- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:537.23-538.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德的论证:理念论者将形式作为实体而予以分离在一方面是正确的,但将其作为普遍者述谓多数事物则是错误的;随后,他赞美了亚里士多德在第17章开端转向探究推动质料的第一形式(神)的周密方法。
" Ἀλλ’ οἱ τὰ εἴδη λέγοντες εἶναι τῇ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά." Ἐπειδὴ τὸ τῆς οὐσίας ἐξαίρετόν ἐστι τὸ εἶναι καθ’ αὑτήν, οἱ δὲ τὰ εἴδη λέγοντες οὐσίας αὐτὰ ἔλεγον, κατ’ αὐτὸ τοῦτο χωρίζοντες καὶ καθ’ αὐτὰ λέγοντες εἶναι ἔλεγον ὀρθῶς· τῷ ὄντι γὰρ εἴπερ ἦσαν τὰ εἴδη οὐσίαι, χωριστὰ καὶ καθ’ αὑτὰ εἴησαν ἄν. ᾗ μὲν οὖν οὐσίας τὰ εἴδη λέγοντες χωριστὰ καὶ καθ’ αὑτὰ ἐτίθεντο, ἔλεγον ὀρθῶς· ᾗ δὲ πάλιν τὸ ἓν εἶδος, οἷον τὸν αὐτοάνθρωπον, οὐσίαν λέγοντες ἐπὶ πολλῶν ἐκατηγόρουν, οὐκ ἔλεγον ὀρθῶς· οὐδεμία γὰρ οὐσία, ὡς δέδεικται, ἐπὶ πολλῶν λέγεται. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς τὰ εἴδη οὐσίας λέγοντες κατὰ πολλῶν ἐκατηγόρουν αὐτά, λέγων ‘αἴτιον δὲ τοῦ ταῦτα οὐσίας λέγοντας κατηγορεῖν κατὰ πολλῶν· ἐρωτώμενοι γὰρ τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι, αἵπερ εἰσὶν ἄφθαρτοι καὶ παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς, καὶ μὴ ἔχοντες ἀποδοῦναι καὶ εἰπεῖν, παρῆγον τὸν Καλλίαν καὶ Κάλλιππον καὶ Φαίδωνα, λέγοντες ὡς ὁ καθόλου ἄνθρωπος οὗτοι οὐκ εἰσιν, τῇ δὲ αὐτοανθρώπου μεθέξει οὗτοι ὑπάρχουσι· μετέχουσι γὰρ οἱ κατὰ μέρος ἅπαντες ἄνθρωποι τοῦ αὐτοανθρώπου.’ ποιοῦσιν οὖν ταύτας τὰς ἰδέας, τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, τὰς αὐτὰς τῷ εἴδει τοῖς φθαρτοῖς· προστιθέντες γὰρ τῷ αἰσθητῷ ἀνθρώπῳ τὸ αὐτό (τοῦτο γὰρ εἶπε ῥῆμα καταχρηστικῶς), χειροτονοῦσι καὶ ποιοῦσι καθόλου ἄνθρωπον, λέγοντες αὐτοάνθρωπον καὶ αὐτοΐππον. τῷ γὰρ ἀνθρώπῳ, ὡς εἴρηται, εἰ προστεθείη τὸ αὐτό, γίνεται αὐτοάνθρωπος. καίτοι κἂν κατ’ ἀλήθειαν ἦσαν αἱ ἰδέαι καὶ ἐν ὑπάρξει ὑπῆρχον, κἂν ἡμεῖς μὴ ἑωράκειμεν, ἦσαν ἄν.1 τίς οὖν ἀνάγκη ἦν δεικνύναι αὐτὰς ἐν τοῖς αἰσθητοῖς; ἔδει γὰρ αὐτοὺς ἐρωτωμένους τίνες εἰσὶν αὗται αἱ οὐσίαι, πρὸς τὸν πυνθανόμενον ἀποκρίνεσθαι· ὅτι νοοῦμεν μὲν αὐτοάνθρωπον, ἀλλ’ οὖν ἐν τῷ νοητῷ κόσμῳ ὄντα οὐ δυνάμεθα αὐτὸν δεῖξαι, οὐ μὴν παράγειν τοὺς καθ’ ἕκαστα καὶ λέγειν ὡς ὁ αὐτοάνθρωπος οὗτοί εἰσιν· ἐν τούτοις γάρ ἐστι, καὶ τῇ μετουσίᾳ ἐκείνου οὗτοί εἰσιν. ἀλλ’ ὡς ἔοικε τοῦτο ἐκεῖνοι ἐποίουν δεδιότες, ὡς εἰ μὴ θεασάμενοι τύχοιμεν αὐτό, οὐδὲ δύναται εἶναι. καίτοι καὶ τῶν ἀστέρων πολλούς, οἷον τὸν Κάνωβον, οὐχ ὁρῶμεν, ἀλλ’ ὅμως οὐδὲν ἧττον ἐστιν οὐσία παρ’ οὓς ἡμεῖς ὁρῶμεν. οὕτως οὖν τί ἐκώλυεν, εἴπερ ἦν ὁ αὐτοάνθρωπος, καὶ ἡμῶν μὴ ἑωρακότων εἶναι. ὥστε καὶ νῦν εἰ μὴ ἔχομεν ἰδεῖν τὰ εἴδη, ἀλλ’ οὖν, φησίν, εἶναί τινας οὐσίας, οὐχ οἵας οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον ἀλλ’ ἀσωμάτους καὶ νοεράς, ἀναγκαῖον. τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω τοῦτο δεῖξαι,2 λέγω δὴ τὸ εἶναί τινας οὐσίας παρὰ τὰς αἰσθητάς, κἂν μὴ ἡμεῖς ταύτας ἰδεῖν δυνώμεθα. ταῦτα εἰπὼν καὶ δείξας συμπεραίνεται λέγων ὅτι μὲν οὖν οὔτε τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσία οὔτε ἐστὶν οὐσία οὐδεμία ἐξ ἐνεργείᾳ οὐσιῶν δῆλον.
“但是,那些主张形式存在的人,在一方面通过将它们分离而说得正确。” 既然实体的特有属性是其自身存在,而那些主张形式存在的人将形式称为实体,那么恰恰在此点上,通过将它们分离并说它们自身存在,他们是说得正确的;因为事实上,如果形式是实体,它们便会是分离的且自身存在的。因此,就他们将形式称为实体而设定它们是分离的且自身存在而言,他们说得正确;但是另一方面,就他们将单一的形式(例如“人自身”)称为实体却又针对多数事物进行述谓而言,他们说得不正确;因为正如已被证明的那样,任何实体都不是针对多数事物被言说的。接着,他也指明了他们如何将形式称为实体却又针对多数事物加以述谓的原因,他说:“他们将这些称为实体却又针对多数事物加以述谓的原因在于:当被问及这些既不灭又存在于个别和可感实体之外的此类实体究竟是什么,而又无法解释和陈述时,他们便拉出卡利亚斯、卡利普斯和斐多,说这些人并不是普遍的人,但他们由于分有‘人自身’而存立;因为一切个别的人都分有‘人自身’。”因此,他们把这些理念——“人自身”和“马自身”——弄成在形式上与可灭事物相同的东西;因为他们通过给可感的人加上“自身”(这一词语是他借用而言的),便指认并造出了普遍的人,称其为“人自身”和“马自身”。因为正如所说的那样,如果给“人”加上“自身”,就变成了“人自身”。然而,即便理念在真实中存在并且存立于实在之中,即便我们未曾见过它们,它们原本也应当存在。那么,又何必一定要在可感事物中指出它们呢?因为当被问及这些实体是什么时,他们本该向发问者回答:“我们固然知解‘人自身’,但由于它处于可知界中,我们无法指出它”,而不该拉出诸多个别事物并说这就是“人自身”,因为它在这些事物之中,而这些事物是由于分有它而存在的。但是看来,他们这样做是出于恐惧,害怕如果我们未能碰巧看到它,它甚至都不可能存在。然而,在众星之中有许多(例如老人星)我们是看不到的,但尽管如此,它与我们所看到的星辰分离而作为实体存在,却丝毫未减。既然如此,倘若“人自身”原本存在,即便我们未曾见过,又有什么能妨碍它的存在呢?因此,即使现在我们无法看到诸形式,他说,但也必然存在着某些实体——不是那些设定理念的人所说的那样,而是非肉体的且知性的实体。“也许”一词的附加上去,乃是因为尚未证明这一点,我指的是:即便我们无法看到它们,也存在着某些处于可感事物之外的实体。陈述并证明了这些之后,他总结道:因此显而易见,普遍被言说的事物中没有一个是实体,任何实体也都不是由现实活动中的实体构成的。
"Τί δὲ χρὴ λέγειν καὶ ὁποῖόν τι τὴν οὐσίαν πάλιν ἄλλην ἀρχὴν ποιησάμενοι λέγωμεν." Ἴσως γάρ, φησίν, ἐκ τούτων τῶν οὐσιῶν δῆλον ἔσται καὶ περὶ ἐκείνης τῆς οὐσίας τῆς ἀσωμάτου καὶ κεχωρισμένης τῶν αἰσθητῶν. καὶ ὅρα τὸ εὐμέθοδον τοῦ θαυμαστοῦ τοῦδε ἀνδρὸς καὶ ἀγχινούστατον, ὅπως ἀνιχνεύει δαιμονίως ἄγαν καὶ ποικίλως τὴν τῆς πρώτης οὐσίας εὕρεσιν, τοῦ πολυτιμήτου φημὶ καὶ πολυποθήτου καὶ πάντων πατρὸς θεοῦ· ζητεῖ γὰρ ἐνταῦθα ὅτι τί ποτέ ἐστι τὸ τὴν ὕλην κινῆσαν3 εἰς τὸ τὰ εἴδη εἰληφέναι, καὶ δείκνυσιν ὅτι τὸ πρῶτον εἶδός ἐστιν, ὅπερ καὶ οὐσίαν χρὴ λέγειν. ἀλλ’ εἰ τὸ εἶδος τὸ ἐν τοῖς καθ’ ἕκαστά ἐστι τὸ κινοῦν τὴν ὕλην καὶ τάττον αὐτήν, δῆλον ὡς ἔστι τι εἶδος τὸ κινοῦν καὶ τάττον καὶ ποιοῦν ἔχειν τὰ τῇδε ὅπως ἔχει, καὶ ἔστι τοῦτο ὁ πολυύμνητος θεός.
“实体应当被称为什么以及是何种事物,让我们再次设立另一个端绪来加以讨论。” 他说,因为也许从这些实体出发,关于那种非肉体且与可感事物相分离的实体也会变得清楚明白。且看这位令人赞叹之人的方法周密与敏锐至极的智慧,他是何等神妙莫测且多方探究以寻得第一实体——我指的是备受尊崇、万众向往、统摄万物的圣父之神。因为他在此处探究究竟是什么推动了质料以使其接受形式,并且证明了它是第一形式,而这也正是应当被称为实体的。但是,如果存在于个别事物之中的形式是推动质料并整序质料者,那么显而易见,存在着某种形式推动、整序并使此地的万物成为其现在的状态,而这也就是备受赞颂的神。
- 7.47κἂν κατ’ ἀλήθειαν ἦσαν αἱ ἰδέαι καὶ ἐν ὑπάρξει ὑπῆρχον, κἂν ἡμεῖς μὴ ἑωράκειμεν, ἦσαν ἄν
由让步连词 κἄν(相当于 καὶ ἄν 或 καὶ ἐάν)与过去直说式动词(ἦσαν, ὑπῆρχον, ἑωράκειμεν)构成的与事实相反的虚拟条件句。两次重复的 κἄν 引入层叠的让步条件(“即便理念……即便我们未曾……”),最终引向归结从句 ἦσαν ἄν(“它们原本就会存在”)。
- 7.47τὸ δὲ ἴσως πρόσκειται διὰ τὸ μήπω τοῦτο δεῖξαι
主语 τὸ ἴσως 是带有冠词的名词化用法,指代亚里士多德正文(1041a2–3 ἀλλ’ εἶναί γέ τινας ἴσως ἀνάγκη)中的词语“也许”。短语 διὰ τὸ μήπω τοῦτο δεῖξαι 是由介词 διά 支配带冠词的不定词宾格构成的表原因的状语从句(“由于尚未证明这一点”)。
- 7.48ὅτι τί ποτέ ἐστι τὸ τὴν ὕλην κινῆσαν
作为动词 ζητεῖ 的宾语的间接疑问从句。连词 ὅτι 冗赘地或引导性地置于疑问代词从句(τί ποτέ ἐστι...)之前(这是后古典希腊语中常见的引入性用法)。带冠词的分词 τὸ κινῆσαν 指明主语或述语(“推动质料者”)。
