← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§541.10-542.9

原因的探求与作为形式原因的实体

注解亚里士多德《形而上学》卷Z第17章(1041a32),阐明当问题未能被相应、妥当地表述时,“为什么”的提问如何会掩盖其对原因的探求,并论证实体即是赋予质料秩序的形式原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.50

" Λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς μὴ κατἀλλήλως λεγομένοις.1" Εἰπὼν ὅτι ἡ τοῦ διὰ τί ζήτησις αἰτίου ζήτησίς ἐστιν, ὅτι τί τὸ κινῆσαν τὴν ὕλην εἰς τὸ γεγονέναι τόδε τι καὶ ὅπερ ἐστί, λέγει ὅτι ἐν τοῖς μὴ καλῶς καὶ καταλλήλως λεγομένοις λανθάνει τοῦτο καὶ δοκεῖ ὅτι ἡ τοῦ διὰ τί ζήτησις οὐκ ἔστιν αἰτίου ζήτησις, οἷον ὅταν ζητῆται τί ἐστιν ἄνθρωπος, τουτέστι διὰ τί ἐστιν ἄνθρωπος; τὸ γὰρ τί ἀντὶ τοῦ διὰ τί νῦν εἴληπται. ὅταν οὖν ζητῆται διὰ τί ἐστιν ἄνθρωπος, φησί, διὰ τὸ ἁπλῶς λέγεσθαι οὐ δοκεῖ ὅτι τοῦτο ζητεῖται, λέγω δὴ ὅτι τί ἐστι τὸ τὴν ὕλην κινῆσαν ὡς ἂν ἄνθρωπος γένηται; διὰ οὖν τὸ ἁπλῶς λέγεσθαι καὶ μὴ διορίζειν ὅτι τάδε τόδε, οὐ δοκεῖ· δεῖ δὲ διαρθρώσαντας ζητεῖν, οἷον λέγειν ὅτι διὰ τί τάδε, χεῖρές φημι καὶ πόδες καὶ σάρκες, τόδε εἰσίν, ἤτοι ἄνθρωπος; καὶ ὅταν τοῦτο λέγωμεν, δῆλόν ἐστιν ὅτι ζητοῦμεν τί ἐστι τὸ τὴν ὕλην κινῆσαν καὶ ἐγένετο ἄνθρωπος. εἰ δὲ μὴ διορίζει τις καὶ λέγει ὅτι διὰ τί αἱ σάρκες καὶ τὰ ὀστᾶ καὶ νεῦρα ἄνθρωπός ἐστιν, ἀλλὰ διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι, ζητεῖν καὶ μὴ ζητεῖν ἐστιν.2 ᾗ μὲν γὰρ ὅλως ζητεῖ, ζητεῖ· ᾗ δὲ μὴ καλῶς, οὐ ζητεῖ. γράφεται δὲ καὶ λανθάνει δὲ μάλιστα τὸ ζητούμενον ἐν τοῖς κατ’ ἀλλήλων λεγομένοις, τουτέστιν ἐν τοῖς κατ’ ἄλλων κατηγορουμένοις, ὅταν μὴ καλῶς κατηγορηθῇ, λανθάνει ὅτι τὸ αἴτιον ζητεῖται. ἐπειδὴ δὲ δεῖ τὸν ζητοῦντα περί τινος ἔχειν καὶ γινώσκειν ὅτι ὑπάρχει τόδε τῷδε, ἐστὶ δῆλον ὡς ὅταν ζητῇ τὸ διὰ τί, τὴν ὕλην ζητεῖ πῶς καὶ ὑπὸ τίνος κινηθεῖσα γέγονεν ὅπερ ἐστίν.3 οἷον ὅταν λέγῃ, διὰ τί ὁ ἄνθρωπος τοδί ἐστιν, ἢ μὴ τοῦτο, ἀλλ’ ὅτι διὰ τί τὸ σῶμα τουτὶ τοδὶ ἔχον ἐστί, τοῦτο ζητεῖ, τί τὸ αἴτιον τὸ κινῆσαν τοδὶ τὸ σῶμα ὡδὶ ἔχειν; καὶ πάλιν ὅταν λέγῃ ὅτι διὰ τί ἡ οἰκία τοδί, ἤτοι διὰ τί τὰ ξύλα καὶ οἱ λίθοι οἰκία ἐστί, τοῦτο ζητεῖ ὅτι διὰ τί ταδὶ ὑπάρχει ὃ ἦν οἰκία, τουτέστι τί τὸ κινῆσαν ταδὶ καὶ ποιῆσαν αὐτὰ οἰκίαν; ὥστε δῆλον ὅτι ἡ τοῦ διὰ τί ζήτησις ἐξαιρέτως ἐπὶ τῶν φυσικῶν αἰτίου ἐστὶ ζήτησις. τοῦτο δὲ τὸ αἴτιόν ἐστι τὸ εἶδος ᾧ τι ἔστι,4 τουτέστιν ἐν ᾧ ἡ ὕλη ἐστίν, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. δῆλον ἄρα γέγονε τί ποτε ἐστὶν ἡ οὐσία, ὅτι τὸ εἶδος. εἰ δή, ὥσπερ εἴρηται, τὸ εἶδός ἐστι τὸ τάττον καὶ ποιοῦν, φανερὸν ὅτι ἔστι τι εἶδος τὸ κοσμοῦν καὶ ποιοῦν ἔχειν τὸν κόσμον, ὥσπερ ἔχει. ἐπειδὴ οὖν τὸ διὰ τί ζήτησίς ἐστιν ἄλλου ἐν ἄλλῳ ὑπάρχοντος, δῆλον ὅτι ἐπὶ τῶν ἁπλῶν καὶ μόνως εἰδῶν οὐκ ἔστι ζήτησις, οὐδὲ τὸ διὰ τί, ἀλλ’ ἕτερος τρόπος ζητήσεως. καὶ ἐρεῖ, ὅταν περὶ ἐκείνων λέγῃ, τίς ὁ τρόπος τῆς τῶν ἁπλῶν ζητήσεως.

“在并非相应表述的事情中,所探求的东西最容易被忽略。” 在说明了对“为什么”的探求乃是对原因的探求——即是什么推动了质料,使其生成为某个个体以及它所是的本质——之后,他[亚里士多德]说,在那些表述得不妥当、不相应的事情中,这一点会被忽略,以致看起来对“为什么”的探求并不是对原因的探求;例如,当人们探求人是什么,也就是说,为什么是人时。因为“什么”在这里是被用来代替“为什么”的。因此,他说,每当人们探求为什么是人时,由于是单纯地被表述的,看起来并不像是在探求这一点——我指的是,究竟是什么推动了质料,从而生成了人?所以,由于表述得单纯,没有明确划分出“这些是这一个”,才看起来不像是探求原因;但是人们必须分节清晰地进行探求,例如说:为什么这些东西——我指的是手、足和肌肉——是这一个,即人?当我们这样说时,显而易见,我们是在探求究竟是什么推动了质料而生成了人。但是,如果有人不进行明确区分并说“为什么肌肉、骨骼和腱是人”,而是说“为什么人是人”,这就是既在探求又没有探求。因为就他总归是在探求而言,他是在探求;但就他没有妥当地探求而言,他没有探求。异文也作“在相互表述的事情中,所探求的东西最容易被忽略”,也就是说,在那些关于别的事物被述谓的事情中,每当述谓得不妥当时,人们就会忽略所探求的乃是原因。既然探求某物的人必须掌握并知晓这一个属于那一个,那么显而易见,每当他探求“为什么”时,他关于质料所探求的就是:它是如何且被什么推动而生成为它所是的本质的。例如,当他说“为什么人是这一个”,或者更确切地说不是这样,而是说“为什么这个身体处于这种状态”时,他所探求的正是这一点:推动这个身体处于这种状态的原因是什么?又如,每当他说“为什么房屋是这一个”,也就是“为什么木料和石块是房屋”时,他探求的是:为什么这些东西是曾为房屋的东西,也就是说,是什么推动了这些东西并使它们成为房屋?因此显而易见,对“为什么”的探求,尤其在自然事物上,是对原因的探求。而这个原因就是事物凭之而存在的形式,也就是说质料处于其中的形式,这个形式正是实体。因此,实体究竟是什么已经变得明了:即形式。如果确实如前所述,形式是赋予秩序并造作者,那么显然存在着某种形式,它安排整个宇宙并使宇宙保持其现有的状态。因此,既然“为什么”是对一物属于另一物的探求,那么显而易见,在单纯的事物即纯粹的形式上,既不存在[这种]探求也不存在“为什么”,而是有另一种探求方式。当他论及那些事物时,他将会说明探求单纯事物的方式是什么。

语法注4 条
  1. 7.50ἐν τοῖς μὴ κατἀλλήλως λεγομένοις

    引文中的副词 κατἀλλήλως(即 καταλλήλως)意为“符合文法/逻辑地,相应适当地”。亚历山大将其训读为 μὴ καλῶς καὶ καταλλήλως(不妥当且不相应),并指出了异文 κατ’ ἀλλήλων(相互表述、相互述谓)。

  2. 7.50ζητεῖν καὶ μὴ ζητεῖν ἐστιν

    不定式 ζητεῖν καὶ μὴ ζητεῖν 在此处作 ἐστιν 的表语,主语是省略的“如此发问”(即前文条件从句所设定的行为),意为“这就是既在探求又没有在探求”,下文紧接着对其两面性作出了具体解释。

  3. 7.50τὴν ὕλην ζητεῖ πῶς καὶ ὑπὸ τίνος κινηθεῖσα γέγονεν ὅπερ ἐστίν

    先取构词法(prolepsis)。逻辑上从属分词短语及从句的主语 τὴν ὕλην(质料),在句法上被提前充当了主句谓语动词 ζητεῖ 的宾格宾语。

  4. 7.50ᾧ τι ἔστι

    关系代词与格 ᾧ 表示事物赖以存在的方式、手段或原因(“某物凭此而存在”)。紧接着亚历山大用 τουτέστιν ἐν ᾧ ἡ ὕλη ἐστίν(即质料处于其中的形式)作了解释,指明了形式原因的内涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:541.10-542.9