← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§535.14-536.30

分离部分的非实体性与存在和一的性质

亚历山大解释了动物部分被分离后何以并非实体而仅作为质料或潜能的一,并考察了断离后仍能运动的部分(§7.45#2);随后通过火与元素的类比,论证了“一”与“存在”同样不是事物的实体而只是述词和名称(§7.46#1)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.45#2

ὅταν οὖν, φησί, χωρισθῇ τὰ μόρια τοῦ ὅλου καὶ ὦσι καθ’ αὑτά, ὡς ὕλη πάντα εἰσί, καὶ ὡς γῆ καὶ πῦρ καὶ ἀήρ. καὶ τὴν αἰτίαν τοῦ ὅπως καὶ μετὰ τὸ χωρισθῆναι οὐκ εἰσιν οὐσίαι προσέθηκεν εἰπὼν οὐδὲν γὰρ αὐτῶν ἕν ἐστιν, ἴσον λέγων τῷ ὅτι ἡ οὐσία σὺν τῷ τὸ οἰκεῖον ἔργον ἐκπληροῦν καὶ ἓν εἶναι ὀφείλει ἐνεργείᾳ τὰ δὲ μόρια ἐπειδὰν χωρισθέντα σωρηδὸν κέηται, οὐκ εἰσὶν ἐνεργείᾳ ἓν ἀλλὰ δυνάμει. ὥσπερ γὰρ ὁ σωρὸς τῶν χρυσίνων ἢ τῶν καττιτερίνων ψηγμάτων δυνάμει ἐστὶν ἕν, ὅταν δὲ τὸ πῦρ τήξῃ πάντα καὶ ὡς εἰπεῖν πέψῃ καὶ ἓν γένηται, τότε εἰσὶν ἐνεργείᾳ ἕν, οὕτω καὶ τὰ μόρια σωρηδὸν καὶ κατὰ παράθεσιν κείμενα δυνάμει εἰσὶν ἕν, ἀλλ’ οὐκ ἐνεργείᾳ. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὁ ὀρρός· καὶ εἴη ἂν λέγων ὅτι ὥσπερ ὁ ὀρρὸς πρὶν ἢ πεφθῇ, τουτέστι πρὶν ἢ παγῇ καὶ ὅλως τυρωθῇ, οὐ λέγεται ἓν ἐνεργείᾳ ἀλλὰ δυνάμει, ἐπειδὰν δὲ τυρωθῇ τότε λέγεται ἕν, οὕτω καὶ ἐπὶ τῶν μορίων. μάλιστα δέ, φησίν, ὑπολάβοι ἄν τις τὰ τῶν ἐμψύχων μόρια, καὶ τούτων οὐ πάντων ἀλλά τινων, ὁμοίως δὲ καὶ τῆς ψυχῆς, πάρεγγυς τοῦ καὶ ἐνεργείᾳ μετὰ τοῦ ὅλου ὄντα οὐσίας αὐτὰ λέγειν καὶ δυνάμει·1 ἐπειδὴ γὰρ καὶ μετὰ τὸ χωρισθῆναι καὶ καθ’ αὑτὰ εἶναι δύναται κινεῖσθαι καὶ αἰσθάνεσθαι, δόξειεν ἂν εἶναι καὶ ἐνεργείᾳ καὶ δυνάμει· δυνάμει μὲν γὰρ ὅτε μετὰ τοῦ ὅλου εἰσίν, ἐνεργείᾳ δὲ ὅτι, ἐπειδὴ χωρισθέντα κινεῖται καὶ αἰσθάνεται, δοκεῖ ὡς καὶ μετὰ τοῦ ὅλου ὅταν ᾖ καθ’ αὑτά ἐστι καὶ οὐ συνέχει τῷ ὅλῳ. ὅτι δὲ πολλὰ μόρια τῶν ζῴων χωρισθέντα κινεῖται, δῆλον· οἱ γὰρ ὄφεις δίχα τεμνόμενοι κινοῦνται; ἀλλὰ καὶ πόδες ἀκρίδων καὶ φαλαγγίων, ἃ καὶ σηψιδακῆ λέγει, καὶ ἄλλων πολλῶν χωρισθέντων, ἐπειδὰν χωρισθέντα ἠρεμῇ, εἴ τις αὐτῶν ἅψοιτο, αἰσθάνεται καὶ κινεῖται. εἰπὼν οὖν ὅτι σύνεγγυς τοῦ δυνάμει καὶ ἐντελεχείᾳ εἰσί, λέγει ὅτι ὅμως κἂν χωρισθέντα κινῆται καὶ αἰσθάνηται, ἀλλ’ οὖν ὅταν μετὰ τοῦ ὅλου ὑπάρχῃ καὶ ὦσιν ἓν καὶ συνεχῆ, δυνάμει εἰσὶν οὐσίαι καὶ οὐκ ἐνεργείᾳ. ἐπειδὴ δέ τινα παρὰ φύσιν εἰσὶ συνεχῆ, ὥσπερ πολλῶν δάκτυλοι συνημμένοι καὶ οὐ διακεκριμένοι, ἐπήγαγε τὸ ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει, ἴσον λέγων τῷ ἐκεῖνά φημι κυρίως ἕν, ὅσα ἐκ φύσεώς εἰσι συνεχῆ, ἀλλὰ μὴ βίᾳ καὶ συμφύσει· ταῦτα γὰρ πηρώματά ἐστιν, ἀλλ’ οὐ κατὰ φύσιν.

因此他说,当整体的部分被分离并自身存在时,它们全都是作为质料而存在的,正如土、火与气那样。他还补充了它们何以在分离之后也不是实体的原因,他说“因为它们中没有一个是单一的”,这等于说:实体除了实现本有功能之外,还必须在现实态中是一,而各部分在分离后堆积放置时,在现实态中不是一,而是在潜能中是一。因为正如金屑或锡屑堆在潜能中是一,但当火熔化并可谓煮透全部粉末使之成为一时,那时它们才在现实态中是一,各个部分堆积且并列放置时同样也是在潜能中是一,而不是在现实态中。有些抄本写作“乳清”;他的意思就会是,正如乳清在被煮透之前——即在凝固并完全成为干酪之前——不被称为在现实态中是一而是在潜能中是一,但当成为干酪时才被称为一,在部分的情形下也是如此。然而他说,有人最会认为有灵魂之物的部分(且不是全部部分,而是某些部分),以及同样灵魂的[部分],与整体同在时也非常接近于被说成既是在现实态中又是在潜能中的实体;因为既然在被分离且自身存在之后它们还能运动和感觉,它们就似乎既是在现实态中又是在潜能中。因为当它们与整体同在时是在潜能中,而由于它们在分离时能够运动和感觉,所以看来即使与整体同在时也是自身存在的且并不与整体连续,因此是在现实态中。动物的许多部分在分离后仍能运动,这是显然的;因为蛇被切成两段时仍在运动;而且蚱蜢和蜘蛛(他也称之为毒虫)的足,以及许多其他动物被分离的部分,当分离后处于静止状态时,如果有人触碰它们,它们便能感觉并运动。因此,在他说过它们非常接近于在潜能和完全现实态中之后,他说,即便在分离时能够运动和感觉,然而当与整体同在并是一且连续时,它们依然只是在潜能中的实体,而不是在现实态中。但既然某些事物违反自然而连续,正如许多人的手指连合在一起而未分开那样,所以他添加了“但不是通过强力或通过愈合”,这等于说:我指的是凡依自然而连续者才是在严格意义上的一,而不是通过强力或愈合而成为一者;因为这些是畸形,而不是符合自然的。

§7.46#1

"Ἐπειδὴ δὲ τὸ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν, καὶ οὐσία ἡ τοῦ ἑνὸς μία, καὶ ὧν μία ἀριθμῷ ἓν ἀριθμῷ." Δείξας ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ἁπλῶς πᾶν εἶδος οὐκ ἔστιν οὐσία, δείκνυσιν ὅτι οὐδὲ τὸ ἓν ἢ τὸ ὄν, ὥσπερ ἔλεγον οἱ τὰ εἴδη τιθέμενοι τὸ αὐτοὲν καὶ αὐτοόν, ἐστὶν οὐσία. λέγει δὴ ὅτι ἐπειδὴ τὸ ὂν λέγεται ὥσπερ καὶ τὸ ἕν (ἔδειξε γὰρ ἐν τῷ Γ τῆσδε τῆς πραγματείας ὡς ἀκολουθεῖ ἀλλήλοις τό τε ἓν καὶ τὸ ὄν, καὶ εἴ τι ἕν, τοῦτο καὶ ὄν ἐστι, καὶ ἔμπαλιν εἴ τι ὄν, τοῦτο καὶ ἕν), ἐπειδὴ τοίνυν λέγεται τὸ ἓν ὥσπερ καὶ τὸ ὄν, καὶ ἡ οὐσία ἡ τοῦ ἑνὸς μία (ἐμοῦ γὰρ ἑνὸς ὄντος καὶ ἡ οὐσία ἡ ἐμὴ μία ἐστίν· οὐδὲν γὰρ ἄλλο τί εἰμι ἀλλ’ ἢ ἡ οὐσία μου), καὶ ἔμπαλιν ὧν μία τῷ ἀριθμῷ ἡ οὐσία, ἐκεῖνα ἕν εἰσι τῷ ἀριθμῷ, δῆλον ὡς οὔτε τὸ ἓν οὔτε τὸ ὄν ἐστιν οὐσία τῶν πραγμάτων, ἀλλὰ κατηγορήματα μόνον καὶ ὀνόματα λεγόμενα κατὰ πραγμάτων. ὥσπερ γὰρ τοῦ πυρὸς κατηγορεῖται τὸ στοιχεῖον (λέγομεν γὰρ τὸ πῦρ στοιχεῖον), ὁμοίως καὶ ἡ ἀρχή, καὶ οὐ δήπου ἂν εἴποι τις ὅτι οὐσία τοῦ πυρὸς τὸ στοιχείῳ εἶναί2 ἐστιν, ἀλλ’ οὐσία μὲν αὐτοῦ ἐστι τὸ θερμὸν καὶ ξηρόν, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ κατηγορήματά τινα καὶ ὀνόματα κατὰ τοῦ πυρὸς λεγόμενα, οὕτω καὶ τὸ ὂν καὶ τὸ ἓν ὀνόματά εἰσι ψιλὰ κατὰ πραγμάτων λεγόμενα, οὐ μὴν οὐσίαι καὶ φύσεις τῶν πραγμάτων εἰσίν. εἰ γὰρ ἦν οὐσία τῶν πραγμάτων τὸ στοιχεῖον ἢ τὸ ἓν ἢ τὸ ὄν, οὐκ ἂν ἀκούσαντες στοιχεῖον ἢ ἓν ἐζητοῦμεν τί ἐστι τὸ ὑπὸ τοῦ ἑνὸς δηλούμενον ἢ ὑπὸ τοῦ στοιχείου, ἀλλ’ ἐν ἠρεμίᾳ ἦμεν· νῦν δὲ ἓν ἀκούσαντες ἢ ὂν ἢ στοιχεῖον ζητοῦμεν, ἵνα εἰς γνωριμώτερόν τι ἀναγάγωμεν, καὶ εἰπόντος φέρε ὅτι τὸ λεγόμενον ἓν πῦρ ἐστιν3 ἢ τὸ λεγόμενον στοιχεῖον ὕδωρ, γνωριμώτερόν τι ἀκηκόαμεν, καὶ ὁ ἀκούσας ἠρέμησε μηδὲν ἔτι πολυπραγμονῶν ἢ ζητῶν.

“既然‘一’如同‘存在’那样被言说,而一的实体是一,且其实体在数目上是一者在数目上也是一。” 在表明了普遍的人以及一般而言一切形式都不是实体之后,他进而表明,一或存在也并不像那些设立理念的人所主张的“自身为一”与“自身为存在”那样是实体。因此他说,既然存在如同一那样被言说(因为他在本部著作的伽玛卷中已经表明,一与存在互为伴随,若某物是一,它也是存在;反之,若某物是存在,它也是一),因此既然一如同存在那样被言说,且一的实体是一(因为既然我是一,我的实体也是一;因为我无非就是我的实体),并且反过来,其实体在数目上是一的事物在数目上也是一,那么显然,一与存在都不是事物的实体,而只是针对事物所言说的谓项和名称。因为正如“元素”被述谓于火(因为我们称火为元素),“本原”亦是如此,但绝不会有人说火的实体乃是作为元素的存在,相反,它的实体乃是热与干,而元素和本原只是针对火所言说的某些谓项和名称;同样,存在与一也只是针对事物所言说的单纯名称,绝不是事物的实体和自然本性。因为倘若元素或一或存在是事物的实体,我们在听到“元素”或“一”时,便不会去探寻由一或由元素所指示的事物是什么,而会安然自止;但如今听到一、存在或元素时,我们仍在探求,以便将其归约到某个更可知的事物,而比如当有人说所说的一是火,或所说的元素是水时,我们便听到了某个更可知的事物,听者便安然自止,不再多事探求了。

语法注3 条
  1. 7.45πάρεγγυς τοῦ καὶ ἐνεργείᾳ μετὰ τοῦ ὅλου ὄντα οὐσίας αὐτὰ λέγειν καὶ δυνάμει

    副词 πάρεγγυς 接属格,支配带冠词的不定式 τοῦ λέγειν。不定式 λέγειν 的逻辑主语(不特定的“某人”)被省略,αὐτά(动物的部分)与 οὐσίας 构成双宾格(宾语与宾补)。分词 μετὰ τοῦ ὅλου ὄντα 为宾格中性复数,与 αὐτά 一致。

  2. 7.46τὸ στοιχείῳ εἶναι

    亚里士多德表示本质的标准结构(与格加上 εἶναι,并冠以中性单数冠词 τό)。在此它作为 οὐσία τοῦ πυρός 的表语,意为“作为元素的存在”或“元素的本质”。

  3. 7.46καὶ εἰπόντος φέρε ὅτι τὸ λεγόμενον ἓν πῦρ ἐστιν

    εἰπόντος 为未明示主语的独立属格结构,指不特定的第三人,意为“比如当有人说……时”。插入成分 φέρε 作副词性用法,用于引出例子(“例如”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:535.14-536.30