- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:52.1-53.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《形而上学》987b10–987b22,解释了柏拉图将“模仿”改为“分有”的用词调整、把数学对象置于可感事物与理念之间的理由、作为理念始基的“大与小”(质料)与“一”(形式),以及在主张“一”自身即为实体这一点上柏拉图与毕达哥拉斯派的异同。
" Τὴν δὲ μέθεξιν τοὔνομα μόνον μετέβαλε." Τουτέστι μετέθηκε· τὴν γὰρ ὑπὸ τῶν Πυθαγορικῶν μίμησιν λεγομένην αὐτὸς μεταβαλὼν μέθεξιν εἶπε. ταύτην δὲ τὴν μέθεξίν τε καὶ μίμησιν τί τ’ ἔστι καὶ πῶς γίνεται, οὔτε τῶν Πυθαγορικῶν τις οὔτε Πλάτων ἀπέδοσαν, ἀλλ’ εἴασαν ἐν κοινῷ ζητεῖσθαι πῶς γίνεται καὶ τίνα τρόπον. ἔοικε δὲ τοῦτο καὶ ὑπὸ Πλάτωνος ἐν τῷ Παρμενίδῃ δηλοῦσθαι. εἶεν δ’ ἂν οἱ Πυθαγορικοὶ λέγοντες1 κατὰ μίμησιν τῶν πρώτων ἀριθμῶν, οὓς ἔλεγον κυρίως εἶναι ἃ κατηγορεῖται αὐτῶν, τοὺς ἄλλους εἶναι τοιούτους.
“但他只是改变了名称,称之为分有。” 也就是作了替换;因为毕达哥拉斯派所说的模仿,他自己改变并称之为分有。然而这种分有与模仿究竟是什么、如何生成,毕达哥拉斯派的人没有一个说明过,柏拉图也没有说明,而是将它是如何生成、以何种方式生成留作共同探讨的问题。这一点似乎柏拉图在《巴曼尼得斯篇》中也有所表明。毕达哥拉斯派可能会说,其他数字是依照对最初诸数的模仿而具有这种性质的,他们曾说最初诸数就是被述说于它们之上的那些本义的存在。
"Ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ εἴδη." Ἱστορεῖ καὶ τοῦτο ὅτι Πλάτων τὰ μαθηματικὰ μεταξὺ φύσεις τινὰς καὶ οὐσίας τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν ἔθετο. μεταξὺ γὰρ ἦν αὐτῶν κατ’ αὐτόν, διαφέροντα τῶν μὲν αἰσθητῶν τῷ ἀίδιά τε εἶναι καὶ ἀκίνητα παντάπασιν, τῶν δὲ ἰδεῶν τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι, τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’ ἕκαστα, δηλοῦν ὁμοιότητα, ἐνυπάρχοντα τούτοις. οὐ γάρ ἐστιν αὐτὰ καθ’ αὐτὰ ὑφεστῶτα, ἀλλ’ ἐπινοίᾳ· χωρισθείσης γὰρ τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ’ ὧν ἐστιν αὐτοῖς τὸ ὑφεστάναι, καταλείπεται τὰ μαθηματικὰ τὴν ἐν τοῖς ἐνύλοις καὶ πολλοῖς καὶ διαφέρουσι κατὰ τὰ ὑλικὰ συμπτώματα ὁμοιότητα δηλοῦντα. ἢ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, οὐ μὴν Πλάτων οὕτως ἔλεγεν,2 ὅς γε φύσεις αὐτὰς καὶ οὐσίας καθ’ αὐτάς τε καὶ ἀϊδίους ἐποίει· ἀλλὰ λέγοι ἂν πολλὰ ὅμοια εἶναι ἐπὶ τῶν μαθηματικῶν, ὡς οὐχ ἑνὸς κατὰ τὸν ἀριθμὸν ἑκάστου αὐτῶν ὄντος· πολλὰ γὰρ κατ’ ἀριθμὸν τὰ μαθηματικὰ τρίγωνα καὶ τετράγωνα καὶ τῶν ἄλλων ἕκαστον εἶναι, ὥσπερ καὶ τὰ αἰσθητά, σῴζοντα τὴν ὁμοιότητα πρὸς ἄλληλα κατὰ τὸν ὁρισμόν· τῶν δὲ ἰδεῶν ἑκάστη κατ’ ἀριθμὸν μία.
“此外,在可感事物与形式之外。” 他也叙述了这一点,即柏拉图把数学对象设立为理念与可感事物之间的某种居间本性与实体。因为依照他,它们居于两者之间,与可感事物的不同在于它们是永恒且完全不动的,与理念的不同则在于:理念在数目上各自为一个,而数学对象则表现存在于多数事物——即在可感事物和个别事物——之中的相似性,内在于它们之中。因为它们不是独自实存的,而是出于思维构想;因为当质料与运动——在质料性事物中实存正是依照它们且伴随它们而有的——从质料性事物中被分离出去时,所留下的就是数学对象,它们表现存在于质料性的、多数的且因质料偶性而相区别的事物之中的相似性。抑或,事情的真相虽是如此,柏拉图却绝非如此言说,因为他把数学对象设立为独自实存且永恒的本性与实体;不如说,他关于数学对象会说有许多相似之物,其含义是它们之中的每一类在数目上并非仅仅为一个;因为在数目上,数学上的三角形、正方形以及其他各项都是多数的,正如可感事物一样,它们依照定义保持了彼此间的相似性;而理念的每一项在数目上都是单一的。
"Ἐπεὶ δὲ αἴτια τὰ εἴδη." Ἡγούμενος, φησί, τὰ εἴδη, τουτέστι τὰς ἰδέας, ἀρχὰς εἶναι καὶ αἰτίας τοῖς ἄλλοις πᾶσι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς τῶν ἰδεῶν αὐτῶν πάλιν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ τὸ ὑποκείμενον ἔλεγε τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν. τοῦτο δὲ ὅπως ἔλεγεν ἑξῆς λέγει. ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι τοὺς ἀριθμούς.3 ἐξ ἐκείνων, τουτέστι τοῦ μεγάλου καὶ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη εἶναι, τουτέστι τὰς ἰδέας, αἵτινες καὶ αὐταὶ ἀριθμοί εἰσιν· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν. εἰπὼν δὲ τὰ εἴδη προσέθηκε τοὺς ἀριθμούς· τὰ γὰρ ὡς ἀριθμοὶ εἴδη αἱ ἰδέαι, ἐπεὶ εἴδη καὶ ἄλλα ἐστίν, ὥσπερ οὖν καὶ ἀριθμοί.
“由于形式是原因。” 他说,柏拉图认为形式(即理念)是其他一切事物存在的原因和始基(因为其他事物是通过分有它们而存在的),便反过来把理念自身的始基设立为一切事物的始基;作为理念的始基,他把“大与小”作为质料与底层物来谈论——如他所说,这是某种不定二元——而把“一”作为实体与形式来谈论。接着他说明了他是如何言说这一点的:“因为由那些出发,通过分有一,作为数的形式便得以存在。”由那些出发,也就是由大与小结合并由一通过分有(即通过分享一)被赋予形式,形式(即理念)得以存在,理念本身也就是数;因为他们称理念为形式之数。而在说过“形式”之后,他又加上了“诸数”;因为作为诸数的形式就是理念,既然还有其他的形式,正如确实还有其他的数一样。
"Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν γέ τι ὂν λέγεσθαι ἕν." Εἴρηκε γὰρ περὶ τῶν Πυθαγορικῶν ὅτι οὐχ ὑπετίθεσαν ἄλλην τινὰ φύσιν τοῖς ἀριθμοῖς, ἀλλ’ αὐτοὺς τοὺς ἀριθμοὺς οὐσίας ἔλεγον εἶναι, καὶ δὴ καὶ τὸ ἓν οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ, ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἶναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον, ἔπειτα τὸ ἓν εἶναι πεπονθός. τοῦτό τε οὖν παραπλησίως φησὶ Πλάτωνα ἐκείνοις λέγειν, καὶ τὸ ἀρχὰς καὶ αἴτια τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι, εἰ καὶ μὴ τὸν αὐτὸν τρόπον· οἱ μὲν γὰρ ὡς4 ἐνυπάρχοντας τοῖς πράγμασι καὶ ὡς ὕλην (ὡς γὰρ ἐξ αὐτῶν πάντων τῶν ὄντων συγκειμένων), Πλάτων δὲ ἐκτὸς αὐτοὺς ἐποίει τῶν οἷς εἰσιν αἴτια· ὡς παραδείγματα γάρ. τὸ δὲ ὡσαύτως εἶπεν οὐχ ὡς ὁμοίως αἰτίους τῆς οὐσίας τοὺς ἀριθμοὺς Πλάτωνος τοῖς Πυθαγορικοῖς λέγοντος, ἀλλ’ ὡς καὶ αὐτοῦ ὥσπερ καὶ ἐκείνων αἰτίους τῶν ὄντων τοὺς ἀριθμοὺς εἰπόντος.
“然而,一自身就是实体,而不是作为某种别的事物而被称作一。” 因为亚里士多德谈到毕达哥拉斯派时曾说,他们并没有为数假定任何别的本性,而是说数本身就是实体,并且确实没有把一述说于某种别的事物之上,而是假定一就是以其作为一而具有存在的某种实体。而关于柏拉图他也叙述了这一点,即柏拉图以与他们相近的方式说一是实体,而不是依照底层物而言是某种别的事物随后承受了一的存在。因此他说柏拉图在这点上与他们相近地言说,并且在把数设立为存在之物的始基和原因上也是如此,即便方式并不相同;因为毕达哥拉斯派是把数作为内在于事物之中的东西并且作为质料来设立的(因为他们认为一切存在之物都是由数构成的),而柏拉图则把它们置于它们作为其原因的事物之外;因为他是把它们作为范型的。他说“同样地”,并不是指柏拉图像毕达哥拉斯派那样同样把数说成是实体的原因,而是指柏拉图自己正如他们一样把数说成了存在之物的原因。
- 1.48εἶεν δ’ ἂν οἱ Πυθαγορικοὶ λέγοντες
由 ἄν 加上愿望语气(εἶεν)与分词 λέγοντες 构成的迂回句式,用于推测性地表达毕达哥拉斯派学说的意图或含义(“他们可能会说”)。
- 1.49ἢ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, οὐ μὴν Πλάτων οὕτως ἔλεγεν
连词 ἤ 引入了修正与对比,将前面对数学对象的说明(基于逍遥学派自身的抽象理论)转向柏拉图本人的真实主张(即数学对象是独立实存且为多数的实体)。
- 1.50ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι τοὺς ἀριθμούς
包含亚里士多德原著引文(987b21–22)的宾格不定式句。τὰ εἴδη 是主格性质的宾词,而 τοὺς ἀριθμούς 是述语宾格(“形式就是诸数”)。
- 1.51τὸ δὲ ὡσαύτως εἶπεν οὐχ ὡς... ἀλλ’ ὡς...
用以界定亚里士多德所用副词 ὡσαύτως 的结构。通过 οὐχ ὡς... ἀλλ’ ὡς... 说明“同样地”并非指作为实体原因的方式相同,而是指柏拉图与毕达哥拉斯派同样把数设立为存在之物的原因。
