← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§544.2-545.13

实体理论的总结与感觉实体及理念的区分

阐释《形而上学》第八卷第一章开篇亚里士多德对实体学说的概括,辨析公认的感觉实体与柏拉图的理念及数学对象,并阐明普遍者和属与理念之间的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#1

Τὰ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ τῷ πρὸ ἐκείνου λεχθέντα, οὐχὶ πάντα (ἦ γὰρ ἂν πάλιν τὰ αὐτὰ συνέβη λέγειν)1 ἀλλὰ τὰ κυριώτερα (ταῦτα γὰρ καὶ κεφαλὴν εἶπεν), ἀνακεφαλαιοῦται, καὶ τὴν αἰτίαν τοῦ τίνος ἕνεκεν ἐκεῖνα εἶπε λέγει. λέγει δὲ ὅτι συλλογίσασθαι δεῖ, καὶ τί τὸ συλλογίσασθαι σημαίνει ἐπήγαγεν ὅτι συναγαγεῖν τὸ κεφάλαιον ἤτοι τὰ κυριώτερα καὶ τέλος ἐπιθεῖναι. καλῶς δὲ τὸ τέλος εἶπεν· ἀπὸ γὰρ τοῦ μετὰ τοῦτο βιβλίου ἀρχὴν ποιεῖται λέγειν περὶ δυνάμεώς τε καὶ ἐνεργείας καὶ τῶν λοιπῶν, περὶ ὧν τὸν λόγον ποιήσεται. ἐπανακεφαλαιοῦται δὴ λέγων εἴρηται δὴ ὅτι τῶν οὐσιῶν ζητεῖται τὰ αἴτια καὶ ἀρχαὶ καὶ στοιχεῖα, αἴτια μὲν λέγων τὰ εἴδη, ἀρχὰς δὲ τὸ ποιητικὸν καὶ τελικόν, στοιχεῖα δὲ τὴν ὕλην. ἀλλὰ τῶν οὐσιῶν αἱ μέν εἰσιν ὑπὸ πάντων ὁμολογούμεναι, περὶ δὲ ἐνίων ἴδια τινὲς ἀπεφήναντο. καὶ τίνα ταῦτα ἐφεξῆς καταλέγει. οὐρανὸν δὲ ἤτοι τὸν ξύμπαντα κόσμον λέγει, μόρια δ’ αὐτοῦ τὰς σφαίρας καὶ τὸ πῦρ καὶ τὴν γῆν καὶ τὰ ζῷα· ἢ οὐρανὸν λέγει τὸ κυκλοφορικὸν ἅπαν σῶμα, μόρια δὲ τοὺς ἐν αὐτῷ ἐμπεπηγμένους ἀστέρας. λέγει δὲ καὶ τίνα ἐστὶν ἅπερ ἴδια ἀπεφήναντό τινες, λέγων τινὰς τοὺς περὶ Πλάτωνα, ὅτι αἱ ἰδέαι καὶ τὰ μαθηματικά. ἄλλας δὲ πάλιν, φησίν, οὐσίας εἶναι ἐκ τῶν λόγων συμβαίνει, τὸ τί ἦν εἶναι καὶ τὸ ὑποκείμενον, λέγων ὑποκείμενον τὴν ὕλην. καλῶς δὲ τὸ ἐκ τῶν λόγων εἶπεν· ὁ λόγος γὰρ τὸ εἶδος ἀπὸ τῆς ὕλης χωρίζει· αὐτὸ γὰρ καθ’ αὑτὸ εἶναι ἐνεργείᾳ χωρὶς τῆς ὕλης ἀδύνατον. ἔτι ἄλλως, φησί, συμβαίνει τὸ γένος εἶναι μᾶλλον οὐσίαν ἤπερ τὰ εἴδη καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα. τοῦτο δὲ οὐχ ὡς ἀρεσκόμενος λέγει· αὐτὸς γάρ ἐστιν ὁ δείξας ὅτι τὰ γένη καὶ τὰ εἴδη καὶ ἁπλῶς τὰ καθόλου οὐκ εἰσιν οὐσίαι, ἀλλ’ ὁμοιώματα τῶν κατὰ μέρος καὶ ὅλως ποιά· οὐκ ἀρεσκόμενος οὖν τοῦτο λέγει, ἀλλ’ ὡς εἰ ἔλεγεν, ἔτι ἄλλως τὰ γένη τῶν εἰδῶν οὐσίαι μᾶλλον κατὰ τοὺς τοῦτο δοξάζοντας. καὶ ὅτι οὐκ ἀρεσκόμενος τοῦτό φησιν ἀλλὰ συγχωρῶν διὰ τὸ μήπω δεῖξαι κυρίως ὅτι οὔκ εἰσιν ἰδέαι (δείξει δὲ ἐν τῷ Μ), δῆλον πεποίηκε μετ’ ὀλίγον εἰπὼν ἔτι τοίνυν οὔτε τὸ καθόλου οὐσία οὔτε τὸ γένος. εἰπὼν δὲ ὅτι ἔτι ἄλλως τὸ γένος μᾶλλον τῶν εἰδῶν καὶ τὸ καθόλου τῶν καθ’ ἕκαστα ἐπήγαγε τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν, καὶ δεῖ ὑποστίζειν εἰς τὸ τῷ γένει.2 καὶ εἴη λέγων ὅτι καὶ αἱ ἰδέαι συνάπτουσιν ἤτοι κοινωνοῦσι τῷ καθόλου καὶ τῷ γένει· ὥσπερ γὰρ τὸ καθόλου καὶ τὸ γένος ἓν ὂν ἐπὶ πολλῶν θεωρεῖται, οὕτω καὶ οἱ τὰς ἰδέας τιθέμενοι περὶ αὐτῶν λέγουσιν· ὁ γὰρ αὐτοάνθρωπος, φασίν, ἐν τοῖς κατὰ μέρος ἐστίν. τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τὸν αὐτὸν λόγον οὐσίαι δοκοῦσιν εἶναι, ἤτοι ἐπίσης γὰρ καὶ τὸ καθόλου ἐπὶ πολλῶν θεωρεῖται καὶ ἡ ἰδέα. ἀλλὰ μὴν τὰ καθόλου οὐ καθ’ αὑτὰ οὐδ’ οὐσίαι· οὐδ’ ἄρα αἱ ἰδέαι.

他概括了在本书之前的那一卷以及在那一卷之前的一卷中所言及的内容,并非全部(因为那样就会导致重新重复相同的话语),而是较为核心的要点(因为这些他亦称为“头部”),并且说明了他为了什么缘故说出那些话的原因。并且他说必须进行总括,至于“总括”意味着什么,他补充道,这就是汇集要点即较为核心的内容,并加上一个终结。他说“终结”是恰当的;因为从本书之后的那一卷起,他便开始谈论潜能与现实以及其余那些他将加以论述的事物。于是他概括道,“已经说过,实体的诸原因、本原和要素正在被探求”,其中他称形式为原因,称致动因和目的因为本原,称质料为要素。“然而在实体之中,有些是众人所公认的,对于另一些则某些人提出了各自特定的主张。”接着他便依次列举这些究竟是何物。他所说的“天”,要么是指整个宇宙,而其部分则是诸天球、火、土和动物;要么是指整个作圆周运动的物体,而其部分则是固定在其中的星体。他亦说明了某些人提出特定主张的究竟是何物,他所说的“某些人”是指柏拉图一派,即理念和数学对象。他又说,“由于论证,结果表明还有另一些实体:本相和底层”,其中他称质料为底层。他说“由于论证”是恰当的;因为正是言辞将形式从质料中分离出来;因为形式自身单独在现实中脱离质料而存在是不可能的。他说,“进而以另一种方式,结果表明属比种、普遍者比各个个别事物更加是实体”。但他说这番话并非出于赞同;因为正是他自己证明了属、种以及一切普遍者都不是实体,而是个别事物的肖似者且总体上是性质;因此他说这话并非出于赞同,而是仿佛在说:“进而以另一种方式,按照持此观点的人们,属比种更加是实体”。并且,他并非出于赞同而是出于让步而说此话,因为他尚未严格证明理念并不存在(他将在第十三卷中加以证明),这一点他在片刻之后便阐明了,当时他说道:“进而因此,普遍者不是实体,属也不是”。在说道“进而以另一种方式,属比种、普遍者比各个个别事物[更加是实体]”之后,他补充道:“而与普遍者和属,理念亦相联结”,并应当在“与属”之处点断。并且他的意思当是:理念亦与普遍者和属相联结,即分有它们;因为正如普遍者和属作为单一者在众多事物之上被观照,那些确立理念的人谈论理念时亦是如此;因为他们说,“人自身”存在于各个个别事物之中。因为这正是“出于相同的理由它们被认为是实体”所表明的,即同样地,普遍者与理念都在众多事物之上被观照。然而,普遍者既非自在存在,亦非实体;因此理念也不是。

语法注2 条
  1. 8.0ἦ γὰρ ἂν πάλιν τὰ αὐτὰ συνέβη λέγειν

    由 ἦ 引导、带有 ἄν 与直说式不定过去时 συνέβη 的反事实虚拟句,补充其省略的前提条件,意指“若是将全部内容都予以概括,就会导致重新重复相同的话语”。

  2. 8.0καὶ δεῖ ὑποστίζειν εἰς τὸ τῷ γένει

    动词 ὑποστίζειν 为语法学术语,意为“打逗号/停顿”。亚历山大指示在亚里士多德的原句(τῷ δὲ καθόλου καὶ τῷ γένει καὶ αἱ ἰδέαι συνάπτουσιν)中紧接与格成分 τῷ γένει 之后点断,从而将后半部分 καὶ αἱ ἰδέαι συνάπτουσιν(“理念亦与之相联结”)区隔为谓语部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:544.2-545.13