← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§534.21-535.14

动物部分为何是潜能而非实体

亚历山大就《形而上学》卷7第16章(1040b5)进行疏解,指出手足等动物部分在脱离整体后便无法发挥固有功能,因而它们并非现实态中的实体,而仅仅是潜能或质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.45#1

" Φανερὸν δ’ ὅτι καὶ τῶν δοκουσῶν εἶναι οὐσιῶν αἱ πλεῖσται δυνάμεις εἰσί." Ἐπειδὴ γὰρ οὐσίας ἐκεῖνά φαμεν ὅσα καθ’ αὑτὰ ὄντα δύναται τὸ οἰκεῖον ἔργον ἀποτελεῖν (οὐσία γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀφ’ οὗ τὸ ἑκάστου ἔργον ἐκπληροῦται· οὐσία γὰρ καὶ εἶδος Σωκράτους ἡ τοῦ Σωκράτους ψυχή, ἀφ’ ἧς αὐτῷ τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἔργον ἐκπληροῦν),1 λέγει ὅτι καὶ τὰ μέρη τῶν ζῴων, χεῖρες καὶ πόδες, ἅπερ μάλιστα δοκοῦσιν εἶναι οὐσίαι, φανερόν ἐστιν ἐκ τούτων ὡς οὐκ εἰσὶν οὐσίαι ἀλλὰ δυνάμεις. οὐσίας γάρ ἐστι τὸ καθ’ αὑτὴν οὖσαν τὸ καθὸ ἐστιν αὐτῆς ἔργον ἐκπληροῦν,2 ἡ δὲ χεὶρ τοῦ ὅλου χωρισθεῖσα τὸ ἔργον αὐτῆς ἡ χεὶρ οὐκ ἐκπληροῖ, καίτοι καθ’ αὑτὴν οὖσα. οὐ γὰρ ἐν τῷ τοιονδὶ σχῆμα ἔχειν χείρ ἐστιν, ἀλλ’ ἐν τῷ ἐκπληροῦν τὸ ἑπόμενον τῷ τοιονδὶ σχῆμα ἔχοντι ἔργον· ἐπεὶ εἴ γε κατὰ τὸ τοιονδὶ σχῆμα ἕκαστον οὐσίωτο, ἦν ἂν καὶ ἡ τοῦ ἀνδριάντος χεὶρ χείρ (οὐκ ἔστι δέ), καὶ ὁ ἀνδριὰς ἄνθρωπος. ἀλλ’ εἰ μετὰ τοῦ ὅλου ὄντα τὰ μέρη τῶν ζῴων οὐκ εἰσὶν ἐνεργείᾳ οὐσίαι ἀλλὰ δυνάμει (ἐκεῖνα γὰρ ἐλέγετο εἶναι ἐνεργείᾳ οὐσίαι, ἅπερ εἰσὶν αὐτὰ καθ’ αὑτὰ καὶ ἐκπληροῦσι τὸ οἰκεῖον ἔργον), ἆρά γε χωρισθέντα καὶ καθ’ αὑτὰ ὄντα λέγονται οὐσίαι; ἤ, ὡς πολλάκις εἴρηται, ἐπειδὴ οὐκ ἐν τῷ τοιῳδὶ σχήματι ἡ χεὶρ καὶ ὁ ποὺς οὐσίωται, ἀλλ’ ἐν τῇ ἀπὸ τῆς ψυχῆς αὐτοῖς ᾗ τοιαῦτά ἐστιν ἐνδιδομένῃ δυνάμει, ὥστε τὸ οἰκεῖον ἔργον ἐκπληροῦν, εἰ μὲν τοῦ ὅλου χωρισθέντα ἠδύναντο τὴν ἀπὸ τῆς ψυχῆς ἐνδιδομένην αὐτοῖς δύναμιν δέχεσθαι καὶ διὰ ταύτης ἐκπληροῦν τὸ οἰκεῖον ἔργον, ἐλέγοντο ἂν οὐσίαι· ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστι γενέσθαι, ὄντα μὲν μετὰ τοῦ ὅλου λέγονται δυνάμει οὐσίαι, ὅταν δὲ χωρισθῶσιν, οὐ λέγονται οὐσίαι σύνθετοι, καίτοι σύνθετοι οὖσαι· ἀλλ’ ὡς τὸ πῦρ πρὸς αὐτά (ὕλη γὰρ αὐτῶν τὸ πῦρ), οὕτω ταῦτα πρὸς τὸν Σωκράτην.3 ὕλη γὰρ καὶ αὐτὰ τοῦ ἐκ ψυχῆς καὶ σώματος Σωκράτους· τὸ γὰρ σῶμα ὕλη, ἡ δὲ ψυχὴ τὸ εἶδος. καὶ δῆλον ὡς τῆς χειρὸς καὶ τῶν τοιούτων οὐ πάντῃ ἀποφάσκει τὴν οὐσίαν. ἀλλὰ τὴν μὲν ὡς ὕλην λεγομένην οὐσίαν δίδωσιν αὐτοῖς, τὴν δ’ ὡς ἐξ ὕλης καὶ εἴδους οὐ συγχωρεῖ, διὰ τὸ ἕκαστον εἰδοποιεῖσθαι τῇ οἰκείᾳ ἐνεργείᾳ, ταῦτα δὲ ἐστερῆσθαι αὐτῆς.

“显然,在被认为是实体的事物中,绝大多数也只是潜能。” 因为,既然我们把凡是自身存在并能完成其本有功能的事物称为实体(因为实体无非就是各物的功能借以完满实现的东西;因为苏格拉底的灵魂正是苏格拉底的实体与形式,苏格拉底由此才具有去实现作为人的人的功能),所以他说,即使是动物的部分,如手与足这些最被认为是实体的东西,从这些事实中也显然不是实体,而是潜能。 因为作为自身存在之物去实现自身固有的功能,乃是实体的特征,但手从整体分离之后,尽管是自身存在,却不再完成它自身的功能。 因为手之为手,并不在于具有这样的形状,而在于完成伴随着具有这样形状之物的功能;因为倘若各物是按照这样的形状而实体化,那么雕像的手也会是手(但它不是),雕像也会是人了。 但是,如果在与整体结合时,动物的部分在现实态中不是实体,而是在潜能中(因为那些自身存在并完成其本有功能的事物,才被称为现实态中的实体),那么它们在被分离且自身存在时会被称为实体吗? 或者,正如屡次谈到的那样,既然手与足之所以实体化,不在于这样的形状,而在于从灵魂赋予给作为这些部分的它们的能力之中,以便完成其本有功能,那么倘若它们脱离整体后能够接受从灵魂赋予它们的能力并通过这一能力完成其本有功能,它们便会被称为实体;但既然这是不可能发生的,所以它们在与整体结合时被称为潜能中的实体,而当被分离时,尽管它们是复合的,却不被称为复合实体;而是正如火相对于它们(因为火是它们的质料),这些部分相对于苏格拉底亦是如此。 因为它们自身也是由灵魂和身体构成的苏格拉底的质料;因为身体是质料,而灵魂是形式。 显然,他并没有完全否定手和这类事物的实体地位。相反,他给予了它们作为质料被言说的实体,却不承认它们是作为由质料与形式结合而成的实体,这是因为各物是由其固有的现实活动赋予形式的,而这些部分已经被剥夺了这种现实活动。

语法注3 条
  1. 7.45ἀφ’ ἧς αὐτῷ τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπος ἔργον ἐκπληροῦν

    在关系代词从句中,系动词 ἐστί 被省略,与格 αὐτῷ(领有与格)与带冠词不定词 τὸ ... ἐκπληροῦν(作主语)构成句式,意为“从它[灵魂]出发,他[苏格拉底]才具有去完成作为人的人的功能”。

  2. 7.45οὐσίας γάρ ἐστι τὸ καθ’ αὑτὴν οὖσαν τὸ καθὸ ἐστιν αὐτῆς ἔργον ἐκπληροῦν

    οὐσίας ἐστί 是表示特征或属性的属格结构(“是实体的特征”)。句子的主语是带冠词不定词 τὸ ... ἐκπληροῦν,分词 οὖσαν 采取宾格阴性单数,与不定词所隐含的逻辑主语(作为阴性名词的实体)保持一致。

  3. 7.45ἀλλ’ ὡς τὸ πῦρ πρὸς αὐτά (ὕλη γὰρ αὐτῶν τὸ πῦρ), οὕτω ταῦτα πρὸς τὸν Σωκράτην.

    这是一个表示比例类比的结构(ὡς A πρὸς B, οὕτω C πρὸς D),主句与从句中均省略了动词(ἔχει)。其表达的类比是:正如火作为质料相对于这些身体部分,这些部分作为质料相对于苏格拉底也是如此。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:534.21-535.14