- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:528.24-529.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》1039a24进行注解,详细阐明并驳斥了理念论者将属(普遍者)视为分离实体时产生的种种矛盾(诸种中将产生不同本性的动物自身、产生理念的理念、以及不存在脱离具体物种的动物本身)。
εἰπὼν δὲ ὅτι οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον, πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν ἐπήγαγεν1 οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ὁ ἄνθρωπος, ἀλλὰ δῆλον ὡς ἐξ οὐσίας, ὥστε ἐστὶ τὸ ζῷον οὐσία. ἐπειδὴ δὲ οἱ τὰς ἰδέας τιθέμενοι καὶ αὐτοουσίαν ἔλεγον αὐτὴν καθ’ αὑτήν, ἔστι δὲ καὶ τὸ αὐτοζῷον οὐσία, πολλὰ ἔσται τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷόν ἐστίν· οὐ γὰρ ὥσπερ λευκὸν εἰπόντες ἄλλο τι λέγομεν, ξύλον φέρε ἢ ἄνθρωπον, οὕτω καὶ τὸ ζῷον οὐσίαν λέγοντες ἄλλο τί φαμεν καὶ κατ’ ἐκεῖνο τὸ ἄλλο τοῦτο οὐσίαν λέγομεν, ἀλλὰ καθ’ αὑτό ἐστιν οὐσία· ὥστε ἐστὶ τὸ ζῷον πολλὰ ἔκ τε οὐσίας αὐτῆς καθ’ αὑτὴν οὔσης καὶ ἐκ ζῴου. εἰ δὲ τις λέγει ὅτι οὐ καθ’ αὑτό ἐστι τὸ ζῷον οὐσία, ἀλλὰ κατ’ ἄλλο, ἐξ ἐκείνου, καθ’ ὃ τὸ ζῷον οὐσία λέγεται, ἔσται ὁ ἄνθρωπος, καὶ ἐκεῖνο ἔσται γένος τοῦ ἀνθρώπου, ἀλλ’ οὐ τὸ ζῷον. ἔτι ἐπειδὴ ὁ ἄνθρωπος χωριστὸς καὶ καθ’ αὑτόν ἐστι, καὶ τὸ δίπουν δηλονότι καὶ τὸ πεζὸν καθ’ αὑτά εἰσι καὶ ἰδέαι. οὐκοῦν οὐκ ἄλλου μέν εἰσιν ἰδέαι τό τε ζῷον καὶ τὸ πεζόν, ἄλλου δὲ οὐσίαι,2 ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσι καὶ ἰδέαι καὶ οὐσίαι, ὥσπερ ἐγὼ οὐκ ἄλλου μέν εἰμι ἄτομος, ἄλλου δὲ ἄνθρωπος· ἀδύνατον γὰρ τὸ ἄλλου εἶναι ἐμὲ ἄνθρωπον, ἀλλὰ μὴ ἐμαυτοῦ· οὕτω καὶ τὸ ζῷον αὐτὸ ἑαυτῷ ἐστι καὶ οὐσία καὶ ἰδέα, εἰ καὶ ἐν τῷ αὐτοανθρώπῳ ἐστίν, ὥσπερ καὶ ἐγὼ αὐτὸς ἑαυτῷ ἄνθρωπός εἰμι καὶ ἄτομον, εἰ καὶ ἐν τόπῳ τυγχάνω. ὥστε εἰ αὐτὸ ἑαυτῷ τὸ ζῷον καὶ οὐσία ἐστὶ καὶ ἰδέα, δῆλον ὅτι ἕκαστον τῶν ἐν τοῖς ζῴοις ἤτοι ἐν τῷ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς αὐτοζῷόν ἐστι καὶ ἰδέα. τὰ δὲ εἴδη ἑτέρων εἰσὶ φύσεων, ὥσπερ καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος· καὶ τὰ αὐτοζῷα ἄρα τὰ ἐν τοῖς εἴδεσιν ἑτέρων εἰσὶ φύσεων· ὅπερ ἄτοπον. ἔτι εἰ τῶν πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐστιν ἰδέα, τῷ δ’ ἀριθμῷ διαφέρει, ὡς δέδεικται, τὸ ἐν τῷ αὐτοίππῳ ζῷον καὶ αὐτοανθρώπῳ καὶ τοῖς λοιποῖς (πᾶσα γὰρ ἰδέα μία τῷ ἀριθμῷ), ἔσται καὶ ἐκείνων ἰδέα· ὥστε ὥσπερ ἐστὶν ἄλλος ἄνθρωπος καθ’ αὑτὸν παρὰ τοὺς καθ’ ἕκαστα καὶ αἰσθητούς, οὕτως ἔσται καὶ τῶν αὐτοζῴων καὶ τῶν ἰδεῶν ἄλλη τις ἰδέα καὶ ἄλλο αὐτόζῳον. καὶ πῶς ἐκ τοῦ τοιούτου αὐτοζῴου ἔσται τὸ ἐν τῷ αὐτοανθρώπῳ αὐτοζῷον; ἔτι εἴπερ τῶν αἰσθητῶν εἰσιν αἱ ἰδέαι, ταῦτά τε ἅπερ εἴρηται συμβαίνει καὶ τούτων ἀτοπώτερα. ἐπειδὴ γὰρ ἀνάγκη ἐστὶν ἐξ ὧν λέγουσιν εἶναι καὶ αὐτοζῷον αὐτὸ καθ’ αὑτό, ὥσπερ οὖν ὁ αὐτοάνθρωπος ἕτερός ἐστι παρὰ τοὺς καθ’ ἕκαστα, οὕτω καὶ τὸ αὐτόζῳον ἕτερον ὀφείλει εἶναι παρὰ ζῷα τὰ τινά, ἃ οὔτε ἄνθρωπός εἰσιν οὔτε ἵππος οὔτε ἄλλο οὐδέν, ἀλλὰ τοῦτο αὐτό, ζῷα·3 εἰ δὲ μή εἰσί τινα ζῷα ἅπερ τοῦτο αὐτό εἰσι, ζῷα, ὥσπερ οἱ ἄνθρωποι τοῦτο αὐτό, ἄνθρωποι (τίς γὰρ πω ἐθεάσατο ζῷον ὃ μήτε ἄνθρωπός ἐστι μήτε μύρμηξ μήτε ἄλλο τι), οὐδὲ αὐτοζῷόν ἐστιν· ἡ γὰρ ἰδέα τινῶν ἐστιν ἰδέα. εἰ δὲ μή ἐστιν αὐτοζῷον, φανερὸν ὡς οὐδὲ αὐτοάνθρωπος οὐδ’ ὅλως ἰδέα. εἰ δὲ λέγοι τις ὡς ἔστι μὲν αὐτοζῷον, ἀλλ’ οὐκ ἔστιν ἰδέα ζῴων τοῦτο αὐτὸ ζῴων ὄντων, ἀλλὰ τοῦ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἵπποις καὶ βουσί, ψεῦδος ἐρεῖ· τοῦ γὰρ ἐν τοῖς ἀνθρώποις ζῴου καὶ ἁπλῶς τῶν ἀνθρώπων ὅλων ὡς ὅλων ὁ αὐτοάνθρωπός ἐστιν ἰδέα ὅλος ὡς ὅλος· ὡσαύτως καὶ ὁ αὐτοΐππος ὅλος ὡς ὅλος ἐστὶν ἰδέα τῶν κατὰ μέρος ἵππων ὅλων ὡς ὅλων· ὥστε εἴπερ ἔστιν αὐτοζῷον καὶ ἰδέα, ζῴων ὀφείλει εἶναι ἰδέα μηδὲν ἄλλο ὄντων ἢ τοῦτο αὐτό, ζῷα. οὕτω δὴ ἐνστὰς πρὸς τοὺς τὰς ἰδέας τιθεμένους καὶ ἐλέγξας αὐτοὺς συμπεραίνεται λέγων εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, ἀδύνατον εἴδη εἶναι τῶν καθ’ ἕκαστα, ὥς τινές φασιν.
在说了其实体为动物的事物可以说是无限的之后,他补充说明了他如何称动物为实体:因为人由动物生成并非出于偶性,而是显然出于实体,所以动物是实体。但既然确立理念的人也谈到自身独立的“实体自身”,且“动物自身”也是实体,那么动物就将是多数事物;因为在各个事物中的动物也是实体。因为正如我们说“白”时是指别的事物,比方说木头或人,我们称动物为实体时并不是指别的事物、并由于那个别的事物才称其为实体,而是它自身即是实体;所以动物由自身独立存在的实体构成、且由动物构成,从而成为多数事物。但如果有人说动物自身并不是实体,而是由于别的事物才是实体,那么人就将由“动物凭之被称为实体的那个事物”构成,而那个事物将是人的属,却不是动物。 此外,既然人是分离的且自身独立的,显然两足者和陆生者也是自身独立的且是理念。因此,动物和陆生者并不是此物的理念而为彼物的实体,而是它们对于自身而言既是理念又是实体,正如我并不是此物的个体而为彼物的人一样;因为我作为别的事物的人而并非作为我自己的人,这是不可能的;同样,动物即使在“人自身”之中,对于它自身而言也是实体和理念,正如我自己即使恰好在某一处所中,对于我自己而言也是人和个体一样。所以,如果动物对于它自身而言既是实体又是理念,显然在诸动物之中的每一个,即在“人自身”和其余事物之中的每一个,都是“动物自身”和理念。但诸种属于不同的本性,正如人和马一样;因此在诸种之中的诸“动物自身”也属于不同的本性;而这是荒谬的。 此外,如果对于数目上为多数且互异的事物存在理念,并且如前所示,在“马自身”、“人自身”和其余事物之中的动物在数目上是互异的(因为每一个理念在数目上为一个),那么对于那些事物也将存在理念;所以正如除了个别的和可感的事物之外还存在另一个自身独立的人一样,对于诸“动物自身”和诸理念也将存在某种别的理念和另一个“动物自身”。那么在“人自身”之中的“动物自身”又如何由这样的“动物自身”产生呢? 此外,如果理念确实是可感事物的理念,那么所说的这些结论以及比这更荒谬的结论就会产生。因为按照他们的说法,既然“动物自身”也必然自身独立存在,那么正如“人自身”是除了个别的人之外的另一个事物一样,“动物自身”也必须是除了某些特定的动物——它们既不是人,也不是马,也不是任何别的东西,而恰恰就是这个本身,即动物——之外的另一个事物;但如果不存在某些恰恰就是这个本身即动物的动物,正如人恰恰就是这个本身即人一样(因为至今谁曾见过既不是人、也不是蚂蚁、也不是任何别的东西的动物呢?),那么也不会存在“动物自身”;因为理念是某些事物的理念。而如果不存在“动物自身”,显然也就既不存在“人自身”,也根本不存在任何理念。 但如果有人说,存在“动物自身”,但它并不是恰恰作为动物的那些动物的理念,而是存在于人、马、牛之中的动物的理念,那么他就是在说假话;因为对于人中的动物、以及纯粹作为整体的人们整体而言,作为整体的“人自身”整体即是其理念;同样,作为整体的“马自身”整体也是作为整体的个别马整体的理念;因此,如果确实存在“动物自身”和理念,它就必须是除了恰恰作为动物本身之外别无他物的那些动物的理念。 如此反驳了确立理念的人并将他们驳倒之后,他总结道:“因此,如果这种情况是不可能的,那么正如某些人所主张的那样,存在个别事物的形式是不可能的。”
- 7.41πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν ἐπήγαγεν
间接疑问从句 πῶς τὸ ζῷον οὐσίαν εἴρηκεν(“他如何称动物为实体”)前置,充当主动词 ἐπήγαγεν(“他补充说明”)的宾语。主语是未明示的亚里士多德。
- 7.41οὐκ ἄλλου μέν εἰσιν ἰδέαι τό τε ζῷον καὶ τὸ πεζόν, ἄλλου δὲ οὐσίαι, ἀλλ’ αὐτὰ ἑαυτοῖς εἰσι καὶ ἰδέαι καὶ οὐσίαι
在此对比结构中,属格 ἄλλου 表示所属或关系(“某物的理念……另一物的实体”),而与之形成对照的与格 ἑαυτοῖς 则充当关涉与格(“对它们自身而言既是理念又是实体”)。
- 7.41τοῦτο αὐτό, ζῷα
τοῦτο αὐτό 充当表语性的同位语(“恰恰就是这个本身”),其后的 ζῷα 作为同位语具体说明其内容(“即动物”)。
