶναι ταὐτὸν σημαίνει, εἴη ἂν καὶ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν· εἰ δὲ μή, οὐκ ἔσται. καὶ οὕτω, φησί, τινὶ μὲν τινὶ δ’ οὔ, τουτέστιν εἰ λέγει τις ἄνθρωπον τὴν ψυχήν, ἔσται ταὐτὸν ὁ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι· εἰ δὲ ἄνθρωπον λαμβάνει τὸν σύνθετον ἐκ ψυχῆς καὶ σώματος ἤτοι τὸν ἐξ εἴδους καὶ ὕλης, οὐκ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι, ἀλλὰ τινὶ μέν, οἷον ἐπὶ τῆς ψυχῆς, ἔσται, τινὶ δέ, οἷον ἐπὶ τοῦ ἀνθρώπου τοῦ συνθέτου, οὐκ ἔσται.
“然而不应忽视的是,有时人们未曾察觉名称究竟指明两者中的哪一个。” 他清楚地列举了他所探究的问题,但并未给出解答,因为解答是显而易见的。因为他探究的是:名称究竟是复合事物的符号,还是形式的[符号]?例如,线究竟是指长度中的二,即复合事物(因为形式是二,而质料是长度,他之所以称线为二,是因为正如在数中最初的延展是二,在长度中线亦是如此)——那么线究竟是指长度中的二,抑或仅仅指作为形式的二?而动物所指明的是复合事物,即身体中的灵魂,抑或灵魂[自身]?因为灵魂才是某种身体的实体、现实与形式。在如此探究之后,他并未给出解答,因为显然名称是指明形式的,而非指明复合事物。因为既然名称是定义所指明之物的符号,而定义是属于形式的,那么显而易见名称也属于形式。但是在探讨了动物究竟是指明灵魂还是两者构成的复合事物之后,他说动物也可以适用于两者,也就是说,动物既可就灵魂而言,也可就复合事物而言,但并不是按照单一的定义公式而言,而是就与一者的关联而言。因为既然灵魂也具有欲求能力,而复合事物也具有欲求能力,正是着眼于此,我们称两者皆为动物。然而,既然他认识到这样一种探究——即动物指明复合实体还是灵魂——对当前的问题毫无助益,他便说“但这些对于别的事情是有所分别的”,也就是说,对于辩证讨论而言,了解它究竟指明复合事物与否是有益的,但对于感觉实体的探究则毫无用处。在如此打发了这种探究之后,他理顺了有关形式的道理,说“那是其所是”并非就复合事物而言,而是属于形式与现实;在单纯之物上,作为水与水是相同的,灵魂与作为灵魂也是相同的,但人与作为人却不相同,我们说到人时是指苏格拉底和柏拉图以及一般的复合事物,而说到作为人时则是指“那是其所是”与形式。至于“除非灵魂也被称为人”这句,则是这样的意思:他说,假若有人称灵魂为人,且“人”被述谓于灵魂,那么既然灵魂与作为灵魂指明同一事物,人与作为人也将是相同的;但若非如此,则不会相同。他说,正因如此,“对某一者是,对另一者则不是”,也就是说,如果有人称灵魂为人,人与作为人将是相同的;但如果将人理解为由灵魂与身体构成的复合事物,即由形式与质料构成者,人与作为人就不会相同,而是对某一者(如就灵魂而言)将是相同的,对另一者(如就复合的人而言)则不会相同。
- 8.5ἄνθρωπος δὲ καὶ ἀνθρώπῳ οὐ ταὐτόν
与格 ἀνθρώπῳ 与前文的 τὸ ὕδωρ εἶναι καὶ ὕδατι 以及 ψυχὴ καὶ ψυχῇ εἶναι 结构平行,是通过省略定冠词和 εἶναι 来指代表示本质的固定表达 τὸ ἀνθρώπῳ εἶναι(“作为人”/“人之为人”)。主格 ἄνθρωπος(作为复合体的具体之人)与与格 ἀνθρώπῳ(作为形式与本质的人)在此形成对照。
- 8.5τὸ δὲ εἰ μὴ καὶ ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται τοιοῦτον ἄν εἴη
中性单数定冠词 τὸ 将亚里士多德原文(1043b2-3)中的整个条件从句(εἰ μὴ καὶ ἡ ψυχὴ ἄνθρωπος λεχθήσεται)名词化,作为全句的主语,以 τοιοῦτον ἄν εἴη 作为谓语。这是古代注疏家引用并阐发所注文本中某一语句时的典型句式。
