← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§521.7-522.9

依属差的属差划分与最后的属差

在通过质料与形式的本性合一论证了定义的一致性之后,作者阐明了亚里士多德关于依据“种差的种差”进行划分的规则。他通过具体例证论述了定义应当仅由属与最后的种差构成,并应当避免非固有的划分与多余的重言赘述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.37#2

εἰ δὲ ἡ ὕλη καὶ τὸ εἶδος αὐτοφυῶς ἕν εἰσιν, ἔστι δ’ ὁ λόγος καὶ ὁ ὁρισμὸς γένος καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, δῆλον ἄρα ἡμῖν ἐστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστι καὶ οὐ πολλά. οὕτως δὴ τὴν ἀπορίαν λύσας, καὶ ὡς συμπέρασμα, ὡς οἶμαι, τῆς λύσεως ἐπαγαγὼν τὸ φανερὸν ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος, ὡς εἰ ἔλεγεν ὅτι φανερὸν ἔστιν ὅπως τὸ ζῷον πεζὸν δίπουν ἕν ἐστιν, ὅτι γένος ἐστὶ καὶ διαφορὰ ἤτοι ὕλη καὶ εἶδος, τρέπεται καὶ ἐπὶ τὴν διδασκαλίαν1 τοῦ ὅπως δεῖ τὰς τῶν γενῶν καὶ διαφορῶν ποιεῖσθαι διαιρέσεις, λέγων καὶ δεῖ διαιρεῖσθαι τὴν τῆς διαφορᾶς διαφοράν, ἴσον λέγων τῷ ὅτι εἰ μέλλοιμεν μετὰ τοῦ πρώτου γένους καὶ τῆς τελευταίας διαφορᾶς τοὺς ὅρους ποιεῖσθαι, δεῖ διαιρεῖν τὰς διαφορὰς εἰς τὰς οἰκείας αὐτῶν διαφοράς, ᾗ διαφοραί εἰσιν. οἷον εἰ τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ζῷον ὑπόπουν δεῖ διαιρεῖν εἰς τὴν οἰκείαν διαφοράν, ᾗ ὑπόπουν ἐστί, καὶ μὴ λέγειν ὡς τοῦ ὑπόποδος τὸ μὲν πτερωτόν ἐστι τὸ δὲ ἄπτερον, εἰ μέλλομεν καλῶς διαιρεῖν· οὐ γάρ εἰσι τοῦ ὑπόποδος αὗται διαφοραί. ἀλλὰ δεῖ διαιρεῖν αὐτὸ ᾗ ὑπόπουν ἐστὶ καὶ λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι σχιζόπουν τὸ δὲ ἀσχιστόπουν· αὗται γάρ εἰσιν αἱ ποδὸς διαφοραί· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστιν, ὡς καὶ τὸ λογικὸν ζῷον ζῷόν τι. ὅμως διὰ τὸ ἀδυνατεῖν ἐνίους καὶ μὴ δυναμένους συνορᾶν2 τὰς ἑκάστου διαφοράς, ποιοῦσι τοῦτο, λέγω δὴ τὸ διαιρεῖν αὐτὰ εἰς τὰς μὴ οἰκείας. δεῖ δὴ τὸ ὑπόπουν, κἂν εἴ τι ἄλλο ἐστί, διαιρεῖν εἰς τὰς οἰκείας, μέχρις ἂν ἔλθῃ εἰς τινα ἀδιάφορα, ἅπερ μηκέτι δύναται τέμνεσθαι εἰς ἑτέρας διαφοράς. καὶ τότε ἔσονται τοσαῦτα εἴδη ποδὸς ὅσαιπερ αἱ τελευταῖαι διαφοραὶ τοῦ ὑπόποδος καὶ μὴ τεμνόμεναι εἰς ἄλλας. εἰ γάρ, ὡς πολλάκις εἴρηται, τὸ γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, δῆλον ὅτι ὅσαι αἱ τελευταῖαι διαφοραὶ τυγχάνουσι, καὶ τὰ ὑπόποδα ζῷα ἴσα ἔσται αὐταῖς· καὶ εἰ ταῦτα οὕτως ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορά ἐστιν ἡ τοῦ πράγματος οὐσία καὶ ὁ ὁρισμός, καὶ ταύτην μόνην χρὴ καὶ τὸ γένος εἰς τοὺς ὁρισμοὺς παραλαμβάνειν, εἰ μὴ μέλλοιμεν τὸ αὐτὸ πλεονάκις λέγειν καὶ ἀδολεσχεῖν. εἰ γὰρ τὰ μερικώτερα συνεισφέρει τὰ καθολικώτερα καὶ ταῦτα τοῖς μερικωτέροις ἕπεται, ὁ εἰπὼν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ λογικὸν καὶ θνητὸν λέγει,3 ὥσπερ ὁ εἰπὼν ἄνθρωπον καὶ ζῷον· εἰ δὲ τοῦτο, οὐ χρὴ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· συμβαίνει γὰρ λέγειν ὅτι ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λογικὸν θνητόν. καὶ πάλιν εἴ τις ὁριζόμενος λέγει ζῷον ὑπόπουν δίπουν, ἐπειδὴ ἔνεστιν ἐν τῷ δίποδι τὸ ὑπόπουν, ἔδει εἰπεῖν μόνον ζῷον δίπουν· προσθεὶς δὲ καὶ τὸ ὑπόπουν οὐκ ἄλλο τι ἔφησεν ἢ ζῷον πόδας ἔχον δύο πόδας ἔχον. ἀλλὰ κἂν τὸ δίπουν διέλῃς, εἰς τὸ σχιζόπουν φέρε καὶ ἄσχιστον, καὶ ἐρεῖς ζῷον ὑπόπουν δίπουν σχιζόπουν, τοῦτο λέγεις ὅτι ζῷον πόδας ἔχον, δύο πόδας ἔχον, σχιστοὺς πόδας ἔχον· καὶ ὁσάκις ἂν τὴν διαφορὰν τῶν διαφορῶν ἐρεῖ, τοσαυτάκις συμβαίνει καὶ ὑπόπουν λέγειν καὶ δίπουν καὶ τὰ λοιπά.

而如果质料与形式在本性上是一,且表述即定义乃是属与种差,亦即质料与形式,那么显而易见,对我们而言,“两足的陆行动物”是如何成其为一而非多数的。由此解决了该疑难之后,并如我认为的那样,作为该解决的结论引出了“显而易见,定义便是由种差构成的表述”——这正如他在说,显而易见“两足的陆行动物”如何成其为一,因为它是属与种差,亦即质料与形式——他进而也转向关于应当如何进行属与种差的划分的教导,说“且必须划分种差的种差”,这等同于说:如果我们打算用最初的属与最后的种差来作成定义,就必须将种差按其作为种差而言划分为它们固有的种差。例如,如果动物被划分为“有足的”与“无足的”,就必须将有足动物按其作为有足的而言划分为其固有的种差,而不能说在有足者中一部分是“有翼的”另一部分是“无翼的”,如果我们想要正确划分的话;因为这些并不是有足者的种差。相反,必须按其作为有足的而言来划分它,并说在有足者中一部分是“分蹄(裂足)的”,另一部分是“不分蹄(单蹄)的”;因为这些才是足的种差;因为分蹄乃是足的某种性质,正如理性动物也是某种动物一样。然而,由于某些人无能且无法洞察每一事物的种差,他们便这样做了,我指的是将它们划分为非固有的种差。因此,必须将有足者——以及任何其他事物——划分为固有的种差,直到达到某些无差别者,即不能再被切分为其他种差者为止。那时,足的形式的数量便将等同于有足者的最后的、不再被切分为其他种差的种差的数量。因为如果如屡次所说的那样,属连同最后的种差就是形式,那么显然,最后的种差有多少,有足动物也就与它们数量相等;而如果情况确实如此,显而易见,最后的种差就是该事物的实体与定义,且只要我们不打算屡次重复相同的事物并胡言乱语,就应当在定义中仅采纳这最后的种差与属。因为如果较特殊的成分蕴含着较普遍的成分,而后者跟随于较特殊者,那么说了“能接受理智与科学知识者”的人,也就说了“理性的”和“会死的”,正如说了“人”的人也就说了“动物”一样;如果这是这样,就不应当说“人是能接受理智与科学知识的会死的理性动物”;因为这就成了在说“人是能接受理智与科学知识、且会死而理性的会死的理性动物”。再者,如果有人在定义时说“两足的有足动物”,既然“有足”已包含在“两足”之中,他就本应当只说“两足动物”;但他既然还加上了“有足”,他所说的无非是“有足的、有两足的动物”。然而即便你将“两足”进一步划分——假定划分为“分蹄”与“不分蹄”——并说“分蹄的两足有足动物”,你所说的也就是:“有足的、有两足的、有裂开之足的动物”;而且一个人每次说出种差的种差,就会相应地每次都说出了“有足”、“两足”及其余者。

语法注3 条
  1. 7.37οὕτως δὴ τὴν ἀπορίαν λύσας... τρέπεται καὶ ἐπὶ τὴν διδασκαλίαν

    整个长句的骨干是由分词短语 οὕτως δὴ τὴν ἀπορίαν λύσας(如此解决了该疑难)与 καὶ ... ἐπαγαγὼν τὸ φανερὸν ὅτι...(并引出了……)引导至主动词 τρέπεται([他]转向)。插入的 ὡς εἰ ἔλεγεν ὅτι... 是亚历山大对前述结论的释义性说明。

  2. 7.37διὰ τὸ ἀδυνατεῖν ἐνίους καὶ μὴ δυναμένους συνορᾶν

    介词 διά 后接带有定冠词的不定式 τὸ ἀδυνατεῖν 及其宾格逻辑主语 ἐνίους,随后以并列连词连接了同格的宾格分词短语 καὶ μὴ δυναμένους συνορᾶν。虽然出现了不定式与分词的混合并列,但两者整体构成表示原因的状语从句。

  3. 7.37ὁ εἰπὼν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ λογικὸν καὶ θνητὸν λέγει

    主语为带定冠词的分词短语 ὁ εἰπὼν [τὸ] νοῦ καὶ ἐπιστήμης δεκτικόν(说了“能接受理智与科学知识者”的人),主动词 λέγει 的宾语则是 καὶ λογικὸν καὶ θνητόν(也说了“理性的”和“会死的”)。后文 ὥσπερ ὁ εἰπὼν ἄνθρωπον καὶ ζῷον(正如说了“人”的人[也说了]“动物”一样)的并列结构印证了谓语部分的第一个 καί 具有递进/强调(“也”)的功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:521.7-522.9