← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§539.1-540.4

作为原因的实体探求与为什么之提问的条件

注解者阐释了亚里士多德将实体作为原理和原因展开探究的论证,阐明“为什么”这一提问只适用于存在的事物以及一物属于另一物的情况,从而排除了探究“自身为何是自身”这类无意义的提问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.49#1

" Ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτέον." Ὥσπερ εἶπον, διὰ τούτων ἐπιζητεῖ τί ποτέ ἐστιν τὸ τὴν ὕλην κινοῦν εἰς τὸ γίνεσθαι τὰ πράγματα, καί φησιν ὅτι ἐπειδὴ ἡ οὐσία, λέγων οὐσίαν τὸ εἶδος, ἀρχὴ καὶ αἰτία ἐστίν (καὶ ὅρα πῶς ἐκ προοιμίων τὸ οἰκεῖον ὑποφαίνει βούλημα), ἐντεῦθεν μετιτέον. δεῖ δὲ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ὑπομνησθῆναι ἡμᾶς1 ὅτι τὸ διὰ τί ἐπὶ μὴ ὄντων οὐ ζητεῖται ἀλλ’ ἐπὶ ὄντων. ὁ γὰρ ζητῶν διὰ τί τοῦτο, ζητεῖ διὰ τί τόδε ὑπάρχει τῳδί, ὥστε τὸ διὰ τί καὶ ἐπὶ ὄντων ζητεῖ καὶ ἐπὶ ὑπαρχόντων ἄλλων ἐν ἄλλοις. ζητεῖται οὖν, φησί, τὸ διὰ τί, ὅτι διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ γὰρ ζητεῖν ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἢ τὸ αὐτὸ ζητεῖν ἐστι, τουτέστι διὰ τί αὐτὸ ἐν ἑαυτῷ ἐστιν, ἢ ἄλλο. εἰ μὲν οὖν λέγει τις, διὰ τί ὁ μουσικὸς ἄνθρωπος τοῦτο αὐτὸ μουσικὸς ἄνθρωπός ἐστιν, οὐδέν ἐστι ζητεῖν. εἰ δὲ διὰ τῆς τοῦ διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι ζητήσεως τοῦτο λέγει,2 ὅτι διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικός ἐστι καὶ διὰ τί τὸ μουσικὸν ἐν τῷ ἀνθρώπῳ ὑπάρχει, μὴ προστιθεὶς τὸ ἄνθρωπος, εὔλογος ἡ ζήτησις· ζητεῖ γὰρ διὰ τί ἄλλο ἐν ἄλλῳ ὑπάρχει. τὸ μὲν οὖν διὰ τί αὐτό ἐστιν αὐτό, τουτέστι τὸ μὲν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι ζητεῖν, οὐδέν ἐστι ζητεῖν· αἱ γὰρ ζητήσεις περὶ φύσεως ἑτέρων ἐν ἑτέροις ὑπαρχόντων εἰσίν, οἷον διὰ τί ὁ ἄνθρωπος ζῷον· τὸ γὰρ ζῷον ἕτερόν ἐστι παρὰ τὸν ἄνθρωπον, ὥστε περὶ ἑτέρων αἱ ζητήσεις ἀλλ’ οὐ περὶ ἑαυτῶν. εἰπὼν δὲ ὅτι αἱ ζητήσεις περὶ ἄλλων ἐν ἄλλοις ὄντων εἰσίν, ἐπήγαγε δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα,3 ἴσον λέγων ὅτι ἐπειδὰν ζητῆται τὸ διὰ τί, δῆλον εἶναι ὀφείλει ὡς ὑπάρχει τόδε ἐν τῳδὶ καὶ ὅτι εἰσίν· ἐπὶ γὰρ τῶν μὴ ὄντων τὸ διὰ τί οὐ ζητεῖται. εἰ γὰρ ζητεῖται ὅτι διὰ τί ἡ σελήνη ἐκλείπει, δῆλον εἶναι χρὴ ὅτι ὑπάρχει τῇ σελήνῃ τὸ ἐκλείπειν. θεὶς οὖν τοῦτο μεταξὺ πάλιν ἐπανέδραμεν ἐπὶ τὸ πρότερον, λέγων αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. καὶ εἴη ἂν λέγων ὅτι τὸ μὲν οὖν ζητεῖν διὰ τί ὁ ἄνθρωπος μουσικός ἐστιν, εὔλογος ἡ ζήτησις, τὸ δὲ λέγειν ὅτι αὐτὸ διὰ τί αὐτό, τουτέστιν ὅτι ὁ ἄνθρωπος διὰ τί ἐστιν ἄνθρωπος, καὶ ὁ ἵππος διὰ τί ἵππος, καὶ ὁ βοῦς διὰ τί βοῦς, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων. ἐρεῖ γὰρ ὁ προσδιαλεγόμενος διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος καὶ διότι βοῦς. ὧν δὲ ἡ αἰτία μία, καὶ ἐκεῖνα ἕν·4 ὥστε ἔσται ὁ βοῦς καὶ ὁ ἄνθρωπος ἓν τῷ ἀριθμῷ. εἰ δέ γε τοῦτο ἄλογον καὶ ἀδύνατον, οὐ χρὴ ζητεῖν διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν. ἴσως δέ, φησίν, ἐρωτηθείς τις διὰ τί ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, οὐκ ἐρεῖ διότι ἄνθρωπός ἐστι καὶ διότι ἵππος, ἀλλ’ ὅτι διὰ τοῦτο ὁ ἄνθρωπος ἄνθρωπός ἐστι καὶ ὁ ἵππος ἵππος, ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν. τὸ δὲ λέγειν ὅτι διὰ τοῦτο ἄνθρωπος ἄνθρωπός ἐστιν ὅτι ἀδιαίρετός ἐστιν ἕκαστος πρὸς ἑαυτόν, οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ λέγειν ὅτι διότι εἷς ἐστιν.

“因此,既然实体是某种原理和原因,我们就必须从这里着手。” 正如我所说,通过这些话他探究究竟是什么推动了质料以使事物生成,并且他说,既然实体——他所说的实体是指形式——是原理和原因(且看他如何从开篇就透露出自己的意图),就必须从这里着手。然而,在澄清所言内容之前,我们必须被提醒:“为什么”并不是对不存在的事物进行探究,而是对存在的事物进行探究。因为探究“为什么是这个”的人,是在探究为什么这一个属性属于那一个事物,因此他是在既针对存在的事物、又针对一物属于另一物的情况探究“为什么”。他说,因此探究“为什么”,是在探究为什么一物存在于另一物之中。因为探究“为什么懂音乐的人是懂音乐的人”,要么是在探究同一个事物,即探究为什么自身存在于自身之中,要么是在探究别的事物。如果有人是指为什么懂音乐的人正是这同一个懂音乐的人,那就没有任何可探究的了。但如果在“为什么懂音乐的人是懂音乐的人”的探究中,他是指:为什么懂音乐的人是懂音乐的,以及为什么懂音乐这一属性属于人,而不再加上“人”这一词,那么这种探究就是合乎情理的;因为他探究的是为什么一物存在于另一物之中。因此,探究为什么自身是自身,也就是探究为什么人是人,就是什么也没探究;因为探究是关于属于另一物的不同事物的本性的,例如“为什么人是动物”;因为动物不同于人,所以探究是关于不同事物的,而不是关于自身的。在说明探究是关于处于另一物之中的别的事物之后,他补充道“因为事实与存在必须作为显明之物而具备”,这等同于说,每当探究“为什么”时,这一个属性属于那一个事物以及它们存在,都应当是显明的;因为对于不存在的事物,是不探究“为什么”的。因为如果探究为什么月亮发生月食,那么发生月食属于月亮就必须是显明的。因此,他在中间置入这一点之后,又回到了先前的话题,他说:“但是至于自身是自身,在一切事物上都有一个说明和一个原因。”他的意思当是指:探究为什么人懂音乐固然是合乎情理的探究,但如果说为什么自身是自身——也就是为什么人是人、为什么马是马、为什么牛是牛——在一切事物上都有一个说明和一个原因。因为对话者会回答“因为它是人”、“因为它是马”、“因为它是牛”。但是原因相同的事物,它们自身也是同一个;这样一来,牛和人就会在数量上成为一个了。然而,如果这是荒谬且不可能的,就不应当探究为什么人是人。他说,但是也许有人在被问及为什么人是人、马是马时,不会回答“因为它是人”和“因为它是马”,而是回答说人是人、马是马乃是因为各自相对于自身是不可分割的。但是,说人是人乃是因为各自相对于自身是不可分割的,这与说“因为它是一个”毫无二致。

语法注4 条
  1. 7.49δεῖ δὲ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ὑπομνησθῆναι ἡμᾶς

    无人称动词 δεῖ 后接被动不定词 ὑπομνησθῆναι,其逻辑主语为宾格的 ἡμᾶς,构成“在我们澄清所言内容之前,需要被提醒……”的句式结构。

  2. 7.49εἰ δὲ διὰ τῆς τοῦ διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι ζητήσεως τοῦτο λέγει

    在定冠词 τῆς 与名词 ζητήσεως 之间,嵌套了被中性定冠词 τοῦ 实词化的属格从句 τοῦ [διὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστι] 作为定语,意为“如果通过‘为什么懂音乐的人是懂音乐的人’这一探究,他是指这一点……”。

  3. 7.49δεῖ γὰρ τὸ ὅτι καὶ τὸ εἶναι ὑπάρχειν δῆλα ὄντα

    引用亚里士多德原文(1041a15-16)的宾格不定词结构。δεῖ 支配不定词 ὑπάρχειν,其实质主语是名词化的 τὸ ὅτι καὶ τὸ εἶναι(“事实与存在”),而 δῆλα ὄντα 则是作主语补足语的述谓分词(中性复数宾格),表示“作为显明之物而具备”。

  4. 7.49ὧν δὲ ἡ αἰτία μία, καὶ ἐκεῖνα ἕν

    关系代词 ὧν 与主句中的主语指示代词 ἐκεῖνα 呼应构成的关联结构:“那些其原因是一个的事物,它们自身也是一个”。这为后文推导出“牛与人在数量上合而为一”的归谬法(reductio ad absurdum)提供了前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:539.1-540.4