- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:54.1-55.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解《形而上学》987b25–987b29,阐明毕达哥拉斯派将不定者设为单一者而柏拉图将其设为二元(大与小)的区别,并说明柏拉图将数与事物分离并引入理念的原因在于辩证法与概念推论的探究。
" Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι, τὸ δ’ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τοῦτο ἴδιον." Εἰπὼν τίνα παραπλησίως ᾤετο Πλάτων τοῖς Πυθαγορικοῖς, προστίθησι πάλιν καὶ ἐν τίσι διηνέχθη, ὅτι ἐκεῖνοι μὲν ἓν τὸ ἄπειρον καὶ μίαν τινὰ φύσιν ἔθεντο, τοῦτο δὲ ἦν ὑποκείμενον καὶ ὑλικὸν αὐτοῖς· (ἔστι δὲ τοῦτο ὁ ἄρτιος ἀριθμός· ἓν γὰρ τῷ εἴδει τὸ ἄρτιον· τὸ γὰρ εἰς ἴσα διαιρούμενον), Πλάτων δὲ δυάδα ἐποίει, τὸ ὑποκείμενον καὶ τὸ ἄπειρον λέγων, καθὸ μὴ εἰδοποιεῖται καθ’ αὑτό· μέγα γὰρ καὶ μικρὸν καὶ ὑπεροχὴν καὶ ἔλλειψιν· ἐν τούτοις γὰρ εἶναι τὴν τοῦ ἀπείρου φύσιν, ἃ ἦν αὐτῷ ἡ ὑλικὴ αἰτία. οὐ ταὐτὸν δὲ τῷ εἴδει τὸ μέγα τῷ μικρῷ, οὐδὲ ἡ ὑπεροχὴ τῇ ἐλλείψει· ἐναντία γὰρ ὥστε οὐχ ἕν. τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ τὸ γὰρ ἄπειρον,1 ὃ κατ’ αὐτὸν ἐκ μεγάλου γίνεται καὶ μικροῦ· τοῦτο γὰρ τὸ ἐν τῇ λέξει κατάλληλον. ἔτι Πλάτων μὲν τοὺς ἀριθμοὺς ἔξω τῶν αἰσθητῶν ἀπέλιπεν, οὐχ ὡς ὕλην αὐτοὺς τοῖς οὖσιν ὑποβάλλων, οὐδὲ οὕτως αὐτῶν αἰτίους τιθεὶς αὐτούς· οἱ δὲ Πυθαγορικοὶ τὰ πράγματα καὶ τὰ ὄντα ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι, ἐξ ὧν εἵπετο αὐτοῖς τὸ πάντα τὰ ὄντα ἀριθμοὺς λέγειν. διαφέρουσι δὲ ἀλλήλων καὶ ὅτι Πλάτων μὲν τὰ μαθηματικὰ μεταξὺ τῶν αἰσθητῶν καὶ τῶν ἰδεῶν ἔθετο, οἱ δὲ Πυθαγορικοὶ οὐδαμῶς.
“然而,把不定者设立为二元而不是单一者,并且把不定者设立为出于大与小,这是他独有的。” 在说明了柏拉图在哪些方面持有与毕达哥拉斯派相近的观点之后,他又补充指出了在哪些方面存在分歧:毕达哥拉斯派把不定者设立为一且为某种单一的本性,这在他们看来就是底层物和质料性的东西——(这就是偶数;因为偶数在形式上是单一的,即被分为相等之物的东西)——而柏拉图则将其设立为二元,就其自身不被赋予形式而言谈论底层物和不定者,也就是大与小、过度与不足;因为不定者的本性就在于这些之中,这些对他来说构成了质料原因。大在形式上并不与小相同,过度也不与不足相同;因为它们是相反者,所以不是单一者。而他说“并且不定者”,是用来代替“因为不定者”,按照他的看法不定者是由大与小生成的;因为这才是文句中句法上连贯的读法。此外,柏拉图将数留在了可感事物之外,既没有将数作为质料归置于存在之物底下,也没有以那种方式将它们设立为存在之物的原因;而毕达哥拉斯派则说具体事物和存在之物是由数构成的,由此便归结为他们把所有存在之物都称为数。他们彼此的不同还在于,柏拉图将数学对象置于可感事物与理念之间,而毕达哥拉斯派则绝非如此。
"Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμοὺς παρὰ τὰ πράγματα ποιῆσαι, καὶ μὴ ὥσπερ οἱ Πυθαγορικοί, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἐγένετο σκέψιν." Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νῦν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως Πλάτων τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ τούτους ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἐτίθετο· διὰ γὰρ τὴν ἐν τοῖς λόγοις ἐξέτασιν, φησί, καὶ τὴν διαλεκτικήν, ἧς οἱ πρότεροι ἔτι ἦσαν ἄγευστοι. τοῦ δὲ ἀκολούθου θεωρητικὸς γενόμενος Πλάτων καὶ διαιρέσει τε συνεθισθεὶς ἐκ διαλεκτικῆς χρῆσθαι καὶ ὁρισμοῖς (ἄμφω γὰρ ταῦτα τοῦ διαλεκτικοῦ) ἦλθεν εἰς ἐπίνοιαν διὰ τούτων τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ ὑπολαμβάνειν2 εἶναί τινας ἄλλας φύσεις παρὰ τὰ αἰσθητά. ἥ τε γὰρ διαίρεσις ἡ μὲν τῶν γενῶν τε καὶ εἰδῶν οὐκ αἰσθητῶν, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσίς ἐστι τῶν αἰσθητῶν εἰς τὰ στοιχεῖα καὶ τὰς ἀρχάς, ἃ οὐκ αἰσθητά. οὐ γὰρ ταὐτὸν τῶν αἰσθητῶν ἕκαστον τῷ καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τοιούτῳ· οὔτε γὰρ τὸ τεχνητὸν τῇ τέχνῃ οὔτε τὸ φυσικὸν τῇ φύσει. ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε ἢ τοιοῖσδε εἶναι, ὁμοίως δὲ καὶ αἱ ἰδέαι, εἴη ἂν κεχωρισμένα αὐτῶν. ἀλλὰ καὶ οἱ ὁρισμοὶ οὐκ αἰσθητῶν· οὐ γὰρ τῶν καθ’ ἕκαστα ἀλλὰ τῶν καθόλου. διὰ τούτων οὖν τῶν διαλεκτικῶν θεωρημάτων συνήθης ἐγένετο τῇ τῶν νοητῶν θεωρίᾳ. τὸ δὲ ἓν οὐσίαν μὲν καὶ φύσιν τινὰ καὶ αὐτὸς ἔλεγε καθ’ αὑτήν, ὥσπερ κἀκεῖνοι· ἀλλ’ ἐκεῖνοι μὲν τὰ πράγματα ἔκ τε τούτου καὶ τῶν ἄλλων ἀριθμῶν ἐγέννων, ὁ δὲ Πλάτων οὔ.
“因此,把一和数设立在事物之外,而不是像毕达哥拉斯派那样,以及形式的引入,都是由于在命题与论辩中的考察。” 在说明了他们意见不一的诸点之后,他现在说明了原因,即柏拉图为何没有像毕达哥拉斯派那样把数设立为存在之物的始基,而是把这些数也从可感事物中分离出来,并将理念设立为在可感实体之外的某种别的实体和本性:他说,这是由于在论据中的考察和辩证法,先辈们对此尚无体验。柏拉图成了逻辑推论的观察者,并习惯于从辩证法出发运用划分与定义(因为这两者都属于辩证法家),通过这些途径便产生了一种构想,即把某些事物从可感事物中分离出来,并设想在可感事物之外存在着某种别的本性。因为划分一方面针对非可感的属与种,另一方面若是针对可感事物,则是把可感事物分析为它们的元素与始基,而这些始基并非可感之物。因为每一个可感事物并不等同于它借以成其为如此这般的那个东西;人工物既不等同于技艺,自然物也不等同于自然。因此,如果数也是可感事物成其为这样或那样的事物的原因,理念同样也是如此,它们也应当是与可感事物相分离的。而且定义也不是针对可感事物的;因为定义不是针对个别事物,而是针对普遍者。因此,通过这些辩证定理,他熟习了对理知之物的观照。然而关于一是实体并且其自身就是某种本性,他自己正如他们一样是这样主张的;但是他们是由这一和其余诸数生成具体事物的,柏拉图则不然。
- 1.52τὸ δὲ ἄπειρον εἶπεν ἀντὶ τοῦ τὸ γὰρ ἄπειρον
对引文(lemma)中连词δέ表解释说明功能的构文注解,将其视为相当于γάρ。亚历山大解释道,亚里士多德的分句τὸ δ’ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ解释了为何柏拉图将其设为二元(因为不定者由大与小生成)。
- 1.53ἦλθεν εἰς ἐπίνοιαν διὰ τούτων τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ ὑπολαμβάνειν
带冠词的不定词属格 τοῦ χωρίζειν ... καὶ ὑπολαμβάνειν 作为说明性属格(同位属格)依附于名词 ἐπίνοιαν,具体阐明构想的内容,构成“达到了……将某些事物分离并假定……的构想”。
