← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§545.13-546.10

感觉实体的三种样态与理性灵魂的分离性

亚历山大总结了亚里士多德在第七卷中关于本质、定义和普遍者的回顾,区分了感觉实体的三种样态(质料、形式/言论以及复合体),并阐释了在诸形式中唯独理性灵魂可以端然脱离质料而分离这一观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#2

ἀλλ’ ἐπειδὴ τὰ αἴτια τῶν οὐσιῶν ζητεῖται, οὐσία δὲ καὶ τὸ τί ἦν εἶναι, τούτου δέ ἐστιν ὁ λόγος ὁρισμός, διὰ τοῦτο διώρισται καὶ περὶ ὁρισμοῦ καὶ τοῦ καθ’ αὑτό. ἐπεὶ δὲ πάλιν ὁ ὁρισμὸς λόγος, ὁ δὲ λόγος μέρη ἔχει, ἀναγκαῖον ἦν καὶ περὶ μερῶν ἰδεῖν, ποῖά τέ ἐστι τὰ τῆς οὐσίας καὶ τοῦ εἴδους μέρη καὶ ποῖα οὐκ ἔστι τοῦ εἴδους ἀλλὰ τῆς ὕλης. οὐ μόνον δὲ περὶ τούτων ἀναγκαῖον ἦν ἰδεῖν, ἀλλὰ καὶ περὶ τῶν μερῶν τοῦ ὁρισμοῦ καὶ τοῦ ὡρισμένου, ἤτοι τοῦ τί ἦν εἶναι, εἰ ταὐτὰ ἢ ἕτερά ἐστιν. ἔτι, φησί, δέδεικται ὅτι οὔτε τὸ καθόλου ἐστὶν οὐσία οὔτε τὸ γένος. περὶ δὲ τῶν ἰδεῶν καὶ τῶν μαθηματικῶν ὕστερον ἐπισκέψασθαι ἐπαγγέλλεται. ἐπειδὴ γὰρ οὐσίας ταύτας παρὰ τὰς αἰσθητάς φασιν εἶναι οἱ τιθέμενοι αὐτάς, ἄξιόν ἐστιν ἰδεῖν εἴτε εἰσὶν εἴτε καὶ μή. ἀλλὰ περὶ μὲν τούτων ὕστερον ἐπισκεπτέον, νῦν δὲ περὶ τῶν ὁμολογουμένων παρὰ πᾶσιν οὐσιῶν ἐπέλθωμεν. αἱ δὲ ὁμολογούμεναι παρὰ πᾶσιν οὐσίαι εἰσὶν αἱ αἰσθηταί, πᾶσαι δὲ αἱ αἰσθηταὶ οὐσίαι ὕλην ἔχουσιν. ἔστι δὲ οὐσία τὰ ὑποκείμενα ἤτοι τὰ προκείμενα, τουτέστιν αἱ αἰσθηταὶ οὐσίαι περὶ ὧν ὁ λόγος. ἄλλως μὲν ἡ ὕλη, ἄλλως δὲ ὁ λόγος· ἡ μὲν γὰρ ὕλη ἐστὶν οὐσία ὡς ὑποκείμενον καὶ ἀόριστον, ὁ δὲ λόγος καὶ τὸ εἶδος ὡς κατηγορούμενον καὶ ὁριστικόν. εἰπὼν δὲ ὅτι ἄλλως μὲν ἡ ὕλη ἄλλως δὲ ὁ λόγος, τί λέγει ὕλην ἐξηγεῖται λέγων λέγω δὲ ὕλην ἣ μὴ τόδε τι οὖσα ἐνεργείᾳ δυνάμει ἐστὶ τόδε, καὶ οὐ λέγει τὴν πρώτην μόνην καὶ ἀνείδεον ἀλλὰ σὺν ἐκείνῃ καὶ τὰς ἄλλας. ὡς γὰρ ἐκείνη οὐκ ἔστι τόδε τι ἐνεργείᾳ ἀλλὰ δυνάμει, οὕτω καὶ ὁ χαλκὸς οὐκ ἔστι τόδε τι, οἷον φέρε ἀνδριάς, [καὶ] ἐνεργείᾳ ἀλλὰ δυνάμει, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. ἄλλως μὲν οὖν ἐστιν ἡ ὕλη οὐσία καὶ ἄλλως ὁ λόγος καὶ ἡ μορφή, ὃ τόδε τι ὂν τῷ λόγῳ ἐστὶ χωριστόν,1 ἀλλ’ οὐ κατ’ ἐνέργειαν. τρίτη δ’ ἐστὶν οὐσία τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, οὗ μόνον ἐστὶ γένεσις, ὡς δέδεικται, καὶ φθορά, καὶ χωριστὸν κυρίως καὶ καθ’ αὑτὸ ὄν, ἀλλ’ οὐ τῷ λόγῳ μόνῳ, ὥσπερ τὸ εἶδος. εἰπὼν δὲ ὅτι τὸ εἶδος τῷ λόγῳ μόνον ἐστὶ χωριστόν, λέγει ὅτι τῶν κατὰ τὸν λόγον οὐσιῶν (κατὰ λόγον οὐσίας, ὡς πολλάκις εἴρηται, λέγων τὰ εἴδη) αἱ μὲν αἱ δ’ οὔ,2 τουτέστιν αἱ μέν εἰσι τῷ λόγῳ χωρισταί, αἱ δὲ καὶ ἁπλῶς. ἐπειδὴ γὰρ τὸ ἑκάστου εἶδος ἡ ἑκάστου ψυχὴ τυγχάνει (ἡ μὲν γὰρ τοιάδε μορφὴ οὐδέποτε χωρίς ἐστι τῆς ὕλης), ἡ δὲ ψυχὴ οὐ πᾶσα ἀλλ’ ἡ λογικὴ χωρίζεται, διὰ τοῦτο τὰς μέν φησι χωρίζεσθαι τὰς δ’ οὔ. μήποτε δὲ οὐ περὶ τῆς μορφῆς τοῦτο εἴρηται (καίτοι καὶ τούτου ἀληθοῦς ὄντος· οὐδέποτε γὰρ ἡ βρότειος μορφὴ ἄνευ ὕλης εἶναι δύναται), ἀλλὰ περὶ τῶν ἀλόγων ψυχῶν, ὅτι αὗται μὲν οὐ χωρίζονται, ἀλλὰ μόναι αἱ λογικαί.

然而,既然实体的诸原因正在被探求,而本相亦是实体,关于本相的言论即是定义,因此关于定义以及自在者亦作出了规定。进而由于定义是一种言论,而言论具有部分,故而亦必然考察关于部分的问题,即何种部分属于实体与形式,何种部分不属于形式而属于质料。不仅必然考察关于这些问题,而且亦必然考察关于定义的部分与被定义者(即本相)究竟是同一的还是相异的。他又说,已经证明了普遍者不是实体,属也不是。至于理念与数学对象,他预先宣称将在之后加以考察。因为既然确立它们的人声称它们是脱离感觉事物而存在的实体,考察它们究竟存在与否便是值得的。然而关于这些必须在之后考察,现在让我们探讨众人所公认的实体。众人所公认的实体是感觉实体,而一切感觉实体都具有质料。实体即是底层事物亦即摆在我们面前的事物,也就是言论所论及的感觉实体。在一种方式上是质料,在另一种方式上则是言论;因为质料作为底层和无规定者是实体,而言论与形式作为被述说者和具规定性者[是实体]。在说道“在一种方式上是质料,在另一种方式上是言论”之后,他解释了他所说的质料为何物,说道:“我所谓质料,是指并非现实上的‘这个’,而在潜能上是‘这个’的事物”,而且他并非仅指原初且无形式的质料,而是连同它亦指其他的质料。因为正如原初质料在现实上不是“这个”而是在潜能上如此,青铜在现实上亦不是“这个” ——例如雕像——而是在潜能上如此,其余事物亦同样如此。因此,在一种方式上质料是实体,在另一种方式上言论与形状[是实体],后者作为“这个”在言论上是可分离的,但在现实上则不然。第三种实体是由质料与形式构成的复合体,如已证明的那样,唯独它才有生成与毁灭,且严格而言是可分离的并自在存在,而非如形式那样仅在言论上可分离。在说道形式仅在言论上可分离之后,他说,在依言论的实体中(如多次所言,他所说的依言论的实体即是指形式),“有些是[可分离的],有些则不是”,也就是说,有些在言论上是可分离的,有些则亦端然如此。因为既然各事物的形式恰好就是各事物的灵魂(因为如此这般的形状绝不能脱离质料),而并非一切灵魂,唯独理性灵魂是可分离的,因此他说有些被分离,有些则不然。然而,这话或许并非关于形状而说的(尽管这也是真实的;因为凡人的形状绝不可能没有质料而存在),而是关于无理性灵魂说的,即它们不可分离,唯独理性灵魂才可分离。

语法注2 条
  1. 8.0ὃ τόδε τι ὂν τῷ λόγῳ ἐστὶ χωριστόν

    中性单数关系代名词 ὃ 将前项的复合先行词 ὁ λόγος καὶ ἡ μορφή(阳性与阴性)作为一个整体的概念(“形式性要素”)加以指代(依义相合)。其谓词分词 τόδε τι ὂν 亦随之呈中性。

  2. 8.0τῶν κατὰ τὸν λόγον οὐσιῶν ... αἱ μὲν αἱ δ’ οὔ

    此处承接亚里士多德原文(1042a29–31)的省略句式,省略了谓语 χωρισταί。亚历山大在紧接着的 τουτέστι 引导的解释从句中,将两者分别阐明为“在言论上可分离者”(αἱ μέν ... τῷ λόγῳ χωρισταί)与“端然可分离者”(αἱ δὲ καὶ ἁπλῶς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:545.13-546.10