- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:527.14-528.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》卷Z第14章(1039a24)中论及主张理念为分离实体且由属与种差构成者所面临的疑难,亚历山大逐步疏解了关于理念中的属在数目上为一个还是互不相同的两难抉择所各自导致的荒谬后果。
" Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν χωριστάς τε οὐσίας εἶναι." Δείξας ὅτι τὰ καθόλου οὐκ εἰσιν οὐσίαι, ἐκ τούτων, φησί, φανερόν ἐστι τὸ συμβαῖνον τοῖς τὰς ἰδέας λέγουσι χωριστάς τε οὐσίας εἶναι καὶ ἅμα ποιοῦσι τὸ εἶδος, λέγων εἶδος τὴν ἰδέαν, ἐκ τοῦ γένους καὶ τῶν διαφορῶν. εἰ γάρ εἰσιν ἰδέαι καὶ ἔστι τὸ ζῷον ἐν τῷ αὐτοανθρώπῳ καὶ αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστιν, ὥσπερ ἐστὶν ὁ Ἀλέξανδρος εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ, τὸ ὑπάρχον ζῷον ἔν τε τῷ αὐτοανθρώπῳ καὶ αὐτοΐππῳ καὶ ταῖς λοιπαῖς ἰδέαις, ἢ ἕτερον; καὶ ἐρωτήσας πρὸ τοῦ ἀπαντῆσαι πρὸς τὴν ἐρωτηθεῖσαν ἀντίφασιν λέγει ὅτι1 εἰ τῷ ἀριθμῷ τις μὴ λέγει ἕν, ἀλλ’ οὖν τῷ μὲν λόγῳ δηλονότι ἕν ἐστι τὸ ἐν ταῖς ἰδέαις ζῷον· ὁ γὰρ ὁριζόμενος τὸν αὐτὸν ἐν πᾶσιν ἐρεῖ λόγον, ἀλλ’ οὐκ ἄλλον μὲν τὸν τοῦ ἐν τῷ αὐτοΐππῳ ζῴου ἀποδώσει, ἕτερον δὲ τοῦ ἐν τῷ αὐτοανθρώπῳ. τοῦτο δὴ εἰπὼν πάλιν ἀνατρέχει ἐπὶ τὸ πρότερον, λέγων εἰ οὖν ἔστι τις ἄνθρωπος αὐτὸς καθ’ αὑτὸν καὶ τόδε τι κεχωρισμένον, ὥσπερ ὁ Σωκράτης καὶ ὁ Καλλίας, ἀνάγκη καὶ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ἐξ ὧν ἐστιν ὁ αὐτοάνθρωπος, εἶναι χωριστὰ καὶ οὐσίας αὐτὰς καθ’ αὑτάς· τίς γὰρ ἡ ἀποκλήρωσις αὐτοάνθρωπον μὲν εἶναι, αὐτοζῷον δὲ καὶ αὐτοδίπουν μὴ εἶναι; εἰ δὲ τοῦτο, ἔσται οὐσία τις ἐξ οὐσιῶν ἐνεργείᾳ καὶ καθ’ αὑτὰς οὐσῶν, ὅπερ δέδεικται ἀδύνατον. καὶ οὐ τοῦτο μόνον ἀλλ’ ἔσται καὶ ἰδέα ἐξ ἰδεῶν, καὶ ἔσονται ἰδέαι τό τε αὐτοπεζὸν καὶ αὐτοζῷον καὶ αὐτοδίπουν πρότεραι τοῦ αὐτοανθρώπου, τουτέστιν ἔσονται ἄλλαι ἰδέαι ἄλλων πρότεραι· ὅπερ οὔ φασιν οἱ ταύτας τιθέμενοι. οὕτως οὖν διὰ μέσου τὸ ἀδύνατον τοῦτο αἰνιξάμενος ἐπανατρέχει εἰς τὴν τῆς ἀντιφάσεως ἐρώτησιν, καὶ λέγει ὅτι εἰ μὲν τὸ ἐν τῷ αὐτοΐππῳ καὶ αὐτοανθρώπῳ ζῷον τὸ αὐτὸ καὶ ἕν ἐστι τῷ ἀριθμῷ ὥσπερ αὐτὸς σαυτῷ εἷς εἶ τῷ ἀριθμῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἀπ’ ἀλλήλων ἓν ἔσται τῷ ἀριθμῷ; καὶ διὰ τί, εἰ τὰ χωρὶς ὄντα ἕν εἰσι τῷ ἀριθμῷ, οὐκ ἔσται αὐτὸ τὸ ζῷον καὶ χωρὶς αὑτοῦ; εἰ γὰρ ἕν εἰσι τῷ ἀριθμῷ τὰ ἐν ἄλλῳ καὶ ἄλλῳ ὄντα ζῷα, δηλονότι δυνήσεται τὸ ζῷον καὶ χωρὶς αὑτοῦ εἶναι. ἔπειτα, φησί, πῶς ἔσται τὸ δίπουν ἐν τῷ ζῴῳ, μεθέξει ἢ ἄλλως πως; εἰ μὲν οὖν μεθέξει, δῆλον ὡς οὐ τοῦ δίποδος μόνον μετέχει, τῶν δ’ ἄλλων διαφορῶν οὐδαμῶς· τί γὰρ τὸ αἴτιον τοῦ τούτου μὲν μετέχειν, ἄλλου δὲ οὔ; εἰ οὖν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος τὰ εἴδη ποιεῖ,2 συμβήσεται τὰ ἐναντία ὑπάρχειν ἐν τῷ αὐτῷ καὶ ἑνὶ καὶ τῷδέ τινι ὄντι. εἰ δ’ οὐ μετέχει, τίς ὁ τρόπος καὶ πῶς ἐν αὐτῷ εὑρίσκεται ταῦτα, ὅταν λέγωμεν ζῷον δίπουν ἢ ζῷον πεζὸν ἢ ζῷον ἄπουν; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι ἐν τῷ αὐτοανθρώπῳ ὄντα σύγκειται καὶ μέμικται ὥσπερ σωρὸς τὸ ζῷον καὶ αἱ διαφοραί. ἀλλὰ πάντα ταῦτα ἄτοπα· ὁρῶμεν γὰρ ἐνταῦθα ὅτι τὰ ζῷα οὐ κατὰ σύνθεσιν καὶ ἁφήν εἰσιν, ἀλλὰ συνεχῆ καὶ ὡς εἰπεῖν κατὰ ἀνάκρασιν. Εἰ μὲν οὖν ἓν καὶ ταὐτόν τις ἐρεῖ τῷ ἀριθμῷ τὸ ἐν τῷ χωριστῷ ἀνθρώπῳ καὶ ἵππῳ καὶ τοῖς λοιποῖς ζῷον, ταῦτά τε συμβαίνει καὶ πλείω τούτων· εἰ δὲ ἕτερον τὸ ἐν ἑκάστῳ, δῆλον ὡς οὐχὶ τῷ μὲν ἀριθμῷ ἕτερα ταῦτα ἐροῦσι, τῷ εἴδει δὲ τὰ αὐτά (ἔσται γὰρ πάλιν τῶν ἰδεῶν ἰδέα), ἀλλὰ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει ἕτερα. καὶ πρῶτον μέν, ὧν ἡ οὐσία ζῷον, ἄπειρα ἔσονται καὶ ἕτερα,3 ὥσπερ ὁ μύρμηξ τοῦ ἵππου καὶ οὗτος λέοντος καὶ οὗτος βοὸς καὶ οὗτος ἄλλου· καὶ πῶς οἷόντε τοῦτο; ἔπειτα εἰπάτωσαν τίς ἡ φύσις τοῦ ἐν τῷ ἀνθρώπῳ ζῴου καὶ τοῦ ἐν τῷ ἵππῳ, ἐπειδὴ καὶ τῷ ἀριθμῷ καὶ τῷ εἴδει εἰσὶν ἕτερα.
“从这些事情本身中,对于那些主张理念是分离实体的人所产生的结论也是显而易见的。” 在表明了普遍者不是实体之后,他说,根据这些,对于那些主张理念是分离实体、同时又使种——他称理念为种——由属和种差构成的人所产生的结论是显而易见的。因为如果有理念存在,且“动物”存在于“人自身”和“马自身”以及其余的理念之中,那么存在于“人自身”和“马自身”以及其余理念中的动物,是如同亚历山大在数目上为一个且同一那样在数目上为一个且同一,还是各不相同?在提出了这一问题后,在对所问的这组矛盾命题作出回答之前,他说即使有人不说它在数目上为一个,但无论如何,在本质定义(逻各斯)上理念中的动物显然为一个;因为下定义的人在一切事例中都将陈述同一本质定义,而不会为“马自身”中的动物给出一个定义,又为“人自身”中的动物给出另一个定义。说了这些之后,他再次折回到前一个论点,说如果如同苏格拉底和卡利亚斯一样,存在某个自身独立的人且是分离的“这个”,那么构成“人自身”的“动物”、“陆生者”和“两足者”也必然是分离的并且自身即为实体;因为凭什么武断地规定存在“人自身”,却不存在“动物自身”和“两足自身”呢?但如果这样,就将存在由现实存在且自身独立的实体构成的某种实体,而这已被证明是不可能的。不仅如此,而且还将存在由诸理念构成的理念,且“陆生自身”、“动物自身”和“两足自身”这些理念将优先于“人自身”,也就是说,某些理念将优先于另一些理念;而这正是确立理念的人所否认的。因此,他在中途暗示了这种不可能的情况之后,重新折回到关于这组矛盾命题的提问,并且说,如果“马自身”和“人自身”之中的动物在数目上为同一且为一个,正如你自己对于你自己而言在数目上为一个一样,那么存在于彼此分离的事物之中的那一个,在数目上如何会为一个呢?而且为什么,如果彼此分离的事物在数目上为一个,动物自身就不会也与自身相分离呢?因为如果存在于互不相同的事物之中的动物在数目上为一个,显然动物也将能够与自身相分离。其次,他说,“两足者”将如何存在于“动物”之中呢?是通过分有,还是以其他某种方式?如果通过分有,显然它不会只分有“两足者”,而绝不分有其他种差;因为分有这一个而不分有另一个的原因是什么呢?因此,如果它通过分有“两足者”和“多足者”而构成诸种,那么相反的属性就将存在于同一个既是一个又是“这个”的事物之中。但如果不分有,那么当我们说“两足动物”或“陆生动物”或“无足动物”时,它们是以何种方式、又是如何存在于它之中的呢?不过也许有人会说,存在于“人自身”中的动物和诸种差如同堆积一样被组合和混合在一起。但所有这些都是荒谬的;因为我们在这里看到,动物并非出于组合和接触,而是连续的,并且可以说是出于完全融和。因此,如果有人说在分离的人、马以及其余事物之中的动物在数目上为同一且为一个,那么就会产生这些以及比这更多的结论;但如果在各个事物之中的动物是各不相同的,显然他们不会说这些在数目上不同但在形式上同一(因为那样一来又将存在理念的理念),而是在数目和形式上都各不相同。首先,其实体为动物的事物将是无限且互异的,正如蚂蚁与马不同,马与狮子不同,狮子与牛不同,牛又与别的不同;而这怎么可能呢?其次,让他们说说存在于人中的动物与存在于马中的动物的本性是什么,既然它们在数目和形式上都是各不相同的。
- 7.41καὶ ἐρωτήσας πρὸ τοῦ ἀπαντῆσαι πρὸς τὴν ἐρωτηθεῖσαν ἀντίφασιν λέγει ὅτι
分词 καὶ ἐρωτήσας 修饰主语(亚里士多德),指代前面的两难设问(动物在数目上为一个还是相异)。介词短语 πρὸ τοῦ ἀπαντῆσαι 引导接下来的 λέγει ὅτι 结构,表明亚里士多德在直接驳斥所设定的两难肢之前,先插入论述了理念中的属在定义上为一以及属和种差也将成为先在理念的荒谬推论。
- 7.41εἰ οὖν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος τὰ εἴδη ποιεῖ
μεθέξει 并非动词 μετέχω 的将来时形式,而是名词 μέθεξις(分有)的单数与格,表示方式或手段,支配宾语属格 τοῦ δίποδος καὶ τοῦ πολύποδος。条件从句的限定动词是 ποιεῖ(τὰ εἴδη 为其直接宾语),主句则由后面的 συμβήσεται 引导。
- 7.41ὧν ἡ οὐσία ζῷον, ἄπειρα ἔσονται καὶ ἕτερα
关系代词 ὧν 是从属从句内属于 ἡ οὐσία 的属格(其从句省略系词 ἐστίν:“其实体为动物的那些事物”)。主句动词 ἔσονται 的主语是省略的先行词,ἄπειρα 与 ἕτερα 并列作表语。
