- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:533.17-534.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段针对《形而上学》1040a27进行注解,阐明太阳、月亮等独一无二的永恒个别事物为何无法被定义,指出人们往往错误地将偶性作为实体要素纳入定义,并论证此类定义会普遍适用于假想的他界太阳。注解者还以理念论者自身亦不给出理念定义为例,佐证个别事物没有定义。
" Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατόν ἐστιν ὁρίσασθαι ἐν τοῖς ἀϊδίοις." Δείξας ὅτι τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἀπόδειξις λέγει ὅτι, ὥσπερ εἴρηται, λανθάνει ὡς ἀδύνατόν ἐστιν ὁρίσασθαι τὰ ἀΐδια διὰ τὸ μοναδικὰ εἶναι· καὶ μάλιστα, φησίν, ὅσα ἐστὶ μοναχά, οἷόν ἐστιν ὁ ἥλιος, ἡ σελήνη, ἡ γῆ· οὐ μόνον γὰρ ἁμαρτάνουσι τοιαῦτα λαμβάνοντες εἰς τὸν τοῦ ἡλίου ὁρισμόν, ὧν ἀφαιρουμένων πάλιν ἔσται ὁ ἥλιος· καίτοι οὐ δοκεῖ τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων ἑνὸς τούτων ἀφαιρουμένου εἶναι τὸ ὁριστόν·1 ἂν γὰρ τοῦ ἀνθρώπου ἢ τὸ πεζὸν ἢ τὸ δίπουν ἀφέλῃς ἢ τὸ ζῷον, οὐκέτι ἔσται ὁ ἄνθρωπος· ὥστε εἴπερ ἦσαν τὰ εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβανόμενα συστατικὰ τῆς οὐσίας αὐτοῦ, ἑνὸς τούτων ἀφαιρουμένου οὐκέτι ἂν ἦν ἥλιος. ἀλλὰ δύναται εἶναι. πόθεν δὲ τοῦτο γίνεται; ἐκ τοῦ πειρᾶσθαι ὁρισμοὺς τῶν καθ’ ἕκαστα ἀποδιδόναι, ὧν οὐκ εἰσιν ὁρισμοί. οὐκ ἄρα καλῶς ὁρίζονται. οὐ μόνον δὲ τοιαῦτα λαμβάνουσιν ἀλλ’ ἀγνοοῦσι καὶ ὅτι οὐκ ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. εἰ γὰρ τοῦτο ᾔδεσαν, οὐκ ἂν ὅλως ὁρίσαι ταῦτα ἐπεχείρουν, ἐξ οὗ καὶ τοιαῦτα λαμβάνειν αὐτοῖς συμβαίνει. καὶ τίθησι τίνα ἔστι τὰ εἰς τὸν τοῦ ἡλίου ὁρισμὸν παραλαμβανόμενα μὴ καλῶς, τό τε περὶ γῆν ἰὸν καὶ τὸ νυκτικρυφές· ἐπειδὴ γὰρ τὸ περὶ γῆν ἰέναι ἢ τὸ ἐν νυκτὶ κρύπτεσθαι εἰς ὁρισμὸν τοῦ ἡλίου παραλαμβάνουσι, δῆλον ὅτι συστατικά εἰσι τῆς τοῦ ἡλίου οὐσίας, ὥστε ἄν τις ἀφέληται τοῦ ἡλίου τὸ περὶ γῆν ἰέναι ἢ τὸ νυκτικρυφές, οὐκέτι ἔσται ὁ ἥλιος. ἢ ὅλως ἐὰν στῇ ὁ ἥλιος, οὔτε περὶ γῆν διελεύσεται οὔτε τῇ νυκτὶ κρυφήσεται· εἰ δὲ τοῦτο, οὐκ ἔσται. ἀλλ’ ἄτοπον εἰ μὴ ἔστι διὰ τὸ ἵστασθαι ἢ διὰ τὸ μὴ ὑπὸ γῆν διιέναι ἢ ἐν νυκτὶ κρύπτεσθαι· οὐσία γάρ τίς ἐστιν ὁ ἥλιος, τὸ δὲ κρύπτεσθαι συμβεβηκός· πῶς οὖν τοῦ συμβεβηκότος ἀναιρουμένου ἀναιρεθήσεται οὐσία; ἄλλως τέ εἰσί τινες τόποι κατὰ τὸν βόρειον πόλον, καθ’ οὓς ὁ ἥλιος οὐ κρύπτεται καὶ ὅμως ἔστιν. οὐκ ἔδει δὲ εἶναι, εἴπερ τὸ κρύπτεσθαι εἰς τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι ἡλίῳ2 συνέτεινεν. ἔτι, φησίν, ὅσα ἐπ’ ἄλλου ἐνδέχεται,3 τουτέστιν, ἔτι εἴπερ ἦσαν ἐκτὸς τοῦδε τοῦ κόσμου ἄλλοι κόσμοι, ὡς ὁ Δημόκριτος ἔφασκε, δῆλον ὅτι καὶ οἱ ἐν ἐκείνοις τοῖς κόσμοις ἥλιοι περὶ γῆν ἂν διήρχοντο ἢ τῇ νυκτὶ ἐκρύπτοντο, ὥστε ὁ λόγος ὁ τοῦδε τοῦ ἡλίου κοινὸς ἂν ἦν καὶ ἥρμοζε κἀκείνοις. ἀλλ’ ὑπέκειτο εἷς εἶναι ἥλιος, ὥσπερ Κλέων ἢ Καλλίας, καὶ μόνου τοῦδε εἶναι τὸν λόγον· εἰ δὴ ὁ τοιοῦτος λόγος, φημὶ δὴ τὸ νυκτικρυφὲς καὶ τὸ περὶ γῆν ἰόν, καὶ ἐπ’ ἄλλοις ἐφαρμόζει, δῆλον ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. οὕτως δὴ δείξας ὅτι τῶν καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, μαρτύρεται καὶ τοὺς τὰς ἰδέας τιθεμένους, λέγων ὅτι διὰ τί οὐδεὶς αὐτῶν ὅρον λέγει τινὸς ἰδέας, ἀλλὰ πάσας ἀορίστους καταλιμπάνουσι καί φασι μὴ εἶναι ὁρισμὸν τῶν ἰδεῶν; ἢ δῆλον διὰ τὸ καὶ ἐκείνους ὑπολαμβάνειν μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα. ὥστε, φησί, γένοιτ’ ἂν καὶ ἐκ τῶν τὰς ἰδέας λεγόντων ἀληθὲς τὸ νῦν εἰρημένον, τοῦτο δ’ ἐστὶ τὸ μὴ εἶναι ὁρισμοὺς τῶν καθ’ ἕκαστα.
“正如所言,在永恒事物中不可能给出定义,这一点被忽视了。” 在证明了个别事物既无定义也无证明之后,他指出,正如所说,由于永恒事物是唯一的,因而无法加以定义,这一点被忽视了;他说,尤其是那些独一无二的事物,例如太阳、月亮、地球。因为他们不仅在将这类属性纳入太阳的定义中时犯了错误,即当这些属性被剥离时,太阳仍然存在;然而人们并不认为,当被纳入某物定义的成分之一被剥离时,被定义的对象还会存在;因为如果你从人那里剥离了“陆生”或“两足”或“动物”,人就将不再存在;因此,如果纳入太阳定义中的成分构成了它的实质,那么一旦其中之一被剥离,太阳就将不再存在。但太阳依然能够存在。那么这种情况是从何而来的呢?正是源于试图为没有定义的个别事物给出定义。因此它们并没有被适当地定义。 并且他们不仅采纳了这类成分,而且甚至不知道个别事物是没有定义的。因为如果他们知道这一点,他们根本就不会企图定义这些事物,而正是由于企图定义,他们才采纳了这类成分。他还列举了哪些成分是被不适当地纳入太阳定义之中的:即“绕地运行者”与“夜伏者”。因为既然他们将“绕地运行”或“夜间隐藏”纳入太阳的定义中,显然这些成分构成了太阳的实质,以至于如果有人从太阳中剥离“绕地运行”或“夜伏者”,太阳就将不再存在。或者干脆说,如果太阳静止下来,它既不会绕地运行,也不会在夜间隐藏;若是如此,它就将不存在了。然而,如果由于静止,或者由于不从地下穿过或不在夜间隐藏,太阳就不复存在,这是荒谬的;因为太阳是一种实体,而隐藏是一种偶性;那么,当偶性被取消时,实体又怎会被取消呢?此外,在北极周围有一些地方,太阳并不隐藏,但它依然存在。然而,如果隐藏有助于太阳的实质与本质,它本就不应当存在了。 此外,他说“凡是可能属于另一者的”,意思是指:此外,倘若在这个世界之外还存在其他世界,正如德谟克利特所主张的那样,显然那些世界中的太阳也同样会绕地运行或在夜间隐藏,以至于这个太阳的公式就会是共有的,并且也会适合于那些太阳。但原本设定太阳是单一的,就像克勒翁或卡利亚斯一样,并且该公式只属于这一个太阳;因此,如果这样的公式——我指的是“夜伏者”与“绕地运行者”——也适用于其他事物,显然个别事物是没有定义的。 在如此证明了个别事物没有定义之后,他还援引主张理念的人作为见证,指出:为什么他们中没有一个人给出任何理念的定义,反而将所有理念都弃置为无定义的,并声称理念没有定义?难道这不是显然因为他们也认为个别事物没有定义吗?因此他说,即使从主张理念的人那里,方才所说的话——即个别事物没有定义——也将被证明是真实的。
- 7.44οὐ μόνον γὰρ ἁμαρτάνουσι τοιαῦτα λαμβάνοντες εἰς τὸν τοῦ ἡλίου ὁρισμόν, ὧν ἀφαιρουμένων πάλιν ἔσται ὁ ἥλιος· καίτοι οὐ δοκεῖ τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων ἑνὸς τούτων ἀφαιρουμένου εἶναι τὸ ὁριστόν
整个句子的基本骨架是 οὐ μόνον ἁμαρτάνουσι... ἀλλ’ ἀγνοοῦσι καί...,但在中间插入了由 καίτοι 引出的反驳以及长篇的推论解释。在 καίτοι 之后的从句中,τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων 作为表示整体的部分属格,与属格独立结构 ἑνὸς τούτων ἀφαιρουμένου 配合,而 εἶναι τὸ ὁριστόν 则是主导动词 δοκεῖ 的带不定词主语从句。
- 7.44τὸ τί ἦν εἶναι ἡλίῳ
亚里士多德特有的本质表达 τὸ τί ἦν εἶναι 与与格 ἡλίῳ 相结合,构成“对于太阳而言的本质/是其所是”。
- 7.44ἔτι, φησίν, ὅσα ἐπ’ ἄλλου ἐνδέχεται
此处引用了亚里士多德原文(1040a33)的片段(相当于小引语),亚历山大引入此句后随即以 τουτέστιν 展开说明(“如果存在其他世界……”)。ὅσα 是中性复数关系代词,意为“凡是……的一切事物”。
