← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§525.23-526.27

普遍者的非分离性与现实实体构成的否定

亚历山大解释了亚里士多德关于普遍者不脱离个别者而存在的主张,指出若将普遍者视为“这个具体事物”则会导致“第三人”论证。随后他论证了单一实体不可能由处于现实态的诸实体构成,并阐明手以及数的组成成分(如二数中的单位)在整体之中仅是作为潜在态而存在的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.39#3

ἐξηγούμενος δὲ τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν ἐπήγαγε λέγω δὴ οὐκ εἶναί τι ζῷον παρὰ τὰ τινά, ὡς ἂν εἰ ἔλεγεν,1 τοῦτο λέγω τὸ μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τὸ μὴ εἶναι ζῷόν τι παρὰ τὰ τινὰ καὶ καθ’ ἕκαστα ζῷα, οὐδὲ δίπουν παρὰ τὰ τινά, οὐδὲ πεζὸν παρὰ τὰ τινά, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις εἰλημμένων οὐδέν· δέδεικται γὰρ ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν. εἰ δὲ μή εἰσιν οὐσίαι, δῆλον ὡς οὐδὲ δύνανται χωρὶς καὶ καθ’ αὑτὰς εἶναι ἀλλ’ ἐν τοῖς μερικοῖς. Οὕτως δὴ δείξας ὅτι ὁ καθόλου ἄνθρωπος οὐκ ἔστιν οὐσία, συμπεραίνεται λοιπὸν καί φησιν ἔκ τε δὴ τούτων θεωροῦσι φανερὸν ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι οὐδὲν τῶν κοινῇ κατηγορουμένων σημαίνει τὸ τόδε τι ἀλλὰ τοιόνδε καὶ ποιόν. εἰ δέ τις οὐσίαν αὐτὸν λέγει καὶ τόδε τι, συμβήσεται πάλιν ὁ τρίτος ἄνθρωπος. εἰ γάρ ἐστιν οὐσία τις ὁ ἄνθρωπος, ἔστι δὲ καὶ ὁ Σωκράτης οὐσία καὶ οἱ καθ’ ἕκαστον, ἐπὶ τῶν πολλῶν δέ ἐστι τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, ἔσται ἄρα τρίτος τις πάλιν ἄνθρωπος, ὃς κατηγορηθήσεται τοῦ καθόλου ἀνθρώπου οὐσίας ὄντος καὶ τῶν λοιπῶν. ἔτι δέ, φησί, καὶ ὧδε δῆλον ὡς ἀδύνατόν ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι ἐνεργείᾳ ὑπαρχουσῶν καὶ τόδε τι. δύο γὰρ οὐσίαι ἐνεργείᾳ οὖσαι οὐδέποτε μίαν οὐσίαν ἐνεργείᾳ εἶναι δυναμένην ποιοῦσιν, οἷον ὅδε ὁ ἄνθρωπος τῷδε τῷ ἀνθρώπῳ εἰς ἑνὸς ἀνθρώπου συμπλήρωσιν συντεθῆναι οὐ δύναται, ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο τινὰ οὐσίαι, τότε συντίθενται καὶ ἀποτελοῦσι μίαν οὐσίαν ἐντελεχείᾳ. καὶ πάλιν εἰ ἔσται διπλάσιον ἐκ δύο ἡμίσεων, οὐκ ἐξ ἐνεργείᾳ ἡμίσεων ἔσται ἀλλ’ ἐκ δυνάμει· ἡ γὰρ ἐντελέχεια χωρίζει καὶ οὐκ ἐᾷ αὐτὸ ἓν εἶναι. ἅμα γὰρ τῷ τὰ ἡμίση ἐνεργείᾳ γενέσθαι ἡμίση, εὐθὺς διῄρηται τὸ διπλάσιον καὶ οὐκέτι μένει ἕν. ὥστε καὶ ἡ οὐσία, εἰ ἔστιν ἕν, οὐκ ἔσται ἐξ οὐσιῶν ἐνυπαρχουσῶν ἐνεργείᾳ οὐσιῶν, ἀλλ’ ἐκ δυνάμει οὐσιῶν. καὶ φανερὸν ὅτι καὶ ἡ χεὶρ μετὰ τοῦ ὅλου οὖσα δυνάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, ὅταν δὲ χωρισθῇ, καὶ τότε οὐχ ἁπλῶς, ἀλλ’ εἴπερ καθ’ ὑπόθεσιν χωρισθεῖσα τοῦ ὅλου ἐδύνατο τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, ἦν ἂν οὐσία.2 ἡ γὰρ οὐσία οὐ τὸ σχῆμα τὸ τοιονδί ἐστιν, ἀλλ’ ἡ ἑκάστου ἐνέργεια. ὡς γὰρ ὁ Δημόκριτος ἔλεγεν ὅτι ἀδύνατον ἐκ δύο ἀτόμων μίαν γενέσθαι (ἀπαθεῖς γὰρ αὐτὰς ὑπετίθετο) ἢ ἐκ μιᾶς δύο (ἀτμήτους γὰρ αὐτὰς ἔλεγεν), οὕτως καὶ ἡμεῖς φαμεν ὡς ἀδύνατον ἐκ δύο ἐνεργείᾳ οὐσῶν οὐσιῶν μίαν οὐσίαν γενέσθαι, ἀλλ’ ἐκ δυνάμει μόνον. ἐπεὶ δὲ ἐνέπιπτεν ἡ ἐπὶ τῶν ἀριθμῶν ἔνστασις, λύει καὶ ταύτην. εἶπε γὰρ ἄν τις ὅτι ὥσπερ ὁ ἓξ ἀριθμὸς ἐκ τοῦ τρία καὶ τρία ἐστὶν ἢ ἐκ τοῦ δύο καὶ τέσσαρα ἐνεργείᾳ ὄντων ἀριθμῶν, τί κωλύει καὶ μίαν οὐσίαν ἐκ δύο οὐσιῶν εἶναι ἐνεργείᾳ οὐσῶν; λύει οὖν λέγων ὅτι καὶ ἡ δυὰς οὐκ ἔστιν ἐνεργείᾳ ἀριθμὸς ἐν τῷ ἓξ οὖσα ἀλλὰ δυνάμει· δύναται γὰρ χωρισθεῖσα εἶναι ἀριθμός, μετὰ τοῦ ἓξ δὲ οὖσα οὐδαμῶς. ἀλλ’ αὐτὸς οὐκ ἐπὶ τοῦ ἓξ ποιεῖται τὸν λόγον, ἀλλ’ ἐπὶ τῆς δυάδος, λέγων αἱ μονάδες ἐν τῇ δυάδι οὐκ εἰσὶν ἐνεργείᾳ μονάδες ἀλλὰ δυνάμει, ἕως δὴ ὑπόκειται ἡ δυὰς ὅτι ἀριθμός ἐστιν·3 ἢ γάρ, φησίν, οὐχ ἓν ἡ δυάς, τουτέστιν ἢ οὐκ ἔστιν ἡ δυὰς ἀριθμός τις εἷς, ἢ εἴπερ ἐστὶν ὅλως ἀριθμός, οὐκ εἰσὶν ἐν αὐτῇ αἱ μονάδες ἐνεργείᾳ ἀλλὰ δυνάμει.

在解释“也不脱离它们而存在”这一语句时,他补充道:“我的确是说,并没有脱离各个个别者的某种动物”,这就仿佛他是在说:我所说的“也不脱离它们而存在”,是指并没有脱离各个具体动物的某种动物,也没有脱离各个个别者的两足者,也没有脱离各个个别者的陆生者,也没有被纳入定义中的其他任何事物;因为已经证明,普遍者中没有任何一个是实体。而如果它们不是实体,显而易见它们也不能分离地自身独立存在,而是存在于个别事物之中。在如此表明了普遍的人不是实体之后,他得出了余下的结论并说道:从这些考察中,对于考察者而言显然可知,普遍属于的各项中没有任何一个是实体,并且共同被述说的事物中没有任何一个表示“这个具体事物”,而是表示“如此的”和性质。但如果有人说它是实体和“这个具体事物”,就又会出现“第三人”。因为如果人是某种实体,而苏格拉底以及各个个体也是实体,并且在多数事物之上存在着共同针对它们被述说的东西,那么就又会出现某种第三个人,它将被述说于作为实体的普遍人以及其余者之上。他说,此外以如下方式同样显然的是:实体不可能由现实存在且为“这个具体事物”的诸实体构成。因为两个现实存在的实体绝不可能构成能够现实为单一实体的事物,例如这个人和这个人不可能为了成全单一的人而组合在一起;但如果有某两个东西是潜在的实体,它们那时便会组合起来并在完全现实中成就单一实体。再者,如果双倍由两个一半构成,它不会是由现实的一半构成的,而是由潜在的一半构成的;因为完全现实会使事物分离,不容许它成为一。因为一旦诸一半现实地成为一半,双倍之物随即就被分割开来,不再保持为一。从而实体如果是单一的,也不会是由现实作为实体内在于其中的诸实体构成的,而是由潜在的实体构成的。显而易见,手在与整体共存时也是潜在的而非现实的;当它被分离开时,甚至在那时也不是单纯地〔是实体〕,而是假设如果它脱离整体被分离开之后能够成就其自身固有的功能,它就会是实体。因为实体不是如此这般的形状,而是各事物的现实活动。因为正如德谟克利特曾说,由两个原子生成一个原子是不可能的(因为他假定它们是无感受的),或者由一个原子生成两个原子也是不可能的(因为他说它们是不可分割的),我们同样也主张,由两个现实存在的实体生成一个实体是不可能的,而只能由潜在的实体生成。既然出现了关于数的反驳,他也化解了这一反驳。因为有人或许会说,正如六这个数是由三和三构成,或者由现实作为数的二和四构成,那么有什么能阻止单一实体也是由两个现实存在的实体构成的呢?于是他化解道:二这个数在六之中时也并不是现实的数,而是潜在的;因为它在被分离开时能够成为数,但在与六共存时绝不是如此。然而他本人不是就六立论,而是就二数立论,他说二数之中的单位并不是现实的单位,而是潜在的,只要二数被假定为一个数;他说,因为要么二数不是一(即要么二数不是某种单一的数),要么如果它根本上是一个数,它之中的单位就不是现实的,而是潜在的。

语法注3 条
  1. 7.39ὡς ἂν εἰ ἔλεγεν

    由连词 ὡς 结合虚拟/潜势助词 ἄν 及未完成过去时 ἔλεγεν 构成的惯用表达,意为“就仿佛他是在说”。用于注解者引出对亚里士多德前述所言(ἐπήγαγε)之意图的转述与阐发。

  2. 7.39ὅταν δὲ χωρισθῇ, καὶ τότε οὐχ ἁπλῶς, ἀλλ’ εἴπερ καθ’ ὑπόθεσιν χωρισθεῖσα τοῦ ὅλου ἐδύνατο τὸ οἰκεῖον ἔργον ἀποτελεῖν, ἦν ἂν οὐσία

    包含省略与倒装的非真实条件句。在 καὶ τότε οὐχ ἁπλῶς 之后省略了诸如[οὐσία ἐστίν]的谓词(“即使在那时也不是单纯地[是实体]”)。接续的 ἀλλ’ εἴπερ... ἦν ἂν οὐσία 构成了与事实相反的虚拟条件句(条件从句用未完成过去时直陈式 ἐδύνατο,结果主句用 ἦν ἄν):“如果假设它脱离整体被分开后能够发挥其固有的功能,它就会是实体(但实际上它不能,故非实体)”。

  3. 7.39ἕως δὴ ὑπόκειται ἡ δυὰς ὅτι ἀριθμός ἐστιν

    此处的 ἕως 并非表示纯时间意义的“直到……为止(until)”,而是作为限定/条件连词与现在时直陈式 ὑπόκειται 连用,意为“只要(as long as)”。随后的 ὅτι 从句表达该假定的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:525.23-526.27