- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:542.10-543.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《形而上学》1041b11及后续内容的注解。亚历山大以音节和肉为例,论证了复合物的形式不同于其构成要素(质料)的简单相加,进而通过无穷后退论证阐明形式本身既不是要素也不是由要素构成的,而是实体、本原和原因。
" Ἐπεὶ δὲ τὸ ἔκ τινος σύνθετον οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν." Τὸ προκείμενόν ἐστι δεῖξαι ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ὅλως τὸ σύνθετον. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν1 οὕτως ὥστε ἓν εἶναι τὸ πᾶν, μὴ ὡς σωρὸς κατὰ ἁφὴν ἀλλ’ ὡς ἡ βα συλλαβή, δῆλον ὡς ἡ συλλαβὴ ἤτοι τὸ εἶδος τῆς συλλαβῆς τὸ συντεταγμένον μετὰ τῆς ὕλης (αὕτη δ’ ἐστὶ τὰ στοιχεῖα τό τε βῆτα καὶ ἄλφα) ἕτερόν ἐστι παρὰ τὰ στοιχεῖα, καὶ οὐκ ἔστιν ἡ συλλαβὴ τὰ στοιχεῖα, οὐδὲ ἔστι τὸ β καὶ τὸ α ταὐτὸν τῇ βα συλλαβῇ. διαλυθείσης γὰρ τῆς συλλαβῆς τὸ μὲν β καὶ α ἔστιν, ἡ δὲ βα συλλαβὴ οὐκ ἔστιν, ὥστε ἕτερόν ἐστι τὸ τῆς συλλαβῆς εἶδος καὶ ἕτερα τὰ στοιχεῖα. εἰ δ’ ἦν ταὐτά, προτιθεμένου τοῦ α εἶτα τοῦ β ἦν ἂν τὸ αβ πάλιν βα συλλαβή.2 ἀλλ’ οὐκ ἔστιν. οὐκ ἄρα ταὐτόν ἐστι τὸ εἶδος καὶ ἡ ὕλη. ὡσαύτως οὐδὲ ἡ γῆ καὶ τὸ πῦρ ταὐτόν ἐστι τῇ σαρκὶ καὶ τῷ σαρκείῳ εἴδει· τῆς γὰρ σαρκὸς διαλυθείσης πῦρ καὶ γῆ ἔστι, σὰρξ δὲ οὐκ ἔστιν. ἐκ δὴ τούτων φανερόν ἐστιν ὅτι οὐ μόνον τὸ φωνῆεν ἤτοι τὸ ἄλφα καὶ τὸ σύμφωνον τὸ βῆτα ἔστιν, ἢ τὸ πῦρ καὶ ἡ γῆ, ἀλλ’ ἔστι τι καὶ παρὰ ταῦτα ἥ τε συλλαβὴ καὶ ἡ σάρξ. οὕτως οὖν δαιμονίως δείξας ὅτι τὸ εἶδος ἕτερόν ἐστι παρὰ τὴν ὕλην καὶ ἔστι τι, δείκνυσιν ὅτι ἀρχὴ μὲν καὶ αἴτιόν ἐστιν, στοιχεῖον δὲ οὐκ ἔστι τὸ εἶδος, ἀλλὰ μόνον ἡ ὕλη. τὸ εἶδος οὖν, φησίν, ἀνάγκη ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν λέγοι τις ὅτι στοιχεῖόν ἐστιν (ἔστω δὲ ἐπὶ σαρκὸς ὁ λόγος) ἐπειδή, ὡς δέδεικται ὅτι τὸ εἶδός ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ γινόμενον ὅπερ ἐστίν, εἴπερ ἐστὶν ἡ σὰρξ καὶ τὸ εἶδος στοιχεῖον, δῆλον ὅτι κινηθήσεται, ἐπειδὴ στοιχεῖόν ἐστιν, αὐτή τε καὶ τὸ πῦρ ὑπό τινος εἴδους, καὶ γενήσεταί τι ἐξ αὐτῶν. ἐκεῖνο δὴ τὸ εἶδος τὸ κινῆσαν αὐτὰ πάλιν ἢ στοιχεῖόν ἐστιν ἢ ἐκ στοιχείων. εἰ μὲν οὖν στοιχεῖον, ἐπειδὴ στοιχεῖόν ἐστιν αὐτό τε καὶ ἡ σὰρξ καὶ τὸ πῦρ, κινηθήσονται ὑπ’ ἄλλου εἴδους καὶ γενήσονταί τι· πάλιν οὖν ἐκεῖνο ἢ στοιχεῖον ἢ ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ἐκ τούτου οὖν, φησί, τούτου λέγων τοῦ κινήσαντος, καὶ πυρὸς καὶ γῆς ἔσται ἡ σάρξ· καὶ πάλιν ἐξ ἐκείνου καὶ τῆς σαρκὸς καὶ εἴ τινος ἄλλου ἔσται ἄλλο. ὥστε δῆλον ὅτι τὸ εἶδος οὐκ ἔστι στοιχεῖον. εἰ δ’ ἐστί, φησίν, ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ σύνθετον, ὥστε οὐχ ἑνὸς ἀλλ’ ἐκ πλειόνων ἐστὶν ἢ ἐκεῖνο (ἐκεῖνο γὰρ ἕν ἐστιν), ὥστε παρ’ ἐκεῖνό εἰσι τὰ ἐξ ὧν ἐστιν. τὸ δὲ παρὰ τὸ ἓν δῆλον ὅτι ἢ δύο ἐστὶν ἢ τρία ἢ ἄλλος τις ἀριθμός. ὥστε εἴπερ ἐστὶν ἐκ στοιχείων, ἐπειδὴ τὸ ἐκ στοιχείων ὑπό τινος γίνεται τοῦτο ὅπερ ἐστίν, ἐκεῖνο τὸ ποιῆσαν αὐτὸ στοιχεῖον οὐκ ἔσται (δέδεικται γὰρ ὅτι τὸ ποιοῦν τὸ εἶδός ἐστιν, τὸ δὲ εἶδος στοιχεῖον οὐκ ἔστιν· καὶ τοῦτο γὰρ ἤδη δέδεικται)· εἰ ἔσται ἄρα κἀκεῖνο ἐκ στοιχείων, πάλιν οὖν τὸ ποιῆσαν ἐκεῖνο ἔσται ἐκ στοιχείων, καὶ τοῦτο εἰς ἄπειρον. ὃ δὲ ἐπὶ τῆς σαρκὸς εἴρηται, τοῦτο ἐπὶ τῆς συλλαβῆς καὶ ἐπὶ πάντων ῥηθήσεται. οὐκ ἄρα οὔτε στοιχεῖόν ἐστι τὸ εἶδος οὔτε ἐκ στοιχείων· ὥστε ἔστι τι τοῦτο τὸ τὴν ὕλην κινοῦν καὶ ποιοῦν σάρκα καὶ συλλαβήν· τοῦτο δέ ἐστι τὸ εἶδος καὶ ἡ ἑκάστου οὐσία. τοῦτο γὰρ πρῶτον αἴτιον τοῦ εἶναι τὰ πράγματα ὅπερ εἰσί. δείξας οὖν ὅτι τὸ εἶδος οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων συμπεραίνεται λέγων ἐπεὶ δ’ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων (τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ λευκὸν οὐκ ἔστιν οὐσία3 τοῦ ἀνθρώπου), ἀλλ’ ἐκεῖνά εἰσι τῶν πραγμάτων οὐσίαι ὅσα κατὰ φύσιν καὶ ὑπὸ φύσεως καὶ εἰς τὸ ἦν εἶναι αὐτοῖς συμβάλλεται, φανερὸν ἄρα ὅτι αὕτη ἡ φύσις (λέγοι δ’ ἂν φύσιν τὸ εἶδος) ἐστὶν οὐσία, ἥτις στοιχεῖον οὐκ ἔστιν ἀλλ’ ἀρχή. στοιχεῖον δ’ ἐστὶν εἰς ὃ ἐνυπάρχον ὡς ὕλη διαιρεῖται τὸ πρᾶγμα· στοιχεῖον γάρ ἐστι τῆς συλλαβῆς τὸ α καὶ β, εἰς ἃ διαιρεῖται. ὥστε δῆλον γέγονεν ὅπερ ἐξ ἀρχῆς ἐζητοῦμεν, τοῦτο δ’ ἦν ὅτι τίνα ἐστὶ τὰ τῶν οὐσιῶν αἴτια· εὕρηται γὰρ ὅτι τὰ εἴδη.
“既然由某物构成的复合物其构成为使得整体是一。” 这里提出的主旨是表明形式不同于质料,且总体而言复合物〔也不同于质料〕。他确实说道,既然由某物构成的复合物其构成为使得整体是一——不是像通过接触而成的堆积,而是像BA音节那样——那么显而易见,音节,即与质料(质料就是要素B和A)一同被整饬的音节的形式,是不同于要素的,音节不是各要素,B和A也不是与BA音节相同之物。因为当音节被分解时,B和A存在,但BA音节却不存在;因此音节的形式是一回事,各要素则是另一回事。但如果它们是同一的,那么将A置于前、随后置入B时,AB就理应又是BA音节了。然而事实并非如此。因此,形式与质料不是同一的。同样,土和火也不是与肉及肉的形式相同之物;因为当肉被分解时,火和土存在,肉却不存在。由此显而易见,不仅元音即A与辅音即B存在,或者火和土存在,而且在这些之外还存在某种东西,即音节和肉。 以如此令人赞叹的方式指明了形式不同于质料并且是某种存在之后,他进一步表明:形式是本原和原因,但形式并不是要素,唯有质料才是要素。他说,因此形式必然要么是要素,要么是由要素构成的。假若有人说它是要素(且以肉为例来讨论),既然如已证明的那样,形式是推动质料并使其生成为它所是的本质者,那么倘若肉即形式也是要素,显而易见,既然它是要素,它本身以及火就会被某种形式所推动,并从它们之中生成某种东西。推动它们的那一形式本身,同样要么是要素,要么是由要素构成的。如果它也是要素,那么既然它自身以及肉和火都是要素,它们就将被另一形式所推动并生成某种东西;因此那一[形式]同样要么是要素要么由要素构成,而这将陷入无穷后退。因此,他说,由这一个——他是指推动者——以及火和土,肉将会生成;进而由那一[形式]、肉以及若有的其他东西,又将生成别的东西。因此显而易见,形式不是要素。 他说,“但如果形式是由要素构成的”,那么由要素构成者不是单纯的而是复合的,因而它不是由一物构成,而是由多于那一物(因为那一物是一)的东西构成;因此构成它的各要素存在于那一物之外。而在这一物之外的存在者,显而易见要么是二,要么是三,或是其他某个数目。因此,倘若它是由要素构成的,既然由要素构成者是因某种东西而生成为它所是的本质,那么制造它的那一东西就不会是要素(因为已经证明制造者是形式,而形式不是要素;这一点此前也已证明了)。那么,如果那一东西也是由要素构成的,制造那一东西的又将是由要素构成的,而这将陷入无穷后退。在肉的情形中所说的这些,在音节的情形中以及在一切事物的情形中也都同样适用。因此,形式既不是要素,也不是由要素构成的;于是存在着这个推动质料并造就肉和音节的东西;而这就是形式以及各事物的实体。因为这是事物所是其本质的原初原因。 在表明了形式既非要素亦非由要素构成之后,他总结说道:既然事物中的某些并非实体(因为人身上的白并不是人的实体),而事物中唯有那些依照自然、出于自然并且有助于事物的本质的存在者才是实体,那么显然,这一自然(他称形式为自然)乃是实体,它不是要素而是本原。要素则是作为质料内在其中且事物被分解入其中的东西;因为音节的要素就是它被分解入其中的A与B。因此,我们从一开始所探求的事情——即实体的诸原因是什么——已经变得明了;因为已经发现它们就是形式。
- 7.51ὥστε οὐχ ἑνὸς ἀλλ’ ἐκ πλειόνων ἐστὶν ἢ ἐκεῖνο (ἐκεῖνο γὰρ ἕν ἐστιν), ὥστε παρ’ ἐκεῖνό εἰσι τὰ ἐξ ὧν ἐστιν.
比较级 πλειόνων 后面接连词 ἤ(“比……”),意为“由多于那一物[即形式,形式为一]的东西[构成]”。前面的 ὥστε 引导的结果从句紧接着被第二个 ὥστε 引导的推论承接,引出下一步推导:“因此构成它的各个要素存在于那一物之外”。
- 7.51εἰ δ’ ἦν ταὐτά, προτιθεμένου τοῦ α εἶτα τοῦ β ἦν ἂν τὸ αβ πάλιν βα συλλαβή.
这是一个与现在事实相反的非真实条件句,由连接词 εἰ 引领未完成过去式直陈语气 ἦν,主句中以 ἄν 搭配未完成过去式直陈语气 ἦν。句中的 προτιθεμένου τοῦ α εἶτα τοῦ β 为现在分词的属格独立结构,表达假设的情境:“当α被置于前而β随后被放置时”。
- 7.51ἐπεὶ δ’ ἔνια οὐκ οὐσίαι τῶν πραγμάτων (...) φανερὸν ἄρα ὅτι αὕτη ἡ φύσις (...) ἐστὶν οὐσία
句子的核心框架由 ἐπεὶ δέ(“既然……”)引导的原因从句与 φανερὸν ἄρα ὅτι(“因此显然……”)引导的主节构成。在原因从句内部,οὐκ οὐσίαι 与 ἀλλ’ ἐκεῖνά εἰσι... οὐσίαι 形成对比,并在经过较长的插入性解释成分后平稳落入主句的结论。
