← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§531.9-532.13

语词的共通性与理念不可定义

针对亚里士多德在《形而上学》1040a8中关于任何理念皆不可定义的论点,亚历山大解释道,由于定义所用语词的共通性以及复合谓词的逻辑归宿,个别事物与理念都无法被定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.43#1

" Οὐδὲ δὴ ἰδέαν οὐδεμίαν ἔστιν ὁρίσασθαι· τῶν γὰρ καθ’ ἕκαστον ἡ ἰδέα." Ἐπὶ τῶν ἰδεῶν, ὡς εἴπομεν, γυμνάζει τὸν λόγον, δεικνὺς ὅτι τῶν ἰδεῶν οὐκ εἰσὶν ὁρισμοὶ διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι αὐτάς. εἰ δὲ τούτων μή εἰσι, σχολῇ γ’ ἂν τῶν αἰσθητῶν εἶεν.1 ἅμα δὲ δείκνυσιν ὅτι εἴδη αὐτὰ καθ’ αὑτὰ καὶ χωριστὰ οὐκ εἰσιν. λέγει γὰρ ὅτι εἴπερ ἔστιν ὁρισμὸς αὐτοανθρώπου (ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος), ἀναγκαῖόν ἐστιν ὀνόμασι χρήσασθαι· ἄνευ γὰρ ὀνομάτων πράγματα σημαινόντων οὐκ ἔστιν ὁρισμός. εἰ δ’ ἀναγκαῖόν ἐστι τὸν ὁριζόμενον τὸν αὐτοάνθρωπον ὀνόμασι χρήσασθαι, ἢ συνήθεσι καὶ γνωρίμοις ὀνόμασι χρήσεται, λέγω δὴ Ἑλληνικοῖς, ἢ ὀνόματα ἕτερα θήσεται καὶ ἄγνωστα. ἀλλὰ μὴν ὀνόματα οὐ ποιήσει ἕτερα παρὰ τὰ συνήθη· ὁ γὰρ ἀλλοτρίοις ὀνόμασι καὶ ἀγνώστοις χρώμενος ταὐτὸν ποιεῖ τῷ μὴ χρωμένῳ ὀνόμασι μηδὲ ὅλως λέγοντι, καὶ ὥσπερ ὁ μὴ χρώμενος ὀνόμασι μηδὲ λέγων οὐχ ὁρίζεται, οὕτω καὶ ὁ ἀλλοτρίοις ὀνόμασι χρώμενος ποιεῖ. λείπεται ἄρα χρήσασθαι συνήθεσιν ὀνόμασι καὶ γνωρίμοις· τὰ δὲ γνώριμα καὶ κείμενα κοινὰ πᾶσίν ἐστι καὶ ὑπάρχει πολλοῖς. οἷον εἴ τις ὁριζόμενος τὸν Ἀλέξανδρον λέγει Ἀλέξανδρός ἐστι ζῷον ἰσχνὸν λευκὸν ἢ ἕτερόν τι, τὸ ζῷον ἰσχνὸν λευκὸν οὐ μόνῳ τῷ Ἀλεξάνδρῳ ὑπάρχει, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· ὥστε πάλιν οὐχ ἑνός ἐστιν οὗτος ὁ ὁρισμὸς ἀλλὰ καὶ ἄλλων πολλῶν. οὐκ ἄρα ἔστιν ὁρισμὸς τῶν καθ’ ἕκαστα. τοῦτο δὴ συμβήσεται καὶ ἐπὶ τῶν ἰδεῶν. εἰ γάρ τις λέγει ὅτι αὐτοάνθρωπός ἐστι ζῷον πεζόν, οὗτος ὁ ὁρισμὸς καὶ ἄλλοις ὑπάρχει. οὐκ ἄρα ἔστιν ὁρίσασθαι τὴν ἰδέαν. εἰ οὖν οἱ ὁρισμοὶ μόνοις ἐκείνοις ὑπάρχουσιν ὧν εἰσιν ὁρισμοί, καὶ ἀντιστρέφουσι τὰ ὁριστὰ πρὸς τοὺς ὁρισμοὺς καὶ οὗτοι πρὸς ἐκεῖνα, εἴπερ ἐστὶ τοῦ αὐτοανθρώπου μόνου τὸ ζῷον πεζὸν ὁρισμός, οὐχ ὑπάρξει καὶ ἄλλοις καὶ ἀντιστρέψει· ἀλλ’ ὑπάρχει καὶ οὐκ ἀντιστρέφει. οὐκ ἄρα ἔστι τὴν ἰδέαν ὁρίσασθαι. εἰ δέ τις, φησί, λέγοι ὅτι τὸ ζῷον καὶ τὸ ἰσχνὸν καὶ τὸ λευκὸν χωρὶς μὲν ὑπάρξει πολλοῖς, ἅμα δὲ οὐδενὶ εἰ μὴ μόνῳ τῷ Ἀλεξάνδρῳ, ὁμοίως καὶ τὸ ζῷον καὶ τὸ πεζὸν χωρὶς μὲν καὶ ἄλλοις, ἅμα δὲ τῷ αὐτοανθρώπῳ μόνῳ, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν χωρὶς μὲν ἕκαστον πολλοῖς ὑπάρχει, ἅμα δὲ μόνῳ τῷ ἀνθρώπῳ· εἰ δὴ ταῦτά τις λέγοι, πρῶτον μέν, φησί, λεκτέον ὅτι καὶ ἀμφοῖν,2 οἷον τὸ ζῷον δίπουν ὑπάρξει τῷ ζῴῳ καὶ πάλιν τὸ ζῷον δίπουν τῷ δίποδι, ὥστε πάλιν οὐχ ἑνὶ ὑπάρξει τὸ ζῷον δίπουν ἀλλὰ δυσίν· ἐπειδὴ γὰρ τὸ ζῷον ἕτερόν ἐστι τοῦ δίποδος, τὸ ζῷον δίπουν ὑπάρξει τῷ δίποδι χωρὶς καὶ πάλιν τὸ ζῷον δίπουν τῷ ζῴῳ χωρίς. ἔσται δὲ τὸ λεγόμενον ἐκδηλότερον ἐπὶ τοῦ Ἀλεξάνδρου· ἐπειδὴ γὰρ ὁ Ἀλέξανδρός ἐστιν ἰσχνὸς φιλόσοφος λευκὸς Ἀφροδισιεύς, τὸ ἰσχνὸν καὶ φιλόσοφον καὶ λευκὸν ἕτερα ὄντα τοῦ Ἀφροδισιέως (ἅπαντα γάρ εἰσιν ὁ Ἀλέξανδρος, οὐ μὴν τὰ τρία μόνα), ὑπάρξουσι τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ. πάλιν ἐπειδὴ ὁ Ἀφροδισιεὺς καὶ τὸ ἰσχνὸν καὶ φιλόσοφον ἕτερά εἰσι τοῦ λευκοῦ Ἀλεξάνδρου, ὑπάρξουσι τῷ λευκῷ Ἀλεξάνδρῳ.

“因此绝不可能给任何理念下定义;因为理念属于个别事物。” 正如我们所说,他将论证运用到理念上,表明由于理念是个别事物,因而不存在理念的定义。而如果这些[理念]没有[定义],那么可感事物就更不可能有了。同时他也表明,根本不存在自身独立且分离的形式。因为他说,如果确实存在“人自身”的定义(姑且以此为例展开论述),就必须使用名称;因为若没有指称事物的名称,就不存在定义。如果下定义给“人自身”的人必须使用名称,他要么使用习惯的且为人熟知的名称——我的意思是指希腊语名称——,要么制定其他未知的名称。但他绝不会制定有悖于习惯名称的其他名称;因为使用怪异且未知的名称的人,所做的事情与不使用名称、全然不说话的人相同;正如不使用名称、不说话的人不能下定义一样,使用怪异名称的人也是如此。因此剩下的就只有使用习惯且熟知的名称;然而熟知且既定的名称对所有人都是共同的,并且属于许多事物。例如,若有人在给亚历山大下定义时说“亚历山大是瘦削的、白色的动物”或诸如此类的东西,“瘦削的、白色的动物”不仅属于亚历山大一人,而且也属于其他许多人;以至于这个定义再次不仅属于一个对象,而且也属于其他许多对象。因此个别事物没有定义。这同样也必然发生在诸理念上。因为如果有人说“人自身是陆生动物”,这个定义也属于其他事物。因此不可能给理念下定义。所以,如果定义只属于它们作为其定义的那些对象,并且被定义项与定义互换,定义亦与被定义项互换,那么倘若“陆生动物”仅仅是“人自身”的定义,它就不应也属于其他事物,并且应当互换;但它实际上既属于其他事物,又不互换。因此不可能给理念下定义。他说,如果有人主张:“动物”、“瘦削”与“白色”分别开来固然属于许多事物,但结合在一起则除了亚历山大一人之外不属于任何人;同样,“动物”与“陆生”分别开来固然也属于其他事物,但结合在一起则只属于“人自身”;正如“动物”、“陆生”和“两足”各自单开来属于许多事物,但结合在一起则只属于人一样——如果有人这样主张,他说,首先必须说,它也将属于两者,例如“两足动物”将属于“动物”,并且“两足动物”又属于“两足者”,以至于“两足动物”再次不属于单一者,而是属于两者;因为既然动物不同于两足者,“两足动物”将分别属于“两足者”,并且“两足动物”又将分别属于“动物”。而在亚历山大的例子上,所说的内容会更加清楚:因为既然亚历山大是一个瘦削的、哲学的、白色的阿芙洛狄西亚人,那么“瘦削”、“哲学的”和“白色”既然不同于“阿芙洛狄西亚人”(因为亚历山大是这所有一切,绝非仅仅是这三者),它们就将属于阿芙洛狄西亚人亚历山大。再次,既然“阿芙洛狄西亚人”以及“瘦削”、“哲学的”不同于白色的亚历山大,它们就将属于白色的亚历山大。

语法注2 条
  1. 7.43σχολῇ γ’ ἂν τῶν αἰσθητῶν εἶεν

    名词与格 σχολῇ 用作副词,带有强烈的否定含义,意为“更谈不上”、“绝不可能”。ἂν ... εἶεν(带有 ἄν 的希求法)表示潜在可能,其主语及表语依据前文 τῶν ἰδεῶν οὐκ εἰσὶν ὁρισμοί 补出 ὁρισμοί。

  2. 7.43λεκτέον ὅτι καὶ ἀμφοῖν

    在动词性形容词 λεκτέον 所引出的 ὅτι 从句中,动词 ὑπάρξει 被省略,须依据后文的例解句 οἷον τὸ ζῷον δίπουν ὑπάρξει τῷ ζῴῳ κτλ. 加以补出。καὶ ἀμφοῖν 为与格补足语,意为“也[属于]两者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:531.9-532.13