- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:546.11-547.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德论证质料亦是实体之段落(1042a32–1042b7),亚历山大阐释了质料作为底层持存的类比,分析了生成与毁灭同其余诸变化(位置运动、性质改变、增减)在质料随伴关系上的对应,并说明了关于单全生成与非单全生成的区别在《自然学》中的相关论述。
" Ὅτι δ’ ἐστὶν οὐσία καὶ ἡ ὕλη δῆλον." Εἰπὼν ὅτι οὐσία ἐστὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ τὸ ἐκ τούτων, δείκνυσιν ἐκ τῆς τῶν ὁμολογουμένων οὐσιῶν ἀναλογίας ὅτι ἡ ὕλη οὐσία ἐστίν. ὥσπερ γὰρ οὐσίαν φαμὲν τὸν Σωκράτην ὅτι ὑπόκειται ταῖς ἀντικειμέναις μεταβολαῖς καὶ ἔστιν ἐκείνων γινομένων καὶ ἀπογινομένων, οὕτως ἐπεὶ καὶ ἡ ὕλη τῶν εἰδῶν γινομένων ἐν αὐτῇ καὶ ἀπογινομένων ἡ αὐτὴ μένει καὶ ἔστιν, ἐκεῖνα δὲ οὐκ ἔστι, φανερὸν ὅτι οὐσία ἐστὶ καὶ μᾶλλον τοῦ εἴδους οὐσία κατά γε τοῦτο, εἰ καὶ τὰ πρεσβεῖα ἄλλως τῷ εἴδει ἀπονέμεται, εἴ γε ὁρίζει αὐτὴν καὶ εἰ κατὰ τὸ εἶδος τὰ πράγματα λέγεται.1 ὥσπερ οὖν τῇ κατὰ τόπον μεταβολῇ ὑπόκειται ὁ Σωκράτης καὶ νῦν μέν ἐστιν Ἀθήναζε πάλιν δὲ Θήβαζε, καὶ νῦν μὲν αὔξεται ἄλλοτε δὲ φθίνει, καὶ νῦν μὲν ὑγιαίνει πάλιν δὲ νοσεῖ, ὁμοίως τούτῳ καὶ ἡ ὕλη ὑπόκειται τῇ κατὰ γένεσιν οὐσίᾳ, καὶ νῦν μέν ἐστιν ἐν γενέσει καὶ γίνεται τόδε τι ἀπολαβοῦσα τόδε τὸ εἶδος, πάλιν δ’ ἐστὶν ἐν φθορᾷ καὶ ἀποβολῇ τοῦ ὅπερ πρότερον ἀπειλήφει εἴδους· καὶ νῦν μὲν ἔστιν ὑποκείμενον ὡς τόδε τι· ὅταν μὲν γὰρ μετὰ τοῦ εἴδους ᾖ, ἐπειδὴ τὸ σύνθετόν ἐστι τὸ ὑποκείμενον τῷ λευκῷ καὶ μέλανι καὶ τῇ νόσῳ καὶ ὑγιείᾳ, λέγομεν ὅτι ἡ ὕλη ὑπόκειται τούτοις ὡς τόδε τι· ὅταν δὲ χωρὶς εἴδους νοῆται, ὑποκεῖσθαι λέγεται τῷ εἴδει ὡς στέρησις. εἰπὼν δὲ ὅτι ἡ ὕλη νῦν μὲν ἐν γενέσει ἐστὶ νῦν δὲ ἐν φθορᾷ, λέγει ὅτι καὶ ἀκολουθοῦσι ταύτῃ αἱ ἄλλαι μεταβολαί· καὶ εἴη ἂν λέγων ὅτι ὅσα μὲν ἔχει ὕλην γενητὴν καὶ φθαρτήν, τουτέστι γενέσει καὶ φθορᾷ ὑποκειμένην, ἐκεῖνα ἔχει ὕλην καὶ αὐξήσεως καὶ μειώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς καὶ ἀλλοιώσεως. τὸ γὰρ εἶδος (τοῦτο γάρ ἐστιν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς δέδεικται, τὸ αὐξόμενον καὶ φθῖνον, ἀλλ’ οὐχὶ ἡ ὕλη) τὸ δὴ εἶδος ὡς ὕλη ὑπόκειται τῇ αὐξήσει καὶ φθίσει. ἀλλὰ καὶ τόπον τὰ τοιαύτην ὕλην ἔχοντα ἀμείβει καὶ ἀλλοιοῦται, τὰ μὲν οὖν ἔχοντα ὕλην γενητὴν καὶ φθαρτήν. ταύτῃ τῇ ὕλῃ, τουτέστιν αὐτοῖς τοῖς ἔχουσιν αὐτήν, ἕπονται καὶ αἱ ἄλλαι μεταβολαί. τῶν δ’ ἄλλων ἢ μιᾷ ἢ δυσὶν αὕτη οὐκ ἀκολουθεῖ,2 τουτέστι τῶν δ’ ἄλλων μεταβολῶν ἢ μιᾷ μεταβολῇ οὐκ ἀκολουθεῖ ἢ δυσίν· ὅπερ ἴσον ἐστὶ τῷ τοῖς δ’ ἔχουσι τὰς ἄλλας μεταβολὰς ἢ ἑνὶ ἀκολουθεῖ ἢ δυσίν, οὐ μὴν πᾶσι. τῷ μὲν δὴ ἔχοντι ὕλην αὐξήσεως καὶ μειώσεως ἐξ ἀνάγκης ἕπεται τὸ ἔχειν ὕλην καὶ γενέσεως καὶ φθορᾶς, τὸ δ’ ἔχον ὕλην τῆς κατὰ τόπον μεταβολῆς οὐκ ἀνάγκη ἐστὶν ἔχειν γενέσεως καὶ φθορᾶς. ὁ γὰρ ἥλιος ὕλην μὲν τῆς κατὰ τόπον μεταβολῆς ἔχει (μεταβαίνει γὰρ ἀπὸ βορείων ἐπὶ τὰ νότια καὶ ἀπὸ τούτων ἐπὶ τὰ βόρεια), γενητὴν δὲ καὶ φθαρτὴν ὕλην οὐκ ἔχει· ἄφθαρτος γὰρ καὶ ἀγέννητος. ἡ δὲ σελήνη ὕλην ἔχουσα τῆς κατὰ τόπον μεταβολῆς ἔχει καὶ τῆς κατ’ ἀλλοίωσιν· τὸ γὰρ δέχεσθαι τοὺς φωτισμοὺς ἐκ τοῦ ἡλίου αὐτὸ τοῦτο ἀλλοίωσίς ἐστι· γενητὴν δὲ ὕλην καὶ φθαρτὴν οὐκ ἔχει. ὥστε ταῖς δυσὶν οὐχ ἕπεται ἡ γένεσις καὶ ἡ φθορά, τῇ τε κατὰ τόπον καὶ τῇ κατ’ ἀλλοίωσιν, καὶ ταύταις οὐ πάσαις ἀλλά τισιν. τῇ δὲ αὐξήσει καὶ μειώσει ἕπεται αὕτη. αὐτὸς δὲ τῇ μὲν κατὰ τόπον εἰπὼν ἕπεσθαι τῇ ἀλλοιώσει παρέλιπεν.
“质料亦是实体,这是显而易见的。” 在说道形式、质料以及由二者构成的事物是实体之后,他通过公认的诸实体的类比证明质料亦是实体。因为正如我们称苏格拉底为实体,乃因他作为对立变化的底层,且在那些事物生成与消灭之时他始终存在;同样地,既然质料在形式于其中生成和消灭之时亦保持同一并存在,而那些[形式]却不复存在,故而显而易见质料是实体,并且至少在这一方面比形式更是实体(即便在其他方面首位被归于形式,如果确实是形式规定了质料,并且事物是依形式而得名的)。因此,正如苏格拉底作为位置变化的底层,忽而在雅典,忽而又在忒拜,忽而增长,另时又缩减,忽而健康,忽而又生病;与此相似,质料亦作为生成意义上的实体的底层,忽而在生成之中,接受这一特定形式而成为某个“这个”,忽而又在毁灭之中,丧失此前所接受的形式。并且它忽而作为某个“这个”而成为底层;因为当它与形式同在时,既然复合体是白与黑、疾病与健康的底层,我们便说质料作为某个“这个”而成为这些的底层;但当它脱离形式而被思考时,它便被说成作为缺失而成为形式的底层。在说道质料忽而在生成中忽而在毁灭中之后,他说其余诸变化亦随之而来;他意在表明,凡具有可生成且可毁灭的质料的事物,即处于生成与毁灭底层的事物,亦具有增长与缩减、位置变化以及性质改变的质料。因为形式(正如在《论生成与毁灭》中所证明的那样,形式才是增长和缩减者,而非质料),这一形式便如同质料一般成为增长与缩减的底层。而且具有此类质料的事物亦改变位置并发生性质改变;故而对于具有可生成且可毁灭质料的事物而言,其余诸变化亦伴随着此种质料,即伴随着具有它的事物本身。“然而在其他事物中,它并非伴随着一个或两个”,也就是说,对于其余诸变化而言,它并非伴随着一种变化,或不伴随着两种;这等于说:对于具有其余诸变化的事物而言,它要么伴随着一种,要么伴随着两种,但绝非伴随着全部。因为对于具有增长与缩减之质料的事物而言,必然伴随着亦具有生成与毁灭之质料;但具有位置变化之质料的事物,并不必然具有生成与毁灭之质料。因为太阳具有位置变化的质料(因为它是从北方向南方、又从南方朝北方运行的),但并不具有可生成且可毁灭的质料;因为它是不可毁灭且不生的。而月亮具有位置变化的质料,亦具有性质改变的质料;因为接受来自太阳的光照,这本身就是性质改变;但它并不具有可生成且可毁灭的质料。因此,生成与毁灭并不伴随着这两者(即位置变化与性质改变),而且对这两者也并非全部〔不伴随〕,而是对其中某些〔不伴随〕。然而它伴随着增长与缩减。而他自己说伴随位置变化之后,却省略了伴随性质改变。
"Τίς μὲν οὖν διαφορὰ τοῦ ἁπλῶς γίνεσθαι καὶ μὴ ἁπλῶς ἐν τοῖς Φυσικοῖς εἴρηται." Δείξας ὅτι καὶ ἡ ὕλη οὐσία ἐστίν, εἰπὼν δὲ καὶ ὅτι τὰ ἔχοντα ὕλην γενητὴν καὶ φθαρτὴν ἔχουσι καὶ αὐξήσεως καὶ φθίσεως καὶ τῶν λοιπῶν μεταβολῶν, οὐ μὴν τὰ ἔχοντα ὕλην τοῦ κατὰ τόπον κινεῖσθαι ἀνάγκη ἔχειν καὶ γενητὴν καὶ φθαρτήν, 〈ἐπεὶ〉 εἰκὸς ἦν ζητεῖν καὶ τί ἐστι τὸ ἁπλῶς γίνεσθαι καὶ τί τὸ μὴ ἁπλῶς καὶ ὅλως τίς ἡ τούτων διαφορά, φησὶν ὅτι3 περὶ τούτων εἴρηται ἐν τοῖς Φυσικοῖς. εἶπε γὰρ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, μάλιστα δὲ ἐν τῇ Περὶ γενέσεως, ὅτι ἡ ἀπὸ τῶν χειρόνων εἰδῶν μεταβολή, οἷον ἡ ἀπὸ ἀέρος εἰς πῦρ, ἐπὶ τὰ κρείττω ἁπλῆ μέν ἐστι γένεσις τίς δὲ φθορά, ἡ δὲ ἀπὸ τοῦ κρείττονος εἴδους ἐπὶ τὸ χεῖρον ἁπλῆ μὲν φθορὰ τίς δὲ γένεσις. ἀπολογίαν δὲ πεποιηκὼς περὶ τούτων λέγει ὅτι
“那么,单纯地生成与非单纯地生成的区别何在,已在《自然学》中述及。” 在证明了质料亦是实体,并且指出了具有可生成且可毁灭之质料的事物亦具有增长、缩减以及其余诸变化的质料,但具有依位置而运动之质料的事物绝非必然亦具有可生成且可毁灭之质料之后,既然理应探求何为单纯地生成、何为非单纯地生成以及总体而言二者的区别究竟何在,他说关于这些已在《自然学》中述及。因为他无论在《自然学听众笔记》中,尤其在《论生成》中都曾说过:由较劣形式向较优形式的改变(如由气到火)是单纯的生成但亦是某种毁灭,而由较优形式向较劣形式的改变则是单纯的毁灭但亦是某种生成。在对此作出说明之后,他说道:
- 8.1οὐσία ἐστὶ καὶ μᾶλλον τοῦ εἴδους οὐσία κατά γε τοῦτο, εἰ καὶ τὰ πρεσβεῖα ἄλλως τῷ εἴδει ἀπονέμεται, εἴ γε ὁρίζει αὐτὴν καὶ εἰ κατὰ τὸ εἶδος τὰ πράγματα λέγεται.
主句断言质料“比形式更是实体”(μᾶλλον τοῦ εἴδους οὐσία),但受到限制短语“至少在这一方面”(κατά γε τοῦτο)的严格限定。其后紧接让步从句“即便在其他方面首位被归于形式”(εἰ καί...),以及解释形式为何居首的条件分句“如果确实是形式规定了质料,并且事物是依形式而得名的”(εἴ γε...)。
- 8.1τῶν δ’ ἄλλων ἢ μιᾷ ἢ δυσὶν αὕτη οὐκ ἀκολουθεῖ
引自亚里士多德原文(1042b3-5)。主语 αὕτη 指生成与毁灭的质料(或变化)。亚历山大在此解释否定词 οὐκ 的作用域,指出其含义并非“既不伴随一个亦不伴随两个”,而是指“对于具有其他变化者,生成与毁灭伴随其中一个或两个,但绝非伴随全部”(ὅπερ ἴσον ἐστὶ τῷ...)。
- 8.2〈ἐπεὶ〉 εἰκὸς ἦν ζητεῖν ... φησὶν ὅτι
句子以分词从句 Δείξας... εἰπὼν δέ... 开头,经过校勘补入的原因从句 〈ἐπεὶ〉 εἰκὸς ἦν ζητεῖν...(“既然理应探求……”),最终落到主句动词 φησὶν ὅτι(“他说……”)。该长句骨架将前文结论自然引出的新问题与对《自然学》的文献指引紧密衔接。
