- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:529.32-531.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐明亚里士多德在《形而上学》卷Z第15章(1039b20)中基于是否有质料而作出的实体划分,论证了由于可感个别事物因质料而处于生成消灭之中,故既无定义也无论证,并阐发了个别事物脱离感觉后的认识论困难。
" Ἐπεὶ δὲ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος· λέγω δ’ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία σὺν τῇ ὕλῃ." Εἰπὼν πρότερον ὅτι οἱ λόγοι τοῦ τί ἦν εἶναί εἰσι καὶ τῶν εἰδῶν, τῶν δὲ καθ’ ἕκαστα ὁρισμὸς οὐκ ἔστι, καὶ ἐπαγγειλάμενος τοῦτο δείξειν, νῦν τὴν ὑπόσχεσιν ἐκπληροῖ καὶ δείκνυσιν ὅτι τῶν καθ’ ἕκαστα οὐκ εἰσὶν ὁρισμοί. πρότερον δὲ ποιεῖται διαίρεσιν τῆς οὐσίας ποσαχῶς λέγεται, ἵνα δείξῃ ποίας οὐσίας οὐκ ἔστιν ὁρισμός. λέγει δὴ ὅτι ἐπειδὴ ἡ οὐσία ἑτέρα τό τε σύνολον καὶ ὁ λόγος, λέγω δὲ ὅτι ἡ μὲν οὕτως ἐστὶν οὐσία ὁ λόγος συνειλημμένος τῇ ὕλῃ, ἡ δὲ λόγος ὅλως καὶ τί ἦν εἶναι, ὅσαι μὲν οὖν εἰσιν οὐσίαι συνειλημμέναι τῇ ὕλῃ καὶ ὅλως σύνθετοι, τούτων ἔστι φθορὰ καὶ γένεσις, τοῦ δὲ λόγου καὶ τοῦ εἴδους οὐκ ἔστι φθορὰ οὐδὲ γένεσις· οὐ γὰρ γίνεται τὸ οἰκίᾳ εἶναι καὶ τὸ εἶδος τῆς οἰκίας, ἀλλ’ ἥδε ἡ κατὰ μέρος οἰκία, ἐν ᾗ τὸ εἶδος ἀχρόνως καὶ ἄνευ γενέσεως γίνεται καὶ φθείρεται. καὶ διὰ τοῦτο οὐκ ἔστι τῶν αἰσθητῶν οὐσιῶν καὶ καθ’ ἕκαστα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξις, ὅτι ἔχουσιν ὕλην, ἧς ἡ φύσις διὰ τὸ ἐνδέχεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, τουτέστιν διὰ τὸ μὴ δύνασθαι ἀεὶ τὸ αὐτὸ στέγειν εἶδος ἀλλ’ ἄλλοτε δεκτικὴν εἶναι ἄλλων, φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν.1 ταῦτα θεὶς τρέπεται εἰς τὴν τοῦ μὴ εἶναι τῶν καθ’ ἕκαστα ὁρισμοὺς δεῖξιν. γυμνάζει δὲ τὸν λόγον ἐπὶ τὰς ἰδέας (καὶ αὗται γὰρ καθ’ ἕκαστά εἰσιν) ἐκ τοῦ μᾶλλον τὴν δεῖξιν ποιούμενος. εἰ γὰρ αὗται, αἳ δοκοῦσιν εἶναι ἀίδιοι, ὅμως διὰ τὸ τῶν καθ’ ἕκαστα εἶναι οὐκ εἰσὶν αὐτῶν ὁρισμοί, πολλῷ μᾶλλον οὐκ ἔσονται τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν. τέως δὲ πρῶτον συλλογίζεται λέγων μὴ εἶναι τῶν αἰσθητῶν καὶ καθ’ ἕκαστα ὁρισμοὺς μηδὲ ἀπόδειξιν δυνάμει ὧδε. οἱ ὁρισμοὶ καὶ αἱ ἀποδείξεις τῶν ἀναγκαίων καὶ τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν εἰσί, τὰ καθ’ ἕκαστα ἐνδέχεται ἄλλως ἔχειν, τῶν καθ’ ἕκαστα ἄρα οὔθ’ ὁρισμὸς οὔτε ἀπόδειξίς ἐστιν. ὥσπερ γάρ, φησίν, οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἶναι ἐπιστήμην ποτὲ δ’ ἄγνοιαν, ὥσπερ οὐδὲ τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον εἶναι ποτὲ δὲ μή (δόξα γάρ ἐστι τὸ ποτὲ μὲν ὡς ἐπιστήμη ὄν, ποτὲ δ’ ὡς ἄγνοια), οὕτως οὐδὲ ἀπόδειξιν οὐδ’ ὁρισμὸν ἐνδέχεται εἶναι τῶν ἐνδεχομένων ἄλλως ἔχειν, ἀλλὰ δόξαν. κατασκευάζει δὲ τὸ μὴ ὁρισμὸν μηδ’ ἀπόδειξιν εἶναι τῶν καθ’ ἕκαστα καὶ ἄλλως λέγων ἄδηλά τε γὰρ τὰ φθειρόμενα τοῖς ἔχουσιν ἐπιστήμην ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ· εἰ δὲ ὧν ἐστιν ἐπιστήμη καὶ ὁρισμὸς δῆλά ἐστι κατὰ πάντα τρόπον, τὰ δὲ καθ’ ἕκαστα ὅταν ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ ἄδηλά ἐστι, τῶν καθ’ ἕκαστα ἄρα οὔτε ἀπόδειξίς ἐστιν οὔθ’ ὁρισμός. καὶ ἄλλως· ὧν ἐστιν ἀπόδειξις καὶ ὁρισμός, τούτων ἡ ἀπόδειξις ἀπόλλυται εἴτε τοῦ ἔχοντος τὴν ἀπόδειξιν φθαρέντος, εἴτε τοῦ οὗ ἐστιν ἀπόδειξις, ἢ ἀμφοτέρων, καὶ τοῦ ἔχοντος τὴν ἀπόδειξιν καὶ τοῦ ἀποδεικτοῦ, ὡς ἐν τῷ Α τῶν Ὑστέρων ἀναλυτικῶν εἴρηται. ἐπὶ δὲ τῶν καθ’ ἕκαστα συμβαίνει σωζομένου καὶ τοῦ ἀποδεικτοῦ καὶ τοῦ ἔχοντος τὸν λόγον καὶ τὴν ἀπόδειξιν καὶ τοῦ λόγου τοῦ ἐν τῇ ψυχῇ καὶ μὴ λήθης γεγονυίας μὴ εἶναι μήτε ὁρισμὸν μήτε ἀπόδειξιν· ὅταν γὰρ ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ οὐ τὸν λόγον ἔχομεν,2 σῳζομένου ἐμοῦ καὶ τοῦ πράγματος οὗ τὸν λόγον ἐγὼ καὶ αὐτοῦ τοῦ λόγου καὶ λήθης μὴ μεσολαβησάσης, ἀγνοῶ εἰ ὅλως ἐστίν. διὸ δεῖ τῶν πρὸς ὅρον, τουτέστι τῶν πρὸς ὅρον τινὸς πραγματευομένων, ἤτοι δεῖ ἕκαστον τῶν περὶ ὅρον τινὸς ἀτόμου πράγματος σκοπούντων καὶ ζητούντων ἀποδοῦναι αὐτοῦ τὸ τί ἐστι, μὴ ἀγνοεῖν ὅτι ἀεὶ ἀναιρεῖν ἐστιν3 ἤτοι ἀναιρεθήσεται αἰεὶ ὁ τοιοῦτος ὁρισμός· παντὸς γὰρ ἀναιρεῖν ἔστι τὸν ὁρισμὸν τοῦ καθ’ ἕκαστα. ὥστε ὁ τὸ καθ’ ἕκαστον ὁριζόμενος οὐδὲν ἄλλο ποιεῖ ἢ αἰτίας δίδωσιν τοῦ ἀναιρεῖν ἑκάστῳ τῶν βουλομένων αἰεί τι ἀναιρεῖν καὶ ἀνασκευάζειν.
“既然实体作为结合体与定义(式)两者互不相同——而我说,一方面,这种实体是与质料结合在一起的——”他此前曾说过,定义(式)属于本质与形式,而个别事物没有定义,并且曾许诺要证明这一点;现在他履行其诺言,证明个别事物没有定义。但他首先对实体以多少种方式被述说作出划分,以便表明哪种实体没有定义。他于是说,既然实体作为结合体与定义(式)两者互不相同——而我说,一种实体是与质料结合在一起被把握的定义(式),另一种实体则是纯粹的定义(式)与本质——,那么,对于所有那些与质料结合在一起被把握且纯粹是复合的实体而言,存在着消灭与生成,但对于定义(式)和形式而言,既不存在消灭也不存在生成;因为生成的并不是“作为房子的所是”以及房子的形式,而是这座个别的房子,在这座房子中形式无时间间隔地、且无须经历生成地生成并消灭。正因如此,对于可感的与个别的实体而言,既不存在定义也不存在论证,因为它们具有质料,而质料的本性——由于容许存在与不存在两者,即由于不能总是保持同一种形式而在不同时刻接纳不同形式——使得它们的一切个别事物都是可消灭的。确立了这些之后,他转入证明个别事物没有定义。他将这一论证运用到诸理念上(因为理念也是个别事物),从“更甚”出发作出证明。因为如果对于这些被认为是永恒的事物,却由于作为个别事物而没有它们的定义,那么对于个别的与可感的事物就更不会有了。但暂且,他首先通过主张可感的与个别的事物没有定义也没有论证,实质上作出了如下推论:定义与论证属于必然的事物以及不容许处于别样状态的事物,而个别事物容许处于别样状态,因此个别事物既没有定义也没有论证。因为正如他说,知识不可能有时是知识而有时是无知,正如人不可能有时是动物而有时不是动物一样(因为有时作为知识存在、有时作为无知存在的是意见),同样,论证与定义也不可能属于容许处于别样状态的事物,而只有意见才可能。他又以另一种方式论证个别事物既无定义也无论证,他说,消灭的事物在脱离感觉时,对于具有知识的人而言便是不显明的;如果作为知识和定义的对象的事物在一切方面都是显明的,而个别事物在脱离感觉时是不显明的,那么个别事物便既无论证也无定义。又以另一种方式:凡存在论证和定义的事物,它们的论证或是由于具有论证的人消灭了、或是由于作为论证对象的事物消灭了、或是二者皆消灭了(即具有论证的人与被论证的对象皆消灭)而毁灭,正如在《后分析篇》第一卷中所说的那样。但在个别事物的情形下,却会发生这样的情况:即便被论证的对象、具有定义(式)与论证的人、以及灵魂之中的定义(式)都保存完好,且并未发生遗忘,却依然既没有定义也没有论证;因为当我们拥有其定义(式)的对象脱离了感觉时,虽然我和我拥有其定义(式)的事物以及定义(式)本身都保存完好,且并未发生遗忘,我却不知晓它究竟是否存在。因此,致力于定义的人,即从事于某物定义的人,或者探讨某一不可分事物的定义并寻求给出其“是什么”的每个人,必须知晓:反驳这样的定义总是可能的,或者说这样的定义总将被反驳;因为反驳任何个别事物的定义都是可能的。所以,给个别事物下定义的人,无非是向每一个总是想要反驳和推翻某事物的人提供了反驳的口实而已。
- 7.42ἧς ἡ φύσις διὰ τὸ ἐνδέχεσθαι καὶ εἶναι καὶ μὴ εἶναι, τουτέστιν διὰ τὸ μὴ δύνασθαι ἀεὶ τὸ αὐτὸ στέγειν εἶδος ἀλλ’ ἄλλοτε δεκτικὴν εἶναι ἄλλων, φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν
关系代词 ἧς 指向前行动词宾语 ὕλην。名词短语 ἧς ἡ φύσις 之后插入了由 διὰ τὸ... 引导的冗长原因从属短语,随后接续 φθαρτὰ πάντα τὰ καθ’ ἕκαστα αὐτῶν,构成句式破格(破体)。在句义上,相当于表达“其质料的本性(因……缘故)使得它们的一切个别事物都成为可消灭的”。
- 7.42ὅταν γὰρ ἐκ τῆς αἰσθήσεως ἀπέλθῃ οὐ τὸν λόγον ἔχομεν
底本印刷作 οὐ,实为关系代词 οὗ 的讹写或异写,与紧接在后面的 τοῦ πράγματος οὗ τὸν λόγον ἐγὼ [sc. ἔχω] 相应,构成包含先行词的关系分句:“我们拥有其定义(式)的[那个事物]”。ἀπέλθῃ 的语法主语即是该分句所指称的个别事物。
- 7.42ἀεὶ ἀναιρεῖν ἐστιν
非人称的 ἔστι 搭配不定词表示可能(“总是能够反驳”),与紧随其后的注解者释义 ἤτοι ἀναιρεθήσεται αἰεὶ(“即总是将被反驳”)以及下文的 παντὸς γὰρ ἀναιρεῖν ἔστι τὸν ὁρισμόν 在句法上完全对应。
