← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§522.10-523.9

固有种差的正当划分与定义中的次序

亚历山大根据亚里士多德的论述阐明,若依固有种差进行正确划分,则最后的种差与属便足以构成定义;进而驳斥了由不当划分造成的冗余,以及将定义中的成分次序视同实体自身次序的错误观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.38

" Ἐὰν μὲν δὴ διαφορᾶς διαφορὰ γένηται, μία ἔσται ἡ τελευταία τὸ εἶδος καὶ ἡ οὐσία." Εἰπὼν ὅτι τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος καὶ ἡ οὐσία, εἴ τις καλῶς διαιρεῖ, πάλιν λέγει ὡς εἰ γένηται τῆς διαφορᾶς διαφορά, τουτέστιν εἰ τὴν διαφοράν τις ᾗ διαφορὰ διαιροίη καὶ εἰς τὰς οἰκείας αὐτῇ διαφοράς, ἡ τελευταία διαφορά, μετὰ τοῦ γένους δηλαδή, ἔσται τὸ εἶδος καὶ ἡ οὐσία· εἰ δὲ μὴ καθ’ αὑτὸ μηδ’ εἰς τὰς οἰκείας διαφορὰς διαιρῇ αὐτὴν ἀλλὰ κατὰ συμβεβηκός, ὥστε λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται αἱ διαφοραὶ αἱ παραληφθησόμεναι εἰς τὸν τοῦ εἴδους καὶ τὸν τῆς οὐσίας λόγον, ὅσαι ἂν ὦσιν αἱ τομαί. ἔστω δὲ τὸ λεγόμενον σαφὲς ὧδε· εἴ τις τὸν ἄνθρωπον ὁρίσαι βουληθεὶς λέγει ὡς ὁ ἄνθρωπος ἢ ὑπόπουν ἐστὶν ἢ ἄπουν, ἀλλὰ μὴν οὐκ ἄπουν, ὑπόπουν ἄρα· καὶ πάλιν τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πτερωτόν, ἄπτερον ἄρα· πάλιν τοῦ ἀπτέρου τὸ μέν ἐστι δίπουν, τὸ δὲ πολύπουν, ἀλλὰ μὴν ὁ ἄνθρωπος οὐ πολύπουν, δίπουν ἄρα· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον ὑπόπουν ἄπτερον δίπουν· φανερὸν οὖν ὅτι τριῶν οὐσῶν τῶν διαιρέσεων καὶ τομῶν τοσαῦται καὶ εἰς τὸν ὁρισμὸν παρελήφθησαν διαφοραί. ὥστε καὶ τὸ εἰς τὸν τοῦ ἀνθρώπου ὁρισμὸν παραληφθῆναι τὸ λογικὸν καὶ θνητὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐκ τοιαύτης γέγονεν αἰτίας. εἰ δὲ καλῶς ἐγένετο ἡ διαίρεσις, ἤρκει τὸ ζῷον καὶ τὸ τοῦ νοῦ δεκτικόν. τὸ δὲ τὸν ὁρισμὸν ἐκ τοῦ γένους εἶναι καὶ τῆς τελευταίας διαφορᾶς δῆλον ἂν εἴη, φησί, καὶ ἄν τις μετατάξῃ τοὺς τοιούτους ὁρισμούς, οἷον τὸν τοῦ ἀνθρώπου λέγων ζῷον δίπουν ὑπόπουν· περίεργον γὰρ τὸ ὑπόπουν τοῦ δίποδος λεχθέντος· ἐν γὰρ τῷ δίποδι ἔνεστι τὸ ὑπόπουν. ἵνα δὲ μή τις λέγῃ ὅτι διὰ τὸ δεῖν τάξιν τινὰ ἔχειν τὰ ἐν τῷ ὁρισμῷ καὶ τὸ μὲν δεῖν πρῶτον τάττεσθαι τὸ δὲ μετὰ τοῦτο καὶ ἑξῆς, ἐπὶ τούτῳ συνέβη τὸ περίεργον, ἐπήγαγε τὸ τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ,1 οὐδὲ διὰ τοῦτο συνέβη τὸ ἄλογον· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον τὸ δὲ πρῶτον; ἐπειδὴ γὰρ τὰ πρὸ τῆς τελευταίας διαφορᾶς ὕλη ἐστίν, ἐν δὲ τῇ ὕλῃ ᾗ ὕλη οὐκ ἔστι τὸ πρότερον καὶ τὸ ὕστερον (οὐδὲ γὰρ ἐν τῷ χαλκῷ τῷ ἐν τῷ ἀνδριάντι τὸ μὲν αὐτοῦ χαλκὸς καὶ ἡ ὕλη πρότερόν ἐστι τὸ δὲ ὕστερον), πῶς ἔξεστι λέγειν τῶν ἐν τῷ ὅρῳ τὸ μὲν πρῶτον τὸ δ’ εὐθὺς μετ’ ἐκεῖνο. οὐκ ἐπὶ τούτῳ δὴ συνέβη τὸ ἄλογον, ἀλλ’ ὅτι ἤρκει ἡ τελευταία διαφορὰ μετὰ τοῦ γένους εἰς τὸ εἶδος καὶ τὴν οὐσίαν, καὶ οὐκ ἔδει τὸ ὑπόπουν παραλήψεσθαι. καὶ συμπεραίνεται λοιπὸν λέγων περὶ μὲν οὖν τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν τοσαῦτα εἰρήσθω τὴν πρώτην2 (ἐρεῖ γὰρ πάλιν περὶ αὐτῶν), ὁποῖοί τινές εἰσιν.

“因此,如果产生了种差的种差,最后的种差将单独成为形式和实体。” 在说过如果划分得当,属连同最后的种差就是形式和实体之后,他又说,如果产生了种差的种差,也就是说,如果有人按种差作为种差而言、并将其划分为固有于它的种差,那么最后的种差——显而易见是连同属一起——就将是形式和实体;但如果不按其自身也不划分为固有的种差,而是按偶性来划分,以至于说有足者中一部分是白的而另一部分是黑的,那么被采纳进形式的表述和实体的表述中的种差,就会与切分的次数一样多。且让所说者如下变得明了:如果某人想要定义人,说人要么是有足的要么是无足的,但人绝非无足,因而是有足的;再者,有足者中一部分是有翼的另一部分是无翼的,但人绝非有翼,因而是无翼的;再者,无翼者中一部分是两足的另一部分是多足的,但人绝非多足,因而是两足的;因此人是有足、无翼、两足的动物;由此显而易见,既然划分和切分有三次,那么被采纳进定义中的种差也就同样有三个。因此,将“理性的”、“会死的”以及“能接受理智与科学知识的”采纳进人的定义中,也是出于这样的原因。然而如果划分得以正确进行,动物与“能接受理智的”便已足够。他说,定义由属和最后的种差构成这一事实,如果有人调换此类定义的次序也会变得显然,例如在述说人的定义时称之为“两足、有足的动物”;因为在说了“两足”之后,“有足”便是多余的;因为在“两足”之中已包含了“有足”。而为了不让人说,正是由于定义中的诸成分必须具有某种次序,且一部分必须排在前面而另一部分排在后面等等,这才导致了这种多余,他便引出了“但在实体中不存在次序”这句话,这荒谬之处也绝非由此发生;因为“究竟当如何理解一部分在后而另一部分在先呢?”因为既然在最后的种差之前的成分是质料,而在按其作为质料而言的质料中并不存在先与后(因为在雕像中的青铜里,也绝非作为青铜和质料的那部分在先而另一部分在后),那么怎么能说定义中的诸成分一部分居先而另一部分紧随其后呢?因此,荒谬并非因此而发生,而是因为最后的种差连同属已足以构成形式与实体,而不应当采纳“有足”。最后他总结道:关于依划分而立的定义,它们究竟是怎样的,姑且就说到这里(因为他还将再次谈论它们)。

语法注2 条
  1. 7.38ἐπήγαγε τὸ τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ

    动词 ἐπήγαγε 的直接宾语是由中性定冠词 τὸ 所引出的亚里士多德原文章句(1038a33)“τάξις δ’ οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ”,在此作名词性引语,而该动词构成承接 ἵνα μή 目的从句的主句谓语动词。

  2. 7.38τὴν πρώτην

    惯用副词性宾格(τὴν πρώτην,省略了 ὥραν 或 ὁδόν 等阴性名词),意为“姑且”、“暂且”(for the present / to begin with),与随后的插入句(ἐρεῖ γὰρ πάλιν περὶ αὐτῶν)在语义上相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:522.10-523.9