- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:547.29-549.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德由质料的实体性转向可感觉实体的形式这一论证进程,说明了他对德谟克利特三种种差说的批判,并解释了结合、位置、时间、性质与浓淡等构成事物形式与本质(是其所是)的多种种差。
" Ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη ὁμολογεῖται οὐσία εἶναι." Καὶ γὰρ δέδεικται. ἢ λέγοι ἂν ὅτι ἐπειδὴ ἡ μὲν ὡς ὑποκειμένη καὶ ὡς ὕλη οὐσία, ἥτις πάντα ἐστὶ δυνάμει, ὁμολογεῖται παρὰ πάντων καὶ λέγεται καὶ ἔγνωσται (πάντες γὰρ τὴν ὑλικὴν αἰτίαν εἶπον καὶ μνείαν αὐτῆς πεποιήκασιν οἱ φυσικοί, τῆς δὲ εἰδικῆς οὐδεὶς ἐφρόντισεν, ἢ ἐπ’ ὀλίγον), λοιπόν ἐστιν εἰπεῖν καὶ περὶ τῆς ἐνεργείᾳ οὐσίας τῶν αἰσθητῶν, τίς ἐστιν· ἐνεργείᾳ οὐσίαν τῶν αἰσθητῶν λέγων τὸ ἑκάστου εἶδος. καὶ πρῶτον, ὡς ἔθος αὐτῷ, τὰς τῶν παλαιοτέρων ἃς εἶχον περὶ τοῦ εἴδους δόξας ἐπισκέπτεται, καὶ οὕτω τὸ οἰκεῖον τίθησι βούλημα. λέγει δὴ ὅτι Δημόκριτος μὲν τὸ μὲν ὑποκείμενον καὶ τὴν ὕλην ἓν ἔλεγε (τὰς γὰρ ἀτόμους ὑπετίθετο ὡς ὑλικὰ αἴτια), εἰδοποιοὺς δὲ διαφορὰς τρεῖς, τὸν ῥυσμὸν ὅ ἐστι σχῆμα, καὶ τὴν τροπὴν ὅ ἐστι θέσις, καὶ τὴν διαθιγὴν ὅ ἐστι τάξις. θεὶς οὖν τοῦτο εὐθὺς ἐλέγχει αὐτὸν ὡς οὐ καλῶς οἰόμενον τρεῖς μόνας εἶναι τὰς εἰδοποιοὺς διαφοράς. φαίνονται γάρ, φησίν, ὅτι οὐ μόνον αἱ παρ’ αὐτοῦ λεγόμεναι διαφοραί εἰσιν,1 ἀλλὰ καὶ ἄλλαι πλείους αἵπερ οὐκ ἀνάγονται ὑπὸ τὰς Δημοκρίτου διαφοράς, οἷον τὸ μὲν μελίκρατον, φησί, συνθέσει τοῦ ὕδατος καὶ τοῦ μέλιτος εἰδοποιεῖται, καὶ ἔστιν ἡ σύνθεσις εἰδοποιὸς τοῦ μελικράτου, ἥτις σύνθεσις οὔτε σχῆμά ἐστιν οὔτε τάξις οὔτε θέσις. ἄλλο γὰρ θέσις καὶ ἄλλο σύνθεσις· θέσις μὲν γὰρ λέγεται ὅταν ἄνω ἢ κάτω κέηται ἢ ἐπ’ εὐθείας ἢ ἄλλως πως, σύνθεσις δὲ ὅταν ἕτερά τινα ἅμα συγκραθῶσιν, ἕτερα δὲ ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ὅτι δὲ σύνθεσίς ἐστιν ἐν τῷ μελικράτῳ δῆλον· ἐπειδὴ γὰρ σύνθετόν ἐστι, δῆλον ὡς ἔστιν ἐν αὐτῷ σύνθεσις. τὰ μὲν οὖν συνθέσει εἰδοποιεῖται τὰ δὲ δεσμῷ· τοῦ γὰρ φακέλου εἶδος ὁ δεσμός ἐστιν· τὰ δὲ εἰδοποιεῖται κόλλῃ, ὡς τὸ κοντάκιον ἢ καὶ τὸ βιβλίον, τὰ δὲ γόμφῳ, ὡς τὸ κιβώτιον· τὰ δὲ γόμφῳ ἅμα καὶ δεσμῷ καὶ ὅλως ἐν πλείοσιν. τὰ δὲ εἰδοποιεῖται θέσει ὥσπερ ὁ οὐδὸς καὶ τὸ ὑπέρθυρον· τούτων γὰρ εἶδος ἡ τοιαύτη θέσις ἐστίν. εἰ γὰρ οὐδὸς τεθείη ἔνθα τὸ ὑπέρθυρον κεῖται, καὶ τὸ ὑπέρθυρον ὅπου ὁ οὐδός, γενήσεται τὸ μὲν ὑπέρθυρον οὐδὸς καὶ ὁ οὐδὸς ὑπέρθυρον, ὥστε τῇ τοιᾳδὶ θέσει καὶ τῷ ὡδί πως κεῖσθαι εἰδοποιεῖται. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἄν τεθὲν ἄλλως ἢ ὡς κεῖται ἀπέβαλε τὸ οὐδὸς εἶναι·2 ὥστε εἶδός ἐστι τοῦ οὐδοῦ ἡ τοιαδὶ θέσις. τὰ δὲ εἰδοποιεῖ ὁ χρόνος, τό τε δεῖπνον καὶ τὸ ἄριστον· ταῦτα γὰρ τῷ χρόνῳ μόνῳ διαφέρει. τὰ δὲ εἰδοποιεῖται τῷ τόπῳ, ὡς τὰ πνεύματα· ἀπὸ γὰρ τῶν τόπων ἐξ ὧν πνέουσιν, οἱ μὲν λέγονται ἀπαρκτίαι οἱ δὲ νότοι, ἄλλοι δὲ ζέφυροι καὶ ἄλλοι ἀπηλιῶται. κατὰ γὰρ τὴν ὕλην ἀδιάφοροι τυγχάνουσιν· ὕλη γὰρ παντὸς ἀνέμου ἡ ξηρὰ ἀναθυμίασις, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. τὰ δὲ εἰδοποιεῖται ταῖς αἰσθηταῖς ποιότησι, σκληρότητι μαλακότητι καὶ τοῖς ὁμοίοις· καὶ τὰ μὲν ἐνίοις τούτων (καὶ γὰρ τὸ ὕδωρ ὑγρότητι καὶ ψυχρότητι), τὰ δὲ καὶ ἐν πλείοσι, καὶ ὅλως ὑπεροχῇ καὶ ἐλλείψει. ἡ μὲν γὰρ μάνωσις ὑπεροχή τις, ἡ δὲ πύκνωσις ἔλλειψίς τις. ὥστε, φησί, δῆλον ὅτι καὶ τὸ ἔστιν ἤτοι τὸ εἶναι ἑκάστῳ καὶ τὸ εἶδος αὐτοῖς τοσαυταχῶς λεχθήσεται· εἶδος γὰρ οὐδοῦ καὶ τὸ εἶναι οὐδῷ τὸ οὕτως αὐτὸν κεῖσθαί ἐστι, καὶ τὸ κρυστάλλῳ εἶναι τὸ οὕτω πεπυκνῶσθαι. καὶ ἁπλῶς πᾶσι τούτοις τὰ μὲν ὁρισθήσεται τῷ ὡδὶ μεμῖχθαι, ὥσπερ τὸ μελίκρατον, τὰ δὲ τῷ ὡδὶ δεδέσθαι3 ὡς φάκελος καὶ χείρ· ταύτῃ γὰρ τὸ εἶναί ἐστι τῷ ὡδὶ δεδέσθαι· καὶ τὰ λοιπὰ ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι δεῖ λαβεῖν τὰ τῶν διαφορῶν γένη· αὗται γὰρ ἀρχαὶ καὶ αἰτίαι ἔσονται ἑκάστοις τοῦ εἶναι τοῦθ’ ὅπερ εἰσίν, οἷον τοῖς μὲν ἀρχὴ ἔσται εἰδοποιὸς τὸ μᾶλλον, ὥσπερ Θαλῆς ἔλεγεν ὅτι τὸ ὕδωρ μᾶλλον μανωθὲν γίνεται ἀὴρ καὶ ἔτι μᾶλλον πῦρ.
“既然作为底层以及作为质料的实体被公认为[实体]。” 因为这确实已被证明。或者他的意思也许是:既然作为底层以及作为质料的实体——它在潜能上是一切事物——受到众人的公认、述说与认知(因为所有的自然哲学家都谈及质料因并提及了它,而对于形式因却无人过问,或仅稍加涉猎),那么接下来便该论述可感觉事物的现实实体究竟为何——他将可感觉事物的现实实体称为各自的形式。并且,依其一贯的习惯,他首先考察较早的思想家们关于形式所持有的见解,从而提出他自己的意图。他于是说,德谟克利特主张底层与质料是单一的(因为他将原子设定为质料因),而构成形式的种差有三种:构型(即形状)、转变(即位置)以及接触(即秩序)。在提出此说之后,他随即驳斥了他,指出他认为构成形式的种差仅有三种是不恰当的。因为他说,显而易见不仅存在着由他所陈述的那些种差,而且还存在更多不能被归结到德谟克利特的诸种差之下的其他种差:例如他说,蜜水是由水与蜂蜜的结合而被赋予形式的,这一结合乃是蜜水的构成形式者,而这一结合既不是形状,亦不是秩序,也不是位置。因为位置是一回事,结合是另一回事:位置是指当某物处于上方或下方、或在直线上、或以某种其他方式安置时所言之物;而结合则是指某些不同的事物同时混和在一起,即在形式上或在数目上不同的事物发生混和。蜜水之中存在结合,这是显而易见的;因为既然它是复合物,显然其中存在结合。因此,有些事物是由结合而被赋予形式的,有些则是由捆绑而被赋予形式的;因为一捆物的形式便是捆绑。有些事物是由胶水赋予形式的,如卷轴乃至书本;有些事物是由木栓赋予形式的,如箱子;有些事物则同时由木栓与捆绑、乃至总体而言由多种手段赋予形式。另有些事物是由位置而被赋予形式的,如门槛和过梁;因为对它们而言,此种位置便是其形式。因为如果门槛被置于过梁所在之处,而过梁被置于门槛所在之处,那么过梁就会成为门槛,门槛就会成为过梁,因此它是通过这般的位置以及这般的安放方式而被赋予形式的。因为如果不是这样,它在以不同于其所安放的方式被放置时,便不会丧失作为门槛的存在;因此,这般的位置乃是门槛的形式。还有些事物是由时间赋予形式的,例如晚餐与早餐;因为它们仅因时间而不同。有些事物是由地点赋予形式的,例如风;因为根据它们吹来的地点,有些被称为北风,有些被称为南风,另一些被称为西风,还有一些被称为东风。因为按质料而言,它们并无差别;正如在《气象学》中所证明的那样,一切风的质料皆是干燥的蒸发物。还有些事物是由可感觉的性质——硬、软以及诸如此类的性质——赋予形式的;有些是由这些性质中的某几种(水亦是由湿和冷),有些则是由更多性质,总体而言是由过度与不足赋予形式的。因为稀疏是某种过度,而浓密是某种不足。因此他说,显而易见,“存在”即各自的“是其所是”以及它们的形式,亦将以同样多的方式被表述;因为门槛的形式以及门槛的存在,就在于它被这般安放,而冰的存在就在于它被这般凝固浓密。并且简而言之,在所有这些事物中,有些将通过以这般方式混合而被定义,如蜜水;有些则将通过以这般方式捆扎而被定义,如一捆物或手(因为对于它而言,存在就在于以这般方式被捆扎);其余事物亦同样如此。在说了这些之后,他说必须把握诸种差的属;因为这些将成为各事物之所以是其所是的原理与原因,正如对某些事物而言,“更多”将成为构成形式的原理,犹如泰勒斯所说,水变得更稀疏时便成为气,进一步[稀疏时]便成为火。
- 8.3φαίνονται γάρ, φησίν, ὅτι οὐ μόνον αἱ παρ’ αὐτοῦ λεγόμεναι διαφοραί εἰσιν
在句法上,第三人称复数动词 φαίνονται 破格地接有 ὅτι 从句。这是无人称结构 φαίνεται ὅτι(显而易见……)与从属分句主语(αἱ διαφοραί)的复数格发生牵引混杂而成的结构,应理解为“显而易见……”。
- 8.3οὐκ ἄν τεθὲν ἄλλως ἢ ὡς κεῖται ἀπέβαλε τὸ οὐδὸς εἶναι
分词 τεθέν 起着相当于条件从句(εἰ ἐτέθη)的假设分词作用,与主句中的与过去事实相反/潜在结论(ἄν + 不定过去时直陈式 ἀπέβαλε)搭配:“若以不同于其所安放的方式被放置,它便[不会]丧失作为门槛的存在”。
- 8.3καὶ χείρ· ταύτῃ γὰρ τὸ εἶναί ἐστι τῷ ὡδὶ δεδέσθαι
配合写本中的短语 καὶ χείρ(以及手),随后的 ταύτῃ γὰρ τὸ εἶναί ἐστι τῷ ὡδὶ δεδέσθαι 解释道“因为对于这[手]而言,存在就在于以这般方式被捆扎(连结)”。与格 ταύτῃ 作为与 τὸ εἶναι 连用的属格性/参照与格,带冠词的不定式 τῷ ὡδὶ δεδέσθαι 则充当界定其本质的表语。
