- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:524.16-525.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德在《形而上学》Z卷第13章中的归谬论证,即如果属与种等普遍者是实体,就会出现实体的实体以及在个体内部出现蜂群般的实体;他比较了一句难解文本的两种解释并支持前者,最终得出包含在个体定义中的普遍要素绝非分离实体的结论。
Ἀλλ’ ἆρα, φησίν, οὕτω μὲν τὸν καθόλου ἄνθρωπον οὐκ ἐνδέχεται εἶναι ὡς τὸ τί ἦν εἶναι, ἐνυπάρχει δὲ ἐν τούτῳ τῷ καθόλου ἀνθρώπῳ ἢ ἵππῳ οὐσία τις, οἷον τὸ ζῷον. οὐκοῦν δῆλον ὡς ἔστι τις λόγος τοῦ ζῴου· διαφέρει δ’ οὐδέν, κἂν μὴ πάντων ᾖ λόγος τῶν εἰς ὁρισμόν τινος παραλαμβανομένων· οὐδὲν γὰρ ἧττον τὸ ζῷον οὐσία ἔσται τινός, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου, ἐν οἷς ὑπάρχει. εἰ δή ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία, διὰ τί οὐκ ἔσται τὸ ζῷον οὐσία; εἰ δ’ ἐστὶ τὸ ζῷον οὐσία καὶ ἐνυπάρχει τῷ ἀνθρώπῳ, ἡ δὲ οὐσία ἐν ᾧ ἐστιν οὐκ ἄλλου ἐστὶν οὐσία ἀλλὰ τοῦ ἐν ᾧ ἐστιν, ἔστιν ἄρα τὸ ζῷον οὐσία τοῦ ἐν ᾧ ἐστιν, οἷον τοῦ ἀνθρώπου, ἐν ᾧ ὡς ἴδιον ὑπάρχει τὸ ζῷον· ὥστε ἔσται οὐσία οὐσίας· ὥστε ἔσται μὲν τοῦ Σωκράτους, ὄντος οὐσίας, οὐσία ὁ καθόλου ἄνθρωπος, καὶ τούτου τὸ ζῷον. εἰ δ’ ἔστιν ἐν τῷ ζῴῳ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, ἔσονται πάλιν αὐτὰ τοῦ ζῴου ἤτοι οὐσίας οὐσίαι,1 καὶ πάλιν τὰ ἐν τῷ ἐμψύχῳ ὄντα καὶ αἰσθητικῷ ἔσονται οὐσίαι τοῦ ἐμψύχου καὶ τοῦ αἰσθητικοῦ, ἤτοι τῶν οὐσιῶν· ὥστε συμβαίνει σμῆνος οὐσιῶν εἶναι ἐν τῷ Σωκράτει. ὅπερ ἀδύνατον· ἐν ἑκάστῳ γὰρ μία οὐσία ἐστὶν ἡ ἐνοῦσα αὐτῷ. εἰ γὰρ ἡ οὐσία τοῦ Ἀλεξάνδρου ὁ Ἀλέξανδρός ἐστιν, ὁ δὲ Ἀλέξανδρος πολλοὶ εἶναι οὐ δύναται, οὐδ’ ἄρα οὐσίαι ἐν αὐτῷ πολλαὶ ἔσονται. εἰπὼν δὲ ὅτι εἰ ἔστιν ἐν τῷ καθόλου ἀνθρώπῳ τὸ ζῷον, ἔστι δ’ ὁ καθόλου ἄνθρωπος οὐσία, ἔσται ἄρα καὶ τὸ ζῷον οὐσία, κατασκευάζει αὐτὸ λέγων ἔτι δὲ καὶ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ τὴν οὐσίαν, ὥσπερ λέγουσιν οἱ λέγοντες τὸν καθόλου ἄνθρωπον, εἰ ἔστιν ἐκ ζῴου, μὴ εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν.2 εἰ γὰρ τὰ συνιστῶντά τι πρότερά ἐστι τοῦ ὃ συνιστῶσιν, ὁ δὲ ἄνθρωπος κατὰ τοὺς λέγοντας οὐσία ὢν συνίσταται ἐκ τοῦ ζῴου, εἴπερ ἐστὶ τὸ ζῷον ποιόν, συμβήσεται τὸ ποιὸν καὶ τὸ συμβεβηκὸς πρότερον εἶναι τῆς οὐσίας καὶ τοῦ τόδε τι. τοῦτο δὲ ἀδύνατον· οὔτε γὰρ λόγῳ οὔτε χρόνῳ οὔτε γενέσει τὰ πάθη εἰσὶ πρότερα τῆς οὐσίας. συμβήσεται γάρ, εἴπερ εἰσὶ πρότερα αὐτῆς, εἶναι χωρὶς αὐτῆς καθ’ αὑτά, ὅπερ ἄλογον. οὐσία ἄρα ἐστὶ τὸ ζῷον. ἀλλ’ εἴπερ ἐστὶν οὐσία τὸ ζῷον, ἔσται πάλιν οὐσίας οὐσία, καὶ ἁπλῶς ὅσαπερ ἐρρήθη. ἢ τὸ ἔτι δὲ ἀδύνατον καὶ ἄτοπον τὸ τόδε τι καὶ οὐσίαν οὐκ ἐπὶ τοῦ καθόλου ἀνθρώπου εἴρηται ἀλλ’ ἐπὶ τοῦ μερικοῦ. καὶ εἴη ἂν τὸ λεγόμενον ὅτι ἐπειδὴ ὁ καθόλου ἄνθρωπος δέδεικται μὴ ὢν οὐσία ἀλλὰ ποιόν, ἀδύνατον τὸν Σωκράτην ἐκ τοῦ καθόλου εἶναι ἀνθρώπου, τουτέστι τὴν οὐσίαν ἐκ μὴ οὐσίας. οἶμαι δὲ ἄμεινον τὸ πρότερον· ἔτι γὰρ περὶ τοῦ μὴ εἶναι τὸν καθόλου ἄνθρωπον οὐσίαν ὁ λόγος ἐστίν. ἔτι τῷ Σωκράτει οὐσίᾳ ὄντι ἐνυπάρξει οὐσία, ὥστε δυοῖν ἔσται ὁ Σωκράτης οὐσία, ἤτοι δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι, ὅπερ ἄτοπον· ἕκαστον γὰρ μία ἐστὶν οὐσία ἀλλ’ οὐ δύο ἢ πλείους. ὅλως δέ, φησί, συμβαίνει, εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος, ἄνθρωπον ἐνταῦθα λέγων τὸν μερικὸν καὶ ἄτομον, ὅλως δή, εἰ ἔστιν οὐσία ὁ ἄτομος ἄνθρωπος, καὶ ὅσα οὕτω λέγεται, τουτέστιν ἄτομα, μηδὲν τῶν ἐν τῷ λόγῳ αὐτοῦ εἶναι οὐσίαν, μηδὲ χωρὶς ὑπάρχειν αὐτῶν τῶν ἀτόμων. εἰ γὰρ μή ἐστιν οὐσία αὐτὸ καθ’ αὑτὸ τὸ ζῷον, μηδὲ τὸ πεζὸν μηδὲ τὸ δίπουν, δηλονότι οὐκ εἰσὶ χωρὶς τῶν ἀτόμων, οὔτε μὴν ἐν ἄλλῳ, ἤτοι τῇ ἰδέᾳ, ἀλλ’ ἐν τοῖς ἀτόμοις.
他说:“然而,是否普遍的人虽然不可能这样作为本质存在,而某种实体(例如动物)却存在于这普遍的人或马之中?”那么显然,动物具有某种定义;即便并非被纳入某物定义中的所有项都具有定义,也毫无区别;因为动物将同样是某物的实体,例如是它所属于的人和马的实体。如果普遍的人确实是实体,动物为何不会是实体呢?如果动物是实体且内在于人,并且实体并不是另一事物的实体,而是其所在事物的实体,那么动物就是其所在事物(例如人)的实体,而在人之中动物作为固有的属性而属于它;从而将会有实体的实体;从而对于作为实体的苏格拉底而言,普遍的人将是其实体,而动物将是后者的实体。如果动物之中存在有灵魂者与具感觉者,它们又反过来会是动物(即实体)的实体,而存在于有灵魂者与具感觉者之中的东西,又会是有灵魂者与具感觉者(即诸实体)的实体;因此苏格拉底之中将出现蜂房一般的实体群。这是不可能的;因为在每一事物中,内在于它自身的实体只有一。因为如果亚历山大的实体是亚历山大,而亚历山大不可能成为多数,那么在他之中也不会有多数实体。在他说明了如果动物存在于普遍的人之中且普遍的人是实体,那么动物也必然是实体之后,他通过如下说法确立了这一点:此外,正如主张普遍人的人所说的那样,如果“这个具体事物”以及实体是由动物构成的,动物却不是实体和“这个具体事物”而是性质,这也是不可能且荒谬的。因为如果构成某物的事物在先于它们所构成的事物,而人按照那些人的说法既是实体又是由动物构成的,如果动物确实是性质,那么性质以及偶性就会在先于实体和“这个具体事物”。但这是不可能的;因为无论在定义上、在时间上还是在生成上,情状都不会在先于实体。因为如果它们确实在先于实体,就会导致它们脱离实体而自身独立存在,这是不合理的。因此动物是实体。但是如果动物确实是实体,就又会出现实体的实体,以及方才所说的一切后果。或者,“此外,‘这个具体事物’以及实体……是不可能且荒谬的”这句话不是针对普遍的人说的,而是针对个别的人说的。其含义将是:既然普遍的人已被证明不是实体而是性质,那么苏格拉底由普遍的人构成(即实体由非实体构成)就是不可能的。但我认为前一种解释更好;因为论证依然是关于普遍的人不是实体这一点的。再者,在作为实体的苏格拉底之中将内在一个实体,从而苏格拉底将是两个实体的实体,即苏格拉底之中将有两个实体,这是荒谬的;因为每一事物都是单一实体,而不是两个或更多实体。他说,总的来说结果是,如果人是实体——他在这里称“人”是指个别的、不可分割的人——总的说来,如果不可分割的人以及所有以这种方式被言说的东西(即不可分割的个体)是实体,那么其定义中的任何一项都不是实体,也不脱离这些不可分割的个体自身而存在。因为如果动物自身不是实体,陆生和两足也不是实体,那么显然它们并不脱离不可分割的个体而存在,也不存在于另一事物(即理念)之中,而是存在于不可分割的个体之中。
- 7.39ὥστε δυοῖν ἔσται ὁ Σωκράτης οὐσία, ἤτοι δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι
δυοῖν 是数词 δύο 的属格/与格形式(此处为属格),意为“苏格拉底将是两个事物的实体”或“苏格拉底将是由二者构成的实体”。紧接着亚历山大用 ἤτοι(即)引出 δύο ἔσονται ἐν τῷ Σωκράτει οὐσίαι(苏格拉底之中将存在两个实体)对此作了同义转述,表明在此语境下 δυοῖν οὐσία 即指个体内部共存着两个实体的状态。
- 7.39ἀδύνατον καὶ ἄτοπον τὸ τόδε καὶ τὴν οὐσίαν, ὥσπερ λέγουσιν οἱ λέγοντες τὸν καθόλου ἄνθρωπον, εἰ ἔστιν ἐκ ζῴου, μὴ εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν
非人称结构 ἀδύνατον καὶ ἄτοπον [ἐστί] 统辖一个带有插入句和条件从句的宾格不定式结构。结构上,τὸ τόδε καὶ τὴν οὐσίαν 作为前置(prolepsis)充当条件从句 εἰ ἔστιν ἐκ ζῴου 的主语,不定式从句的主干则是 μὴ εἶναι τὸ ζῷον οὐσίαν καὶ τόδε τι ἀλλὰ ποιόν,整体句意为:如果这一具体事物即实体是由动物构成的,那么动物不是实体和具体事物而是性质,这是不可能且荒谬的。
