- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:536.30-537.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了为何“一”与“存在”比“元素”和“本原”更接近实体,随后运用三段论证明二者皆非实体,因为凡属共通且述谓于多数者都不是实体,且实体不能同时存在于多处,进而得出普遍者绝非脱离个别事物而分离存在的结论。
μᾶλλον μὲν οὖν, φησί, τὸ ἓν καὶ τὸ ὂν οὐσίαι εἰσὶ τοῦ στοιχείου καὶ τῆς ἀρχῆς,1 τουτέστι μᾶλλον μὲν δηλωτικά εἰσι τὸ ἓν καὶ ὂν οὐσίας καὶ σημαίνουσιν οὐσίαν ἤπερ τὸ στοιχεῖον· πρῶτον μὲν ὅτι τὸ ἓν καὶ τὸ ὂν καὶ ἐν τοῖς νοητοῖς καὶ αἰσθητοῖς καὶ ἁπλῶς ἐν πᾶσι θεωρεῖται, τὸ δὲ στοιχεῖον οὐδὲ ἐν τοῖς αἰσθητοῖς πᾶσιν· ὡσαύτως οὐδὲ ἡ ἀρχὴ ἐν ἅπασι θεωρεῖται· ἔπειτα ὅτι τὸ στοιχεῖον τῶν πρός τι ἐστὶ τὸ δὲ ἓν τῶν καθ’ αὑτό, τὰ δὲ καθ’ αὑτὸ μᾶλλον σημαντικά εἰσιν οὐσιῶν καὶ ὡς εἰπεῖν ἐγγίζει τῇ οὐσίᾳ ἤπερ τὰ πρός τι. ὅμως δὲ εἰ καὶ μᾶλλον οὐσίας δηλωτικά ἐστιν, ἀλλ’ οὖν οὐκ εἰσὶν οὐσίαι, εἴπερ μηδ’ ἄλλο μηδὲν τῶν κοινῶν οὐσία. καὶ συλλογίσαιτ’ ἄν τις οὕτως. οὐδὲν τῶν κοινῶν καὶ κατὰ τῶν πολλῶν λεγομένων οὐσία ἐστί (τοῦτο γὰρ δέδεικται)· τὸ ἓν καὶ τὸ ὂν τῶν κοινῶν καὶ κατὰ πολλῶν λεγομένων εἰσί· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὐκ εἰσιν οὐσίαι. καὶ ἄλλως· οὐδεμία οὐσία οὐδενὶ ἑτέρῳ ὄντι παρ’ αὐτὴν ὑπάρχει, ἀλλ’ αὐτὴ ἐν αὑτῇ ἐστι καὶ τῷ ἔχοντι αὐτήν· καὶ τὸ ἓν καὶ τὸ ὂν ἑτέροις ὑπάρχει· τὸ ἓν ἄρα καὶ τὸ ὂν οὐκ εἰσιν οὐσίαι. ὅτι δὲ ἡ οὐσία οὐκ ἐνυπάρχει ἑτέρῳ ἀλλ’ ἐν αὑτῇ ἐστι, δῆλον. ἐγὼ γὰρ οὐσία ὢν οὐχ ὑπάρχω τινὶ ἀλλ’ ἐν ἑαυτῷ εἰμι καὶ ἡ ἐμὴ οὐσία ἐν ἐμοί ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἐμὴ οὐσία ἢ ἐγώ. ἔτι τὸ ἕν, φησί, πολλαχῇ οὐκ ἂν εἴη ἅμα, τουτέστιν ἡ μία οὐσία, ὁ Σωκράτης φημὶ ἢ ὁ Καλλίας, οὐ δύναται ἅμα εἶναι καὶ ἐν Λυκείῳ καὶ ἐν ἀγορᾷ· τὸ δὲ κοινὸν ἓν τὸ κατὰ τῶν ἑνῶν κατηγορούμενον διὰ τὸ ὁμοίωμα τυγχάνειν τῶν καθ’ ἕκαστα,2 αὐτό τε καὶ πᾶν καθόλου ἅμα πολλαχῇ ἐστιν· ἓν γὰρ καὶ ἐν Ἀθήναις καὶ ἐν Θήβαις καὶ ἐν Λιβύῃ καὶ ὅλως πανταχῇ ἐστι· τὸ ἓν ἄρα τὸ κοινὸν οὐκ ἔστιν οὐσία. γράφεται δὲ καὶ ἔτι τὸ ὄν, καὶ εἴη ἂν διὰ ταύτης τῆς γραφῆς λέγων ὅτι τὸ ὄν, τουτέστι τὸ ὑπάρχον οὐσία, πολλαχῇ ἅμα οὐ δύναται εἶναι· τὸ δὲ κοινὸν ἓν καὶ ὂν ἅμα πολλαχῇ εἰσι· τὸ ἓν ἄρα καὶ ὂν οὐκ εἰσιν οὐσίαι. ὥστε δῆλον ὡς εἴπερ αἱ οὐσίαι χωρὶς καθ’ αὑτὰς δύνανται εἶναι, τὰ δὲ καθόλου δέδεικται ὅτι οὐκ εἰσιν οὐσίαι ἀλλὰ τῶν κατὰ μέρος ὁμοιώματα, φανερὸν ὡς οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ’ ἕκαστα καὶ χωρίς, ἀλλ’ ἐν αὐτοῖς τὸ εἶναι ἔχει.
因此他说,“一”与“存在”比“元素”与“本原”更是实体,也就是说,一与存在比元素更是实体的指示者并更指明实体。首先,因为一与存在在可知之物中、在可感之物中、简言之在一切事物中都被观照,而元素甚至并非在所有可感之物中都被观照;同样,本原也并非在一切事物中都被观照。其次,因为元素属于相对概念,而一属于就自身而言之物,而就自身而言之物比相对概念更是实体的表达,且可谓比相对概念更接近实体。然而,即便它们更是实体的指示者,但由于共通事物中的其他任何事物都不是实体,它们终究也不是实体。人们也可以这样进行三段论证:凡属共通且针对多数事物被言说之物,没有一个是实体(因为这已被证明);一与存在属于共通且针对多数事物被言说之物;因此,一与存在不是实体。另一种证明方式如下:任何实体都不属于除其自身之外的其他任何存在者,而是自身存在于自身之中并存在于拥有它者之中;而一与存在属于其他事物;因此,一与存在不是实体。至于实体并不内在存在于其他事物中而是存在于自身之中,这是显然的。因为我自身作为实体并不属于某物,而是在我自己之中,我的实体也在我之中;因为我的实体无非就是我。他说,此外,一不可能同时在许多地方,也就是说,单一的实体——我指的是苏格拉底或卡利亚斯——不可能同时既在吕刻昂又在广场;而通过作为个别事物的肖像从而针对诸多个别的一被述谓的共通的一,它自身与一切普遍者都同时在许多地方;因为在雅典、在忒拜、在利比亚以及总之在一切地方,它都是单一的一;因此,共通的一不是实体。异文亦作“此外存在”,根据这种异文,他的意思就会是说,存在——即作为实体而存立者——不能同时在许多地方;但共通的一与存在同时在许多地方;因此,一与存在不是实体。由此显然,倘若实体能够自身分离地存在,而普遍者已被证明不是实体而是个别部分的肖像,那么显而易见,普遍者中的任何事物都不在诸多个别事物之外且分离地存在,而是在它们之中具有其存在。
- 7.46μᾶλλον μὲν οὖν, φησί, τὸ ἓν καὶ τὸ ὂν οὐσίαι εἰσὶ τοῦ στοιχείου καὶ τῆς ἀρχῆς
属格短语 τοῦ στοιχείου καὶ τῆς ἀρχῆς 是由比较级副词 μᾶλλον 与表语名词 οὐσίαι 共同支配的比较属格。正如注疏者紧接着用 μᾶλλον μὲν δηλωτικά εἰσι ... ἤπερ τὸ στοιχεῖον 所作的转述,此处的属格并非表示所有或领属(“是元素和本原的实体”),而是表示比较(“比元素和本原更是实体”)。
- 7.46διὰ τὸ ὁμοίωμα τυγχάνειν τῶν καθ’ ἕκαστα
在介词 διά 所引导的带冠词不定式短语 διὰ τὸ ... τυγχάνειν 中,τυγχάνειν 作连系动词用(意为“恰为/作为”),接中性单数宾格名词 ὁμοίωμα 作为其表语补足成分(主语“共通的一”承前省略)。属格 τῶν καθ' ἕκαστα 依附于 ὁμοίωμα(“个别事物的肖像”)。整个短语构成状语从句,表达共通的一之所以能述谓于诸多个别事物的根据。
