- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:540.4-541.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者以打雷和房屋为例,论证了探究本质上是寻找一物属于另一物的原因,并说明了形式(作为目的)与作动原因如何成为探究的对象。
ἀλλ’ αὕτη ἡ αἰτία κοινὴ κατὰ πάντων καὶ σύντομος τυγχάνει καὶ οὐδεμίαν ἔχει δυσχέρειαν· εὔκολον γάρ ἐστιν ἐρωτωμένων ἡμῶν, διὰ τί τὸ λευκὸν λευκόν ἐστι, λέγειν διότι ἕν ἐστι, καὶ διὰ τί ὁ βοῦς βοῦς ἐστι, διότι εἷς ἐστιν· ὧν δὲ ὁ λόγος, ὥσπερ εἴρηται, εἷς, καὶ αὐτὰ ἕν. εἰ δὲ ταῦτα ἄτοπα καὶ ἀδύνατα, οὐ χρὴ οὕτω προτείνειν τὰς ἐρωτήσεις καὶ ζητήσεις, ἀλλὰ ζητεῖν διὰ τί ὁ ἄνθρωπός ἐστι ζῷον τοιονδί, τουτέστι διὰ τί ὁ ἄνθρωπός ἐστι φέρε εἰπεῖν ζῷον λευκὸν ἢ δίπουν. ὁ δὴ τοῦτο ζητῶν φανερὸν ὡς οὐ ζητεῖ1 διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, ἀλλὰ ζητεῖ, ὅτι τὸ δίπουν καὶ τὸ λευκόν, ἕτερον ὂν τοῦ ἀνθρώπου, διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ. τοῦτο δ’ ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ δεῖ δῆλον εἶναι ὅτι ὑπάρχει αὐτῷ·2 εἰ γὰρ ἄδηλόν ἐστιν ὅτι ὑπάρχει, οὐδέν ἐστι ζητεῖν. θεὶς οὖν κἀνταῦθα μεταξὺ τὸ ὅτι δ’ ὑπάρχει δεῖ δῆλον εἶναι, πάλιν λέγει παραδείγματα τοῦ ὅπως αἱ ζητήσεις ἄλλα κατ’ ἄλλων ζητοῦσι, λέγων οἷον διὰ τί βροντᾷ; ὅταν γὰρ ζητῶμεν διὰ τί βροντᾷ, τοῦτο ζητοῦμεν διὰ τί ψόφος ἐν τοῖς νέφεσι γίνεται· ὁ δὲ ψόφος τῶν νεφῶν ἕτερος, καὶ ζητεῖται ἄλλο κατ’ ἄλλου, ὁ ψόφος κατὰ τοῦ νέφους. καὶ πάλιν ὅταν ζητῶμεν διὰ τί οἱ πλίνθοι καὶ οἱ λίθοι οἰκία ἐστίν, ἄλλο κατ’ ἄλλου ζητοῦμεν. ζητοῦμεν γὰρ διὰ τί τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστίν. οὕτως οὖν δείξας ὅπως χρὴ τὰς ζητήσεις ἐπὶ παντὸς τοῦ πράγματος ποιεῖσθαι, λέγει ὅτι φανερόν ἐστιν, ὅταν ζητῶμεν διὰ τί ψόφος ἐν τῷ νέφει ἐστίν, ἢ οἰκία ἐν λίθοις καὶ ξύλοις, οὐδὲν ἄλλο ζητοῦμεν ἢ τὸ αἴτιον. λέγοντες γὰρ ὅτι διὰ τί τόδε ἐν τῳδί, τοῦτό φαμεν τί τὸ αἴτιον τὸ κινῆσαν τὴν ὕλην γενέσθαι τόδε, οἷον οἰκία ἢ ἄνθρωπος ἢ βροντή. ὃ δὴ αἴτιον τὸ τὴν ὕλην κινοῦν ἐπ’ ἐνίων, φησίν, ἐστὶ τὸ τίνος ἕνεκα καὶ τὸ τέλος ἤτοι τὸ εἶδος· τὸ γὰρ εἶδος τέλος, οἷον ἐπὶ οἰκίας ἢ κλίνης· τέλος γὰρ οἰκίας τὸ τὰ ἐν αὐτῇ ἀνεπίβατα κλέπταις διατηρεῖν, τοῦτο δ’ αὐτῇ ὑπάρχει ἐκ τοῦ τοιουδὶ εἴδους· κλίνης πάλιν τέλος ἐστὶ τὸ τὸν ἄνθρωπον ἀναπαύεσθαι ἐπ’ αὐτῆς. ἐπ’ ἐνίων δὲ τὸ κινῆσαν, οἷον τὸ ποιητικόν. (αἴτιον γὰρ καὶ τοῦτο)· ὥστε δῆλον ὅτι ἐπὶ τῆς οἰκίας καὶ τῆς κλίνης οὐ μόνον τὸ τίνος ἕνεκα ζητεῖται, ἀλλὰ καὶ τὸ κινῆσαν. ζητηθήσεται γὰρ τί τὸ κινῆσαν τοὺς Ἕλληνας στρατεύεσθαι ἐπὶ τὴν Τροίαν, τοῦτο δ’ ἐστὶ τὸ τὸν Ἀλέξανδρον ἁρπάσαι τὴν Ἑλένην· καὶ πάλιν τὸ κινῆσαν τοὺς λίθους καὶ τὰ ξύλα καὶ ποιῆσαν οἰκίαν. καὶ οἶμαι τὸ ἴσως διὰ τοῦτο πρόσκειται τῷ οἷον ἴσως ἐπὶ οἰκίας, ὡς εἰ ἔλεγε ποτὲ μὲν ἴσως ζητηθήσεται τὸ τίνος ἕνεκα, ποτὲ δὲ τὸ κινῆσαν. τὸ δὲ τοῦτο δ’ ἐστὶ τὸ τί ἦν εἶναι, ὡς εἰπεῖν λογικῶς, παρέλκον ἐστὶ καὶ ὑπό τινος ἐνταῦθα παραρριφθέν· περὶ γὰρ τούτου μετ’ ὀλίγον ἐρεῖ. εἰπὼν δὲ αἴτιον γὰρ καὶ τοῦτο οἷον τὸ ποιητικόν, λέγει ἀλλὰ τὸ τοιοῦτον μὲν (τοιοῦτον λέγων τὸ ποιητικὸν αἴτιον), ἐπὶ τῶν γινομένων καὶ φθειρομένων ζητεῖται· ἐπὶ γὰρ τῆς γινομένης οἰκίας ζητεῖται τὸ ποιητικόν, ὁμοίως καὶ ἐπὶ τῆς φθειρομένης τὸ κινοῦν τοιωσδὶ τοὺς λίθους, θάτερον δέ, οἷον τὸ εἰδικόν, καὶ ἐπὶ τῶν γινομένων καὶ ἐπὶ τῶν ἤδη ὄντων. καὶ ἐπὶ τοῦ γινομένου γὰρ ἀνθρώπου ζητεῖται τί τὸ αἴτιον τοῦ τοιωσδὶ τὴν ὕλην κινεῖσθαι, καὶ ἐπὶ τοῦ ὄντος ὁμοίως τί τὸ αἴτιον τὸ τὴν ὕλην κινῆσαν καὶ ποιῆσαν αὐτὴν εἶναι τόδε τι, οἷον Σωκράτη ἢ Πλάτωνα.
但是这个原因对所有事物都是相通而简短的,没有任何困难;因为当我们被问及为什么白的是白的,回答说“因为它是一个”,被问及为什么牛是牛,回答说“因为它是一个”,是很容易的;但是,正如已经说过的,说明相同的事物,它们自身也是同一个。然而,如果这些是荒谬且不可能的,就不应当这样提出问题和探究,而应当探究为什么人是这样一种动物——也就是说,为什么人例如是白的或两足的动物。显然,探究这一点的人并不是在探究为什么人是人,而是在探究有别于人的两足和白为什么属于人。而至于他所探究的为什么属于人的这同一个属性,它属于人这一事实必须是显明的;因为如果它是否属于人是不显明的,就没有任何可探究的了。因此,他在此时同样在中间置入“但它属于[主体]必须是显明的”之后,又举出各种探究如何是探究一物属于另一物的例子,说“例如,为什么打雷?”因为每当我们探究为什么打雷时,我们是在探究这一点:为什么云层中会发出响声?而响声不同于云层,并且是在探究一物属于另一物——响声属于云层。又如,每当我们探究为什么砖石是一座房屋时,我们是在探究一物属于另一物;因为我们是在探究形式为什么处于质料之中。于是,在这样指明了应当如何对一切事物进行探究之后,他说,显而易见,每当我们探究为什么云层中有响声,或者为什么石块和木料中有房屋时,我们探究的无非就是原因。因为说“为什么这一个处于那一个之中”,我们是指“推动质料生成这一个——例如房屋、人或雷——的原因是什么”。他说,推动质料的这个原因在某些事物上是“为了什么”和目的,即形式;因为形式就是目的,例如在房屋或床的场合;因为房屋的目的是使其中的物品不被盗贼侵入,而这一属性是由于具备了这样一种形式而属于它的;床的目的则是人可以在其上休息。但在某些事物上[动因]则是推动者,例如作动原因(因为这也是一种原因);因此显而易见,在房屋和床的场合,探究的不仅是目的,而且还有推动者。因为人们会探究是什么推动了希腊人远征特洛伊,而这正是亚历山大掳走了海伦;同样也会探究是什么推动了石块和木料并造就了房屋。并且我认为,“也许”之所以被附加在“例如也许在房屋的场合”这句话上,乃是因为这一点,仿佛他是说:有时也许探究的是目的,有时探究的则是推动者。而“从逻辑上说,这就是本性存在”这句话则是多余的,是某人在此处强加进去的;因为关于这一点他稍后就会论及。在说了“因为这也是一种原因”——即作动原因——之后,他说:“但这样一种原因”(他所说的这样一种原因是指作动原因)“是在生成和消灭的事物上被探究的”;因为在正在生成的房屋上探究的是作动原因,同样在正在消灭的房屋上探究的是这样推动石块者;而另一种原因,即形式原因,则既在生成的事物上被探究,也在已经存在的事物上被探究。因为无论是在正在生成的人的场合,人们探究质料这样被推动的原因是什么,还是在已经存在的人的场合,人们同样探究推动质料并使其成为某个个体——例如苏格拉底或柏拉图——的原因是什么。
- 7.49ὁ δὴ τοῦτο ζητῶν φανερὸν ὡς οὐ ζητεῖ
句首的主格分词短语 ὁ δὴ τοῦτο ζητῶν(“探究这一点的人”)是一种先取结构(prolepsis),将非人称表达式 φανερὸν ὡς(“显然……”)引导的从句主语提前至句首,亦可视为起强调作用的悬置主格(nominativus pendens)。
- 7.49τοῦτο δ’ ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ δεῖ δῆλον εἶναι ὅτι ὑπάρχει αὐτῷ
句首的指示代词 τοῦτο 是主句述语 δεῖ δῆλον εἶναι(“必须是显明的”)的语法主语,并由关系从句 ὅπερ ζητεῖ διὰ τί ὑπάρχει τῷ ἀνθρώπῳ(“他探究的为什么属于人的当之事理”)所修饰。随后的 ὅτι ὑπάρχει αὐτῷ 从句接在 δῆλον εἶναι 之后,同格地补足说明 τοῦτο 的具体内容。
