- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:526.28-527.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大疏解了亚里士多德在《形而上学》Z卷第13章(1039a14)中提出的疑难:即如果复合实体既不能由普遍者构成,也不能由现实的实体构成,则实体的定义将不可能成立;并指出亚里士多德将此疑难的化解留待后文处理。
" Ἔχει δὲ τὸ συμβαῖνον ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι1 μηδεμίαν οὐσίαν." Δείξας ὅτι τὸ καθόλου οὐκ ἔστιν οὐσία καὶ ὅτι ἐξ αὐτῶν οὐκ ἐνδέχεται εἶναι οὐσίαν διὰ τὸ μὴ ἐνδέχεσθαι τὴν οὐσίαν ἐκ μὴ οὐσιῶν εἶναι, λέγει ὅτι τὸ συμβαῖνον ἐκ τῶν ἀποδειχθέντων ἔχει ἀπορίαν, καὶ τίθησι τί ποτέ ἐστι τὸ συμβαῖνον. εἰ γὰρ μήτε, φησίν, ἐκ τῶν καθόλου οἷόν τε μηδεμίαν εἶναι οὐσίαν διὰ τὸ τοιόνδε ἤτοι ποιὸν σημαίνειν ἀλλὰ μὴ τόδε καὶ οὐσίαν, ἐκ ποιοῦ δὲ οὐσίαν οὐκ ἐνδέχεται εἶναι, εἰ δὴ τοῦτο μὴ ἐνδέχεται, μήτε πάλιν ἐξ οὐσιῶν ἐνεργείᾳ αὐτῶν καθ’ αὑτὰς οὐσῶν, ὥσπερ ὁ μερικὸς ἄνθρωπος, δυνατόν ἐστιν οὐσίαν σύνθετον εἶναι (δέδεικται γὰρ καὶ τοῦτο), συμβαίνει μηδεμίαν οὐσίαν σύνθετον εἶναι. εἰ γὰρ ἐνδέχεται τὴν σύνθετον οὐσίαν εἶναι ἢ ἐξ οὐσιῶν ἐνεργείᾳ οὐσῶν ἢ ἐκ συμβεβηκότων, κατ’ οὐδένα δὲ τρόπον τοῦτο εἶναι δύναται, ἀσύνθετος ἂν εἴη πᾶσα οὐσία. ἀλλ’ εἰ τοῦτο, οὐδεμιᾶς οὐσίας ἂν εἴη λόγος· οἱ γὰρ ὁρισμοὶ τῶν ἔκ τινων οὐσιῶν εἰσιν ἀλλ’ οὐ τῶν ἁπλῶν,2 ὥσπερ ὁ τοῦ ἀνθρώπου, ὄντος αὐτοῦ ἐκ τοῦ ζῴου καὶ πεζοῦ καὶ δίποδος. ἀλλὰ μὴν δοκεῖ γε ὅτι οἱ ὁρισμοὶ ἢ μόνων τῶν οὐσιῶν εἰσιν, ἢ εἴπερ εἰσὶ καὶ τῶν ἄλλων, ἀλλὰ μάλιστα τῶν οὐσιῶν εἰσιν. νῦν δὲ συμβαίνει μηδὲ τῶν οὐσιῶν εἶναι· οὐκ ἄρα ἐστὶν οὐδεμιᾶς ὁρισμός. καὶ εἰπὼν οὐ λύει τὴν ἀπορίαν νῦν, ἐπαγγέλλεται δὲ ἐρεῖν, λέγων ὅτι τρόπον μέν τινα ἔστι τῶν οὐσιῶν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν. καὶ πῶς τοῦτο συμβαίνει, ἐρεῖ καὶ ἐν τῷ παρόντι βιβλίῳ καὶ ἐν τῷ μετὰ τοῦτο.
“然而所产生的结论包含疑难。因为如果任何实体都不可能由普遍者构成”在表明了普遍者不是实体,以及由于实体不可能由非实体构成从而实体不可能由普遍者构成之后,他说,由已证成的事实所产生的结论包含疑难,并阐明了这一结论究竟是什么。他说,因为如果既不可能有任何实体由普遍者构成,这是由于它们表示“如此的”即性质,而不表示“这个”和实体(而实体不可能由性质构成,若这确实是不可能的);另一方面,由现实中自身独立存在的实体(如个别的人)也不可能构成复合实体(因为这一点同样已被证明),那么结论就是没有任何实体是复合的。因为如果复合实体要么由现实存在的实体构成,要么由偶性构成,而这无论以何种方式都不可能成立,那么一切实体都将是非复合的。但如果这样,任何实体都将不会有本质定义(逻各斯);因为定义属于由某些成分构成的实体,而不属于单纯的实体,正如人的定义,因为人是由动物、陆生者和两足者构成的。然而人们普遍认为,定义要么仅属于实体,要么即使也属于其他事物,首先也是属于实体。但现在得出的结论却是定义甚至不属于实体;从而任何事物都不存在定义。在说了这些之后,他此刻并没有化解这一疑难,而是许诺将会论及,他说在某种方式上存在实体的定义,而在某种方式上则不存在。至于这是如何成立的,他在本卷以及在此之后的下一卷中都会予以说明。
- 7.40εἰ γὰρ μήτε, φησίν, ἐκ τῶν καθόλου οἷόν τε μηδεμίαν εἶναι οὐσίαν ... μήτε πάλιν ἐξ οὐσιῶν ἐνεργείᾳ αὐτῶν καθ’ αὑτὰς οὐσῶν ... δυνατόν ἐστιν οὐσίαν σύνθετον εἶναι
该长句的核心骨架是由 εἰ γὰρ μήτε... μήτε πάλιν...(因为如果既不……也不……)构成的双重条件从句,最终导出主节 συμβαίνει μηδεμίαν οὐσίαν σύνθετον εἶναι(结论便是没有任何实体是复合的)。前一条件分句中嵌套了表示原因的介词短语 διὰ τὸ ... σημαίνειν 以及补充说明 ἐκ ποιοῦ δὲ ... οὐκ ἐνδέχεται εἶναι, εἰ δὴ τοῦτο μὴ ἐνδέχεται;后一条件分句中则插入了括号从句 (δέδεικται γὰρ καὶ τοῦτο)。
- 7.40οἱ γὰρ ὁρισμοὶ τῶν ἔκ τινων οὐσιῶν εἰσιν ἀλλ’ οὐ τῶν ἁπλῶν
属格短语 τῶν ἔκ τινων οὐσιῶν 作系动词 εἰσίν 的表语,表示领属或对象(“定义属于由某些事物构成的实体”)。冠词 τῶν 修饰名词 οὐσιῶν,介词短语 ἔκ τινων 位于冠词与名词之间的定语位置,修饰 οὐσιῶν。
