← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§549.6-550.18

种差的诸属与人工物形式的定义

注疏者阐释了亚里士多德关于种差诸属(过度与不足、直线与曲线等)及人工物形式的论述,指出人工物的形式严格说来虽非实体,但与实体具有类比关系,因而在定义中应当把握形式或目的而非质料复合物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3#2

ταῦτα δέ, φησί, πάντα τό τε μᾶλλον καὶ τὸ ἧττον καὶ μανὸν καὶ πυκνὸν καὶ τὰ τοιαῦτα ὑπεροχή ἐστι καὶ ἔλλειψις. εἰ δέ τι, φησίν, ἐστὶν εἰδοποιούμενον σχήματί τινι, ὥσπερ τὰ μαθηματικά (ταῦτα γὰρ τοῖς σχήμασιν εἰδοποιεῖται, ὕλη δὲ αὐτῶν τὸ μαθηματικὸν σῶμα), ἢ εἰ μὴ σχήματι ἀλλὰ λειότητι ὡς τὰ κάτοπτρα (ταῦτα γὰρ τῇ λειότητι εἰδοποιεῖται), ἢ εἰ μὴ λειότητι ἀλλὰ τραχύτητι ὡς αἱ μυλίαι λίθοι, εἰ οὖν ἐστί τινα τούτοις εἰδοποιούμενα, ταῦτα τὰ εἰδοποιοῦντα πάντα ἥ τε λειότης καὶ τὸ σχῆμα καὶ ἡ τραχύτης ἀναχθήσονται εἰς τὸ εὐθὺ καὶ καμπύλον· λεῖον γὰρ λέγεται τὸ ἐπ’ εὐθείας πως ἔχον τὰ μόρια κείμενα, τραχὺ δὲ τὸ μὴ οὕτως ἀλλὰ κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας.1 ἄλλοις δὲ πάλιν τὸ εἶναί ἐστι τὸ μεμῖχθαι, ὡς τῷ μελικράτῳ, τὸ δὲ μὴ εἶναι τὸ μὴ μεμῖχθαι. ὥστε δῆλον ὡς εἴπερ ἡ οὐσία καὶ τὸ εἶδος αἴτιόν ἐστι τοῦ εἶναι ἕκαστον τοῦθ’ ὅπερ ἐστίν, ἐν τούτοις ζητητέον τί τὸ αἴτιον τοῦ εἶναι ἕκαστον· οἷον εἰ ζητοίη τις τί τὸ αἴτιον τοῦ τὸ κάτοπτρον εἶναι τοῦθ’ ὅπερ ἐστίν, ἐν τῷ εὐθεῖ καὶ καμπύλῳ καὶ τοῖς λοιποῖς ζητείτω καὶ εὑρήσει ἓν ἐκ τούτων ὅτι αἴτιον· ἓν γὰρ ἐκ τούτων αἴτιόν ἐστι τοῦ εἶναι τὸ κάτοπτρον τοῦθ’ ὅπερ ἐστί, τὸ εὐθύ· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰπὼν δὲ ὅτι εἴπερ ἡ οὐσία αἰτία τοῦ εἶναι ἕκαστον ἐν τούτοις ζητητέον, λέγει ὅτι οὐσία μὲν οὖν οὐδὲν τούτων, λέγων τὴν λειότητα τὴν τραχύτητα τὸν οὐδόν, οὐχὶ τὸ ξύλον (τοῦτο γὰρ δῆλον ὅτι οὐσία ἐστίν) ἀλλὰ τὸ τοῦ οὐδοῦ εἶδος. εἰ γὰρ ἦν οὐσία τὸ εἶδος τοῦ οὐδοῦ, οὐκ ἂν μετατεθεὶς εὐθὺς ἀπέβαλε τὸ εἶναι οὐδός, μηδὲν παθὼν ἀλλὰ μόνον τὸ μεταπεσεῖν ἀφ’ οὗπερ ἔκειτο.2 οὔτε οὖν καθ’ αὑτὸ τὸ τοῦ οὐδοῦ εἶδος νοούμενον ἐστιν οὐσία, οὔτε συνδυασθὲν μετὰ τοῦ ξύλου. ὁμοίως δὲ πᾶν τεχνητὸν εἶδος οὐκ ἔστιν οὐσία. ὅμως δέ, φησίν, ἐπειδὴ ἀναλογίαν ἔχουσι πρὸς τὰς οὐσίας (ὃν γὰρ λόγον ἔχει τὸ ἀνθρώπειον εἶδος καὶ ἵππειον πρὸς τὴν ὑποκειμένην αὐτοῖς ὕλην, τοῦτον ἔχει καὶ ἡ τοιαδὶ θέσις, τοῦτο δ’ ἐστὶ τὸ τοῦ οὐδοῦ εἶδος, πρὸς τὸ ὑποκείμενον αὐτῷ ξύλον καὶ τὸ τοῦ ἀνδριάντος πρὸς τὸν χαλκὸν καὶ τὸ τοῦ κατόπτρου πρὸς τὸν σίδηρον· ὁμοίως δὲ καὶ τὰ λοιπὰ πρὸς τὰ ὑποκείμενα αὐτοῖς ἔχει), ἐπειδὴ οὖν τὸν αὐτὸν ἔχουσι λόγον, ὥσπερ ἐπὶ τῶν οὐσιῶν τοὺς ὁρισμοὺς ἀποδιδόντες οὐ τὸ σύνθετον ὁριζόμεθα ἀλλὰ τὸ εἶδος, οὕτω χρὴ καὶ ἐπὶ τούτων ποιεῖν καὶ ὁρίζεσθαι μὴ τὰ σύνθετα ἀλλὰ τὰ εἴδη. διὸ εἰ οὐδὸν δέοι ὁρίσασθαι, τὸ εἶδος αὐτὸ τοῦ οὐδοῦ ὁριστέον, καὶ οἰκίας οἷον ὅτι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ πνευμάτων. ἐπ’ ἐνίων δέ, φησίν, οὐ τὸ εἶδος ὁρίζεται ἀλλὰ τὸ οὗ ἕνεκα, οἷον εἰ λέγοιμεν ὅτι κιβώτιόν ἐστιν ἀγγεῖον χρημάτων φυλακτικόν, τὸ οὗ ἕνεκα ἀποδεδώκαμεν· ἕνεκα γὰρ τοῦ τὰ χρήματα φυλάττεσθαι τὸ κιβώτειον εἶδος τῇ τοιᾳδὶ ὕλῃ ὁ τεχνίτης περιτέθεικε. τοῦτο δὴ θεὶς μεταξὺ πάλιν λέγει ὅτι εἰ δὲ κρύσταλλον ὁριζόμεθα ἐροῦμεν ὕδωρ πεπηγὸς ἢ πεπυκνωμένον ὡδί, εἰ δὲ συμφωνίαν, εἴποιμεν ἂν ὅτι συμφωνία μῖξίς ἐστι τοιαδὶ ὀξέων καὶ βαρέων φθόγγων. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια τοιαύτη τις ἂν εἴη. ἡ δὲ λέξις ἡ ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ, καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐνέργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα ἔχει τινὰ ἀσάφειαν.3 ὃ δὲ λέγει τοιοῦτον ἂν εἴη. οὐδὲν τούτων οὐσία ἐστὶν οὐδὲ συνδυαζόμενον τῇ ὕλῃ· ὅμως ἐν ἑκάστῳ τούτων ἤτοι τοῦ οὐδοῦ καὶ τῶν ἄλλων τὸ ἀνάλογόν ἐστι, τουτέστιν ἔχουσιν ἀναλογίαν πρὸς τὰς οὐσίας, καὶ ὥσπερ ἐν ταῖς οὐσίαις τὸ κατηγορούμενον τῆς ὕλης οὐδὲν ἕτερόν ἐστιν ἢ αὐτὴ ἡ ἐνέργεια, τουτέστιν αὐτὸ τὸ εἶδος, ὃ δὴ καὶ ὁριζόμεθα (τοῦτο γὰρ δεῖ προσυπακούειν), οὕτω καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς, τοῖς μὴ οὐσιῶν οὖσιν ἀλλὰ τεχνητῶν, τὰ εἴδη ὁριστέον.

并且他说,所有这些——“更多”与“更少”、稀疏与浓密以及诸如此类的事物——都是过度与不足。并且他说,如果某物是由某种构型赋予形式的,如数学对象(因为它们是由构型赋予形式的,而它们的质料则是数学物体),或者如果不是由构型而是由光滑赋予形式的,如镜子(因为它们是由光滑赋予形式的),或者如果不是由光滑而是由粗糙赋予形式的,如磨石——那么如果有某些事物是由这些赋予形式的,所有这些构成形式者——光滑、构型与粗糙——都将被归结为直线与曲线;因为“光滑”是指其各部分以某种方式处于直线上之物,而“粗糙”则是指并非如此、而是具有某些凹陷或总体而言具有曲折与不平整之物。而对另一些事物而言,存在又是在于被混合,如蜜水,而不存在则在于未被混合。因此显而易见,既然实体与形式是各事物之所以是其所是的原因,便应当在这些[种差]中探求各事物存在的原因究竟为何;例如,如果有人探求镜子之所以是其所是的原因是什么,让他去在直线、曲线及其余事物中探求,他就会发现其中之一乃是原因;因为其中之一乃是镜子之所以是其所是的原因,即直线;其余事物亦同样如此。在说了如果实体是各事物存在的原因就必须在这些之中探求之后,他又说,所有这些实际上都不是实体——他指的是光滑、粗糙、门槛,而不是木料(因为木料显然是实体),而是门槛的形式。因为如果门槛的形式是实体,〔门槛〕在被移换位置时便不会仅仅除了离开其原来安放之处以外什么都没遭受,就立刻丧失作为门槛的存在。因此,门槛的形式无论是就其自身被构想,还是与木料结合在一起,都不是实体。同样,一切人工的形式都不是实体。然而他说,既然它们对实体具有类比关系(因为人类形式与马的形式对其底层的质料具有怎样的比例关系,这般的位置——亦即门槛的形式——对其底层的木料,以及雕像的形式对青铜、镜子的形式对铁,也就具有怎样的比例关系;其余事物对其底层亦同样如此),那么既然它们具有相同的比例关系,正如在实体的情形中我们给出定义时不是去定义复合物而是去定义形式一样,在这些事物上也应当这样做,去定义形式而不是复合物。因此,如果需要定义门槛,就必须定义门槛的形式本身;对于房屋,例如应当定义为遮挡风雨的遮蔽物。但他又说,在某些事物上,被定义的不是形式而是目的;例如如果我们说箱子是保存财物的容器,我们便给出了目的;因为为了使财物得到保存,工匠才将箱子的形式赋予给这般的质料。在中间插入了这一点之后,他又说,如果我们定义冰,我们将说是以这般方式冻结或浓密化的水;如果定义协和音,我们也许会说协和音是高音与低音的这般混合。其余事物亦按同样的方式。所言之意大概就是如此。然而,“但是各物中的类比者,以及正如在实体中质料的述词乃是现实本身,在其他定义中亦最为如此”这句文句却包含着某种含混。他的意思大概是这样的:这些事物即使与质料结合在一起,也绝不是实体;然而在它们每一者中——即在门槛及其他事物中——存在着类比者,也就是说它们对实体具有类比关系,并且正如在实体中质料的述词非他,正是现实本身——即我们所定义的形式本身(因为必须补充理解这一点)——在其他非实体的、而是人工之物的定义中,亦必须定义其形式。

语法注3 条
  1. 8.3τραχὺ δὲ τὸ μὴ οὕτως ἀλλὰ κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας

    承前句中的分词 ἔχον(τὸ ἐπ’ εὐθείας πως ἔχον τὰ μόρια κείμενα),在后半句中省略了动词分词,需补充 ἔχον 以支配宾格短语 κοιλότητάς τινας ἢ ὅλως καμπυλότητας καὶ ἀνωμαλίας。

  2. 8.3μηδὲν παθὼν ἀλλὰ μόνον τὸ μεταπεσεῖν ἀφ’ οὗπερ ἔκειτο

    名词化不定词 τὸ μεταπεσεῖν 作为分词 παθών 的宾语(或内动宾语),与 μηδέν 并列构成排除性对置(“除了……之外未遭受任何变化”)。

  3. 8.3ἡ δὲ λέξις ἡ ὅμως δὲ τὸ ἀνάλογον ἐν ἑκάστῳ, καὶ ὡς ἐν ταῖς οὐσίαις τὸ τῆς ὕλης κατηγορούμενον αὐτὴ ἡ ἐνέργεια, καὶ ἐν τοῖς ἄλλοις ὁρισμοῖς μάλιστα ἔχει τινὰ ἀσάφειαν.

    引自亚里士多德原文(1043a4-7)的疑难句整体被阴性冠词 ἡ 修饰作为同位语,与 λέξις 共同构成主语,谓语为 ἔχει τινὰ ἀσάφειαν。亚历山大在后文指出需补充省略的动词(τοῦτο γὰρ δεῖ προσυπακούειν)来梳理此句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:549.6-550.18