- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:550.19-551.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《形而上学》1043a12,阐明现实随质料之相异而不同的道理,并结合阿尔库塔斯的定义实例,解释了仅依据质料、仅依据形式以及依据二者复合物的三种定义方式。
" Φανερὸν δὴ ἐκ τούτων ὅτι ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης.1" Ἐπειδὴ γὰρ ὕλη κρυστάλλου μὲν ὕδωρ ἐστὶν ἀλλ’ οὐ σῖτος, σωροῦ δὲ σῖτος ἀλλ’ οὐχ ὕδωρ, οἰκίας δὲ ξύλα καὶ λίθοι ἀλλ’ οὐχ ὕδωρ καὶ μέλι (ταῦτα γὰρ ὕλη τοῦ μελικράτου), δῆλον ὡς ἄλλη ἐνέργεια καὶ εἶδος ἄλλην ὕλην ἔχει καὶ ἄλλη ἄλλην, καὶ ἔμπαλιν ἄλλης ὕλης ἄλλη τυγχάνει οὖσα ἐνέργεια καὶ ἄλλης ἄλλη. τοῦ μὲν ὕδατος καὶ μέλιτος ἐνέργεια καὶ εἶδος ἡ σύνθεσις, τῶν δὲ σίτων καὶ κριθῶν μῖξις καὶ ἄλλων ἄλλη. καὶ διὰ τὸ πᾶν εἶδος φυσικόν τε καὶ τεχνητὸν ἐν ὕλῃ τὸ εἶναι ἔχειν τινὲς ὁριζόμενοι τὴν ὕλην ἀποδιδόασιν, ὥσπερ οἱ λέγοντες οἰκία ἐστὶ ξύλα καὶ λίθοι καὶ πλίνθοι, ἢ ὀργή ἐστι ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος. οἱ δὴ οὕτως ὁριζόμενοι τὴν δυνάμει οἰκίαν καὶ τὴν δυνάμει ὀργὴν ὁρίζονται· ὕλη γὰρ τῆς μὲν οἰκίας τὰ ξύλα καὶ οἱ λίθοι, τῆς δὲ ὀργῆς τὸ αἷμα, ἃ δὴ δύνανται τὰ μὲν οἰκία, τὸ δὲ ὀργὴ γενέσθαι. οἱ δὲ λέγοντες ὅτι οἰκία ἐστὶν ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, ἢ ἄλλο τι τοιοῦτον προσθέντες, τὸ εἶδος καὶ τὴν ἐνέργειαν ὁρίζονταί τε καὶ λέγουσιν. οἱ δὲ φάσκοντες ὡς οἰκία ἐστὶ ξύλα καὶ λίθοι ἀγγεῖον σκεπαστικὸν χρημάτων καὶ σωμάτων, τὴν ἐξ ὕλης καὶ εἴδους οἰκίαν ὁρίζονται. ὁ μὲν γὰρ ἐκ τῶν διαφορῶν λόγος ἐστὶν ὁ τοῦ εἴδους, ὁ δ’ ἐκ τῶν ξύλων καὶ λίθων τῆς ὕλης, ὁ δ’ ἐξ ἀμφοῖν τῆς συνθέτου οἰκίας, ὁποίας καὶ Ἀρχύτας ἀπεδέχετο τὰς ἐκ τῶν διαφορῶν καὶ τῆς ὕλης·2 ὁριζόμενος γὰρ τὴν νηνεμίαν ἔλεγεν ὅτι νηνεμία ἐστὶν ἠρεμία ἐν πλήθει ἀέρος· ὕλη μὲν γὰρ ὁ ἀήρ, εἶδος δὲ καὶ ἐνέργεια ἡ ἠρεμία. καὶ πάλιν γαλήνη ἐστὶν ὁμαλότης θαλάσσης· τὸ μὲν ὑποκείμενον ὡς ὕλη ἡ θάλασσα, ἡ ὁμαλότης δὲ τὸ εἶδος. οὕτω μὲν οὖν ἀκριβῶς καὶ θειότατα τὰ περὶ τούτων διορίσας συμπεραίνεται, λέγων ὅτι φανερόν ἔστιν ἐκ τῶν εἰρημένων τίς ἡ αἰσθητὴ οὐσία καὶ πῶς, ὅτι ἡ μέν ἐστιν ὡς ὕλη καὶ δυνάμει, ἡ δ’ ὡς τὸ εἶδος καὶ ἡ ἐνέργεια, ἡ δὲ τρίτη ἐκ τούτων.
“由此显而易见,不同的质料具有不同的现实。” 因为既然冰的质料是水而非谷物,谷堆的[质料]是谷物而非水,房屋的[质料]是木料和石头而非水与蜂蜜(因为这些是蜜水的质料),显而易见,一种现实与形式具有一种质料,另一种具有另一种,反之,对一种质料而言其现实恰好是一种,对另一种质料则是另一种。水与蜂蜜的现实和形式是结合,小麦和大麦的[现实和形式]是混合,其他事物则各有不同。并且由于一切无论是自然的形式还是人工的形式都在质料中具有其存在,某些人在下定义时给出了质料,正如那些说“房屋是木料、石头和砖块”,或者“愤怒是心脏周围血液的沸腾”的人那样。以这种方式定义的人所定义的是潜能上的房屋和潜能上的愤怒;因为木料和石头是房屋的质料,而血液是愤怒的质料,它们确实能够分别变成房屋和愤怒。而那些说“房屋是遮蔽财物和身体的容器”、或者附加了其他某种类似之物的人,则定义并指明了形式和现实。至于那些断言“房屋是作为遮蔽财物和身体之容器的木料与石头”的人,所定义的是由质料和形式构成的房屋。因为由种差得出的定义公式属于形式,由木料和石头得出的属于质料,而由两者得出的则属于复合的房屋——阿尔库塔斯亦赞同这种定义,即由种差和质料结合而成的定义。因为他在定义无风时曾说:“无风是大量空气中的静止”;空气是质料,而静止则是形式与现实。同样,“海平浪静是海面的平坦”;作为质料的底层是海,而平坦则是形式。在如此精确而极神妙地限定了关于这些事物的道理之后,他作出了结论,说由所言之事显而易见,感觉实体究竟是什么以及如何存在,即一种作为质料并在潜能上存在,另一种作为形式和现实而存在,而第三种则是由这些所构成的[实体]。
- 8.4ἡ ἐνέργεια ἄλλη ἄλλης ὕλης
通过代词 ἄλλος 的重复构成的分配/对偶表达(字面义为“一种现实属于一种质料,另一种现实属于另一种质料”),谓语部分省略了系动词 ἐστί。后文的说明 δῆλον ὡς ἄλλη ἐνέργεια καὶ εἶδος ἄλλην ὕλην ἔχει καὶ ἄλλη ἄλλην 明确展开了这一句法含义。
- 8.4ὁποίας καὶ Ἀρχύτας ἀπεδέχετο τὰς ἐκ τῶν διαφορῶν καὶ τῆς ὕλης
关系代词 ὁποίας 为阴性宾格复数,与紧随其后的同格短语 τὰς ἐκ τῶν διαφορῶν καὶ τῆς ὕλης 相应。紧接的前文中虽无明确的阴性复数名词,但在语意上补充理解表示“定义/表述”的阴性名词(如 ἀποδόσεις 等),构成同格限定结构,意为“正如阿尔库塔斯所赞同的那类[定义],即由种差与质料所构成的[定义]”。
