- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:523.10-524.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷七第十三章开头(1038b1),亚历山大通过实体的个别固有性与普遍者的共通性之间的对立,以及普遍者归属于个体的荒谬性,注解并论证了为何普遍者绝非实体。
" Ἐπεὶ δὲ περὶ τῆς οὐσίας ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν." Τὸ προκείμενόν ἐστι δεῖξαι ὡς οὐδὲν τῶν καθόλου οὐσία ἐστίν· οὔτε γὰρ ὁ καθόλου ἄνθρωπος ἢ ὁ καθόλου ἵππος, οὔτε ἄλλο οὐδέν· ἀλλ’ ἕκαστον αὐτῶν διανοίας ἀπόμαξίς ἐστιν ἀπὸ τῶν καθ’ ἕκαστα καὶ πρώτως καὶ μάλιστα λεγομένων οὐσιῶν καὶ ὁμοίωμα. καὶ λέγει ὅτι ἐπειδὴ περὶ τῆς οὐσίας καὶ τοῦ κυρίως ὄντος (τούτου γὰρ καὶ τὰ αἴτια ζητεῖται) ἡ σκέψις ἐστί, πάλιν ἐπανέλθωμεν. καί φησιν ὅτι λέγεται δ’ ὥσπερ τὸ ὑποκείμενον οὐσία (ὑποκείμενον δ’ ἂν εἴη λέγων1 ἤτοι τὴν προσεχῆ ἑκάστῳ ὕλην, ἢ ὅλως τὴν ὕλην καὶ τὸ σύνθετον, οἷον Σωκράτης), ὡς οὖν οὐσία λέγεται τὸ ὑποκείμενον, ὡσαύτως δὲ οὐσία λέγεται καὶ τὸ σύνθετον, οἷον ὁ Σωκράτης, λέγεται δ’ οὐσία καὶ τὸ τί ἦν εἶναι, λέγεται γὰρ οὐσία καὶ τὸ ἐκ τῆς ὕλης καὶ τοῦ τί ἦν εἶναι· οὕτω λέγεται οὐσία καὶ τὸ καθόλου, τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. καὶ περὶ μὲν τῶν δύο, τοῦ τε τί ἦν εἶναι καὶ τοῦ ὑποκειμένου εἴρηται, εἴρηται δὲ καὶ ὅτι τὸ ὑποκείμενον διττόν, ἢ τὸ τόδε τι ὄν, ὥσπερ τὸ ζῷον, Σωκράτης, Πλάτων, οὑτοσὶ ὁ ἵππος ὑπόκεινται τοῖς πάθεσι τῷ τε λευκῷ καὶ τῷ θερμῷ καὶ τοῖς ὁμοίοις, ἢ ἡ ὕλη, ἥπερ ὑπόκειται τῇ ἐντελεχείᾳ καὶ τῷ εἴδει. τὸ δὲ καθόλου, φησίν, ὅπερ τινὲς χωρὶς ὕλης λέγουσι, δοκεῖ τισιν αἴτιον εἶναι μάλιστα καὶ ἀρχή· διὸ ἐπέλθωμεν καὶ περὶ τούτου, καὶ ἴδωμεν εἰ δυνατὸν εἶναι αὐτὸ ἀρχὴν ἢ ὅλως οὐσίαν. ἔοικε γὰρ ἀδύνατον οὐσίαν εἶναι ὁτιοῦν τῶν καθόλου. καὶ συλλογίζεται λέγων· ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλῳ οὐχ ὑπάρχει, τὸ δὲ καθόλου κοινὸν καὶ πλείοσιν ὑπάρχει (τοῦτο γὰρ λέγεται καθόλου τὸ πεφυκὸς πλείοσιν ὑπάρχειν), τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. ὅτι δὲ ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστῳ καὶ ἄλλοις οὐχ ὑπάρχει, δῆλον· ἡ γὰρ Ἀλεξάνδρου οὐσία ἴδιός ἐστιν Ἀλεξάνδρῳ καὶ ἄλλῳ τῳ οὐχ ὑπάρχει, ἀλλ’ ἐν αὐτῷ ἐστιν· εἰ δ’ ἦν καὶ τὸ καθόλου οὐσία, ἴδιος ἂν ἦν ἡ οὐσία αὑτοῦ καὶ ἐν αὑτῷ ἂν ἦν καὶ ἄλλῳ οὐκ ἂν ὑπῆρχε· νῦν δὲ ὑπάρχει πάνυ πολλοῖς·2 οὐκ ἄρα ἐστὶν οὐσία ἀλλ’ ὁμοιότης τις ἐκ τῶν καθ’ ἕκαστα ἀποσυληθεῖσα, ἐν αὐτοῖς δ’ οὖσα, ὁμοιότητα δ’ οὐδὲν κωλύει ἐν πλείοσιν εὑρίσκεσθαι. ὅλως δὲ τίνος ἂν εἴη τὸ καθόλου οὐσία; ἢ γὰρ ἁπάντων ἢ οὐδενός. ἁπάντων δ’ οὐχ οἷόν τε· δέδεικται γὰρ ὅτι ἡ ἑκάστου οὐσία ἴδιός ἐστιν ἑκάστου καὶ ἐν ἄλλῳ οὐχ ὑπάρχει. εἰ δὲ τοῦτο, πῶς οἷόν τε τὸ καθόλου εἴπερ ἐστὶν οὐσία, τὴν τούτου οὐσίαν ἐν Ἀλεξάνδρῳ καὶ ἐν Σωκράτει καὶ ἐν ἄλλοις εἶναι; δεῖ δέ, ἐπειδήπερ ἐν τούτοις ἐστίν. ἀλλὰ μὴν οὐδὲ ἑνὸς οἷόν τε τὴν τοῦ καθόλου οὐσίαν ὑπάρχειν. εἰ γάρ ἐστιν ὁ καθόλου ἄνθρωπος οὐσία καὶ τὸ ἐγκατατεταγμένον τοῖς κατὰ μέρος τί ἦν εἶναι, ὑπάρχει δὲ ἑνί τινι, οἷον φέρε Σωκράτει, ὑπάρξουσι καὶ οἱ ἄλλοι ὅ τε Πλάτων καὶ ὁ Ἀλέξανδρος Σωκράτει. καίτοι πῶς τοῦτο δύναται καὶ πλασθῆναι τὸ πάντας εἶναι Σωκράτη;3 ἀλλ’ ὡς εἴρηται τὸ καθόλου ὁμοιότης τίς ἐστιν ἐπὶ πολλῶν θεωρουμένη. ἔτι οὐσία λέγεται ὃ μὴ καθ’ ὑποκειμένου τινὸς λέγεται, ὡς ἐν ταῖς Κατηγορίαις δέδεικται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου λέγεται, τὸ καθόλου ἄρα οὐκ ἐστιν οὐσία.
“既然考察是关于实体的,那么让我们再次折返。” 摆在面前的任务是表明,普遍者中没有任何一个是实体;因为无论是普遍的人还是普遍的马都不是实体,其他任何东西也不是;相反,它们中的每一个都是理智从个别事物、即从首要且最严格意义上被称为实体的事物中所取的印记和摹本。他说,既然考察是关于实体和最严格意义上的存在的(因为这也是探求原因的对象),那么让我们再次折返。并且他说,正如同基底被称为实体一样(他说“基底”指的可能是每一个事物的切近质料,或是总体的质料以及复合体,比如苏格拉底)——正如基底被称为实体,同样复合体(比如苏格拉底)也被称为实体,而本质也被称为实体(因为由质料和本质构成的复合物也被称为实体)——普遍者也同样被称为实体,即在“是什么”中对数目不同且多个的事物进行述说者。关于这两者,即本质和基底,已经讨论过了;并且也已经说过基底具有双重意义:要么是作为“这个具体事物”的存在,如同动物、苏格拉底、柏拉图、这匹马作为各种情状(如白、热及类似情状)的基底,要么是质料,它作为完全现实与形式的基底。他说,但是普遍者——有些人主张普遍者脱离质料而存在——在某些人看来尤其被视作原因与本原;因此让我们也考察这一点,看看它是否可能成为本原或根本就是实体。因为普遍者中的任何一个似乎都不可能是实体。他于是进行推论说:每一事物的实体都固有于每一事物且不属于另一事物,而普遍者是共通的且属于多个事物(因为所谓普遍者就是指本性上属于多个事物者);因此普遍者不是实体。而每一事物的实体都固有于每一事物且不属于其他事物,这是显然的;因为亚历山大的实体固有于亚历山大且不属于任何其他人,而是在他自身之中;但如果普遍者也是实体,那么它的实体就应当是固有于它自身、存在于它自身之中且不属于另一事物的;然而事实上它属于极多事物;因此它不是实体,而是从个别事物中剥离出来的某种相似性,且存在于它们之中,而没有任何东西阻止一种相似性在多个事物中被发现。总的说来,普遍者究竟会是谁的实体呢?因为它要么是一切事物的〔实体〕,要么不是任何事物的〔实体〕。但它不可能是一切事物的〔实体〕;因为已经表明,每一事物的实体都固有于每一事物且不存在于另一事物之中。如果这是真的,那么普遍者如果确实是实体,它的实体又如何可能同时存在于亚历山大之中、苏格拉底之中以及其他事物之中呢?然而既然它存在于这些事物之中,就必定如此。然而,普遍者的实体也不可能仅仅属于单个事物。因为如果普遍的人是实体,并且是被部署在个别事物中的本质,并且它属于某一个事物(比如苏格拉底),那么其他人(柏拉图和亚历山大)也将属于苏格拉底。可是,所有人都是苏格拉底这种事,又怎么可能被想象出来呢?相反,正如所说过的,普遍者是在诸多事物之上被观照的某种相似性。再者,实体被称作不述说任何基底者,正如在《范畴篇》中所表明的那样,而普遍者是述说基底的;因此普遍者不是实体。
- 7.39ὑποκείμενον δ’ ἂν εἴη λέγων
由 ἄν 与祈愿语气 εἴη 加上现在分词 λέγων 构成的迂回结构,表示注解者对亚里士多德在此处所谓“基底”所指对象的推测性解释(“他所说的……想必是指”)。
- 7.39εἰ δ’ ἦν καὶ τὸ καθόλου οὐσία, ἴδιος ἂν ἦν ἡ οὐσία αὑτοῦ καὶ ἐν αὑτῷ ἂν ἦν καὶ ἄλλῳ οὐκ ἂν ὑπῆρχε· νῦν δὲ ὑπάρχει πάνυ πολλοῖς
由 εἰ ἦν 与 ἄν ἦν 构成的非真实条件句(用未完成过去时直陈式表示与现在事实相反的假定)。紧随其后的 νῦν δέ(“但事实上”)揭示了与现实事实的反差,从而构成了归谬论证。
- 7.39καίτοι πῶς τοῦτο δύναται καὶ πλασθῆναι τὸ πάντας εἶναι Σωκράτη;
该结构以前置的指示代词 τοῦτο 为先导,带冠词的不定式短语 τὸ πάντας εἶναι Σωκράτη 作为同位语对其内容进行补充说明。在该不定式短语中,πάντας 是逻辑主语(宾格),Σωκράτη 是表语宾格。
