- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:532.13-533.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了复合定义为何归属于个体的各个相状而非唯一个体,并注解了亚里士多德依据优先性、复合构成部分以及普遍述谓的要求反驳理念可定义性的论证。
πάλιν ἐπειδὴ τὸ φιλόσοφον καὶ ὁ λευκὸς καὶ ὁ Ἀφροδισιεὺς ἕτερά εἰσι τοῦ ἰσχνοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ ἰσχνῷ Ἀλεξάνδρῳ· ὥστε ὁ ὁρισμὸς ὁ λέγων ὅτι Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, οὐχ ἑνός ἐστιν, ἀλλὰ τοῦ ἰσχνοῦ Ἀλεξάνδρου καὶ τοῦ λευκοῦ Ἀλεξάνδρου καὶ τοῦ φιλοσόφου Ἀλεξάνδρου καὶ τοῦ Ἀφροδισιέως Ἀλεξάνδρου, οἵπερ εἰσὶν ἕτεροι· ὁ γὰρ ἰσχνὸς Ἀλέξανδρος, ᾗ ἰσχνός, ἕτερός ἐστι τοῦ λευκοῦ Ἀλεξάνδρου. οὐκ ἄρα ἔστι τῶν καθ’ ἕκαστα ὁρισμός. αὕτη δὲ ἡ ἐπιχείρησις ἔνδοξός ἐστι καὶ οὐ πραγματώδης, ὡς αἱ λοιπαί· ἐκεῖναι γὰρ ἀναγκαῖαι καὶ ἀληθεῖς. εἰπὼν δὲ ὅτι τὸ ζῷον δίπουν ὑπάρξει καὶ ἀμφοῖν, τῷ τε ζῴῳ καὶ τῷ δίποδι, ἐπήγαγε καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀϊδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου, τουτέστιν ἀναγκαῖόν ἐστιν ὑπάρχειν τὸ ζῷον δίπουν ἔν τε τῷ δίποδι χωρὶς καὶ ἐν τῷ ζῴῳ πάλιν ἰδίως. ἐπειδὴ γὰρ καθ’ αὑτά εἰσι τό τε αὐτοζῷον καὶ τὸ αὐτοδίπουν, εἶτα συνελθόντα γεγόνασι μέρη τοῦ συνθέτου, οἷον τοῦ αὐτοανθρώπου, ἀνάγκη καὶ τὸ ζῷον δίπουν κατηγορεῖν τοῦ δίποδος τοῦ καθ’ αὐτὸ ὄντος καὶ πάλιν τοῦ ζῴου· καὶ αὐτὸ γὰρ καθ’ αὑτό ἐστιν. δύναται τὸ καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀϊδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου συντάττεσθαι τῷ ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα,1 τουτέστιν ἀνάγκη τὸ ζῷον καὶ τὸ δίπουν ἀίδια ὄντα καὶ κοινὰ καὶ ἄλλοις ὑπάρχειν. οὐ μόνον δὲ τὸ ζῷον καὶ τὸ δίπουν πρότερά ἐστι τοῦ αὐτοανθρώπου, ἀλλὰ καὶ χωριστὰ αὐτὰ καθ’ αὑτά, εἴπερ καὶ ὁ αὐτοάνθρωπος· ἢ γὰρ οὐδὲν ἔσται χωριστόν, ἢ εἴπερ ἔστιν ὁ αὐτοάνθρωπος, ἀνάγκη εἶναι καὶ τὸ ζῷον χωριστὸν καὶ καθ’ αὑτό. εἰπὼν δὲ ἢ γὰρ οὐδὲν ἢ ἄμφω, πάλιν ἐπανέλαβε τὸν λόγον καί φησιν εἰ μὲν οὖν μηδέν ἐστι χωριστόν, οὐκ ἔσται τὸ ζῷον παρὰ τὰ εἴδη, ἀλλ’ ἐν αὐτοῖς· εἰ δέ ἐστι καὶ τὸ εἶδος καὶ τὸ γένος χωριστόν, δῆλον ὡς καὶ ἡ διαφορά, καὶ ἔσονται πρότερα τοῦ αὐτοανθρώπου, καὶ συναναιρήσουσιν ἀλλ’ οὐκ ἂν συναναιρεθῶσι τῷ αὐτοανθρώπῳ· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ταῦτα δ’ οὐκ ἀνταναιρεῖται. ἔσονται ἄρα πρότεραι τῶν ἰδεῶν ἰδέαι. εἰπὼν δὲ ἀνωτέρω ὅτι εἰ δέ τις λέγοι ὅτι χωρὶς μὲν πολλοῖς ὑπάρξει, ἅμα δὲ μόνῳ τούτῳ, καὶ εἰπὼν λεκτέον πρῶτον μὲν ὅτι καὶ ἀμφοῖν, οὐκ ἐποιήσατο τὴν ἀπόδοσιν τοῦ μὲν συνδέσμου, εἰπὼν ὅτι ἔπειτα2 δέ, ἀλλ’ εἶπεν ὅτι ἔτι ἐξ ἰδεῶν ἰδέαι· ἀσυνθετώτερα γάρ· ὡς εἶναι τὸ ἔτι ἀντὶ τοῦ ἔπειτα. εἰ γάρ ἐστιν ἰδέα ὁ ἄνθρωπος, πολλῷ μᾶλλον ἔσται τὸ ζῷον καὶ τὸ δίπουν, ὅσῳ καὶ ἀσυνθετώτερα. ἔτι τὸ ζῷον καὶ τὸ δίπουν ἢ ὅ τι ἂν ἄλλο εἴη, ὅπερ ληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμόν, δεήσει ἐπὶ πολλῶν κατηγορεῖσθαι· εἰ γὰρ μή, πῶς γνωρισθήσεται; εἰ γὰρ αἱ ἰδέαι ἐκ τῶν τῇδέ εἰσι γνώριμοι, εἰ μὴ κατηγοροῦνται ἅπερ, ὡς εἴρηται, παραληφθήσεται εἰς τὸν τῆς ἰδέας ὁρισμὸν ἐπὶ πολλῶν, πῶς γνωρισθήσονται; εἰ δὲ λέγονται ἐπὶ πολλῶν, δῆλον ὡς οὐκ εἰσὶν ἑνὸς ἀλλὰ πολλῶν. οὐκ ἄρα εἰσὶ τῶν καθ’ ἕκαστα ὁρισμοί. ἀλλ’ οὐ κατηγορηθήσονται ἐπὶ πολλῶν, φαίη ἄν τις, τὰ εἰς τὸν τῆς ἰδέας λόγον παραληφθησόμενα. ἀλλ’ εἰ μὴ κατηγοροῦνται, ἐπειδὴ δέδεικται ὅτι ἐξ ὧν αἱ ἰδέαι κἀκεῖνα ἰδέαι εἰσίν, ἔσονται ἰδέαι ἅπερ οὐ κατηγορηθήσονται ἐπὶ πλειόνων· οὐ δοκεῖ δὲ τοῖς ταύτας τιθεμένοις, ἀλλὰ πᾶσαν ἰδέαν μεθεκτήν φασι καὶ ἐπὶ πλειόνων.
再次,既然“哲学”、“白色”和“阿芙洛狄西亚人”不同于瘦削的亚历山大,它们就将属于瘦削的亚历山大;以至于那主张“亚历山大是一个瘦削的、哲学的、白色的阿芙洛狄西亚人”的定义,所指的不是单一者,而是属于瘦削的亚历山大、白色的亚历山大、哲学的亚历山大和阿芙洛狄西亚人亚历山大——这些是彼此相异的;因为瘦削的亚历山大就其瘦削而言,不同于白色的亚历山大。因此个别事物没有定义。然而这一推论是通念性的,并不像其余推论那样是切合实际的;因为其余推论是必然且真实的。 他在指出“两足动物”也将属于“动物”与“两足者”两者之后,补充了“并且这一点在永恒事物中必然存在,既然它们至少是在先者且是复合体的部分”,这就是说,“两足动物”必然分别存在于“两足者”之中,并且又特有地存在于“动物”之中。因为既然“动物自身”与“两足者自身”是自身独立的,随后结合在一起成为了复合体(例如“人自身”)的部分,那么将“两足动物”述谓于自身独立存在的“两足者”,并再次述谓于“动物”,也是必然的;因为动物本身也是自身独立的。 “并且这一点在永恒事物中必然存在,既然它们至少是在先者且是复合体的部分”这一表述,也可以与“因此这些也必然属于其他事物”相连结,也就是说,既然“动物”与“两足者”是永恒且共通的,它们就必然也属于其他事物。并且,“动物”与“两足者”不仅优先于“人自身”,而且倘若“人自身”是分离的,它们自身也是独立分离的;因为要么没有任何东西是分离的,要么倘若“人自身”存在,则“动物”也必然是分离且自身独立的。 在说了“因为要么全无,要么两者皆是”之后,他又重述了该论证并说道:如果没有任何东西是分离的,动物就不会脱离诸形式而存在,而是在它们之中;但如果种和属都是分离的,显然属差也是如此,并且它们将优先于“人自身”,它们将随自身的消灭而共同消除“人自身”,却不会随“人自身”的消灭而反过来被消除;因为“而这些并不会反过来被消除”正是表达了这一意思。因此,将会有优先于诸理念的理念。 他在上文说了“如果有人主张分别开来固然属于许多事物,但结合在一起则唯独属于这一事物”,并在说了“首先必须说它也将属于两者”之后,并没有通过说“其次”来构成连接词'men'的对应句,而是说“此外,由理念构成的理念将会存在;因为它们较少复合”——以至于“此外”代替了“其次”。因为如果人是理念,那么“动物”和“两足者”就更是理念,这与其较少复合的程度成正比。 此外,“动物”与“两足者”,或者任何将被纳入理念定义中的其他成分,都必须被述谓于许多事物;因为若非如此,它将如何为人所知?因为如果理念是从此岸事物中被认识的,那么倘若正如所说将被纳入理念定义中的那些成分不被述谓于许多事物,它们又将如何为人所知?而如果它们被述谓于许多事物,显然它们不属于单一者,而是属于许多事物。因此个别事物没有定义。 “但是,那些将被纳入理念公式的成分将不会被述谓于许多事物,”或许有人会这样说。然而如果它们不被述谓,既然已经证明理念所由构成的那些成分也是理念,就会存在不被述谓于更多事物的理念;但主张理念的人并不这样认为,反而声称每个理念都是可被分有的,并且处于更多事物之上。
- 7.43δύναται τὸ καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀϊδίων ἀνάγκη εἶναι πρότερά γε ὄντα καὶ μέρη τοῦ συνθέτου συντάττεσθαι τῷ ἀνάγκη ἄρα ὑπάρχειν καὶ ἄλλῳ ταῦτα
主动词 δύναται 的主语是由中性单数定冠词 τὸ 实词化的引用分句,后接不定词 συντάττεσθαι(在句法上连结/修饰),并支配与格短语 τῷ [引用短语] 以指明连结对象。该句式提出了关于亚里士多德文本中分句搭配关系的另一种句法解读。
- 7.43οὐκ ἐποιήσατο τὴν ἀπόδοσιν τοῦ μὲν συνδέσμου, εἰπὼν ὅτι ἔπειτα δέ, ἀλλ’ εἶπεν ὅτι ἔτι ἐξ ἰδεῶν ἰδέαι· ἀσυνθετώτερα γάρ· ὡς εἶναι τὸ ἔτι ἀντὶ τοῦ ἔπειτα
此处注解者指出了亚里士多德文体上的句法不对应(破格结构):前文虽有 πρῶτον μέν,后文却没有使用预期的相关对应词 ἔπειτα δέ,而是以 ἔτι 取代(ἀντὶ τοῦ ἔπειτα)。最后的 ὡς εἶναι... 作为说明结果或解说的状语从句,用以说明这一替代关系。
