← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§520.1-521.7

通过划分的定义与最初属及最后种差

针对亚里士多德转入对通过划分所作定义的考察,亚历山大阐述了如何通过将属视为质料、最后种差视为形式来解决定义的单一性疑难,并结合声音与动物的实例加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.37#1

" Δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν." Θεὶς τὴν ἀπορίαν τρέπεται ἐπὶ τὴν λύσιν. λέγει οὖν ὡς δεῖ δὲ σκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, τουτέστιν ὅπως οἱ ἐκ διαιρέσεως ὁρισμοὶ γίνονται. οὐδὲν γάρ, φησίν, ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον λεγόμενον γένος καὶ ἡ διαφορά. δεῖ δὲ προσυπακούειν τοῦ τελευταία,1 ἵνα ᾖ λέγων ὅτι ἐν τῷ ὁρισμῷ ἤτοι ὁ ὁρισμὸς καὶ ἔτι τὸ ὑπ’ αὐτοῦ δηλούμενον εἶδος οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ πρῶτον γένος καὶ ἡ τελευταία διαφορά. οἷον ὁ ὡς εἶδος ἄνθρωπος τὸ ζῷόν ἐστι καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὰ δ’ ἄλλα τὰ τῷ ζῴῳ ἐχόμενα (ἔστι δὲ ταῦτα τὸ λογικὸν ζῷον καὶ τὸ θνητόν), γένη εἰσίν. εἰ δὲ τὰ γένη ὕλη εἰσὶν ἢ ἀνάλογόν γε ὕλῃ, τὸ μὲν ζῷον λογικὸν θνητὸν εἰσὶν ὕλη καὶ γένος,2 τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος. καὶ ὅρα ὅπως διὰ τούτων αἰνιγματωδῶς τὴν τῆς ἀπορίας εἴρηκε λύσιν. εἰ γὰρ ἡ ὕλη καὶ τὸ εἶδος, ὅτε εἰσίν, ὑφ’ αὑτῶν πεφύκασιν ἑνοῦσθαι καὶ ἓν γίνεσθαι, ἔστι δὲ ὕλη μὲν τὸ ζῷον λογικὸν θνητὸν καὶ γένος, εἶδος δὲ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, δῆλόν ἐστιν ὅπως ἕν ἐστι τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ οὐ πολλά. καὶ ὅρα τὴν τοῦ Ἀριστοτέλους ἀγχίνοιαν, ὅπως ἐν ταὐτῷ καὶ τὴν λύσιν ἡμῖν τῆς ἀπορίας σκιωδῶς ἐμφαίνει καὶ τὴν διαίρεσιν τῶν γενῶν καὶ διαφορῶν ὅπως χρὴ ποιεῖσθαι ἀπαγγέλλει καὶ θαυμαστῶς ἀνακαλύπτει. εἰπὼν3 δὲ ὅτι τὸ εἶδος οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ τὸ πρῶτον γένος (πρῶτον γένος λέγων τὸ ζῷον, ἔστω γὰρ ἐπὶ τούτου ὁ λόγος, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ λογικοῦ ζῴου καὶ τοῦ λογικοῦ καὶ θνητοῦ ζῴου· καὶ ταῦτα γὰρ γένη ἐστὶν ἀλλ’ ἐχόμενα καὶ μετὰ τὸ πρῶτον), τοῦτο δὴ εἰπὼν ἐπὶ παραδείγματος σαφηνίζει τὸ λεγόμενον, οἷον τὸ πρῶτον γένος ἐστὶ τὸ ζῷον, τὸ δ’ ἐχόμενον καὶ ὡς εἰπεῖν μετὰ τοῦτο τὸ ζῷον δίπουν, τὸ δ’ ἔτι μετὰ ταῦτά ἐστι τὸ ζῷον δίπουν ἄπτερον· εἰπὼν δὲ τὰ τρία τὸ πεζὸν καὶ δίπουν καὶ ἄπτερον λέγει ὁμοίως δὲ κἂν διὰ πλειόνων κἂν δι’ ἐλαττόνων λέγηται, ἢ καὶ ὅλως διὰ δυοῖν· τουτέστιν εἰ μὲν εἰσι πλείονα τὰ λεγόμενα, τὸ πρῶτον γένος μετὰ τῆς τελευταίας διαφορᾶς ἐστι τὸ εἶδος, εἰ δὲ δύο, καὶ οὕτω τὸ μὲν ἔσται γένος τὸ δὲ διαφορὰ καὶ εἶδος· οἷον εἰ ἔστι τὸ ζῷον δίπουν, τὸ μὲν ζῷον ἔσται γένος, τὸ δὲ δίπουν διαφορὰ καὶ ὅλως εἶδος. ταῦτα εἰπὼν ἐπαναλαμβάνει τὸν λόγον καί φησιν εἰ οὖν τὸ γένος ἁπλῶς μή ἐστι παρὰ τὰ ὡς γένους εἴδη (τουτέστιν εἰ τὸ ζῷον μή ἐστι παρὰ τὰ εἴδη αὐτοῦ αὐτὸ καθ’ αὑτὸ καὶ χωριστόν, ὡς οἱ τὰς ἰδέας τιθέμενοι ἔλεγον, ἀλλ’ ἐν αὐτοῖς ἐστιν, ὡς οὗτος καὶ ἡ ἀλήθεια βούλεται), ἢ κἂν χωριστόν ἐστιν, ὅμως ὡς ὕλη ἐστίν (καὶ σαφηνίζει αὐτὸ ἐπὶ παραδείγματος, ὅπως ὡς ὕλη τὸ γένος ἔστιν· ἡ μὲν γὰρ φωνὴ γένος ἐστὶ καὶ ὕλη, αἱ δὲ διαφοραὶ μετ’ αὐτῆς εἰσι τὰ εἴδη, εἴδη δὲ φωνῆς τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ τὰ στοιχεῖα, τό τε ἄλφα καὶ βῆτα καὶ τὰ ἑξῆς· καὶ γὰρ καὶ αὐτὰ εἴδη εἰσὶ τῆς φωνῆς ὡς ἐξ ὕλης αὐτῆς καὶ διαφορᾶς ὄντα· κατὰ διαφορὰς γάρ τινας καὶ αὐτὰ ἐκφωνεῖται), εἰ δὴ τὸ γένος ὡς ὕλη ἐστίν, εἶδος δὲ ἡ διαφορά, φανερὸν ἄρα ὅτι ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν διαφορῶν λόγος.

“首先必须考察依照划分所作的定义。” 提出疑难之后,他转向其解决方案。因此他说“首先必须考察依照划分所作的定义”,也就是说,由划分而来的定义是如何生成的。因为他说,“在定义中除开所谓最初的属与种差之外,别无他物”。但必须补充理解“最后的”这一词,以便他的意思成为:在定义中的事物,或者说定义乃至由其表明的形式,不是别的,正是最初的属与最后的种差。例如,作为形式的人是“动物”和“能接受理智与科学知识者”,而紧接着动物的其他成分(即“理性动物”和“会死的”)则是属。如果诸属是质料,或至少类比于质料,那么“会死的理性动物”就是质料和属,而“能接受理智与科学知识者”则是形式。且看他是如何通过这些话,隐晦地道出了疑难的解决方案!因为如果质料与形式在存在时,生来就能凭自身合一并成其为一,且“会死的理性动物”是质料与属,而“能接受理智与科学知识者”是形式,那么显而易见,“能接受理智与科学知识的会死的理性动物”与“两足的陆行动物”是如何成其为一而非多数的。且看亚里士多德的敏锐,他是如何在同一处既向我们隐约示意了疑难的解决方案,又传达并奇妙地揭示了应当如何进行属与种差的划分!在说了形式不是别的正是最初的属之后(他说“最初的属”指的是动物——且以此为例展开论述——这是为了与理性动物以及会死的理性动物相对照;因为这些也是属,但紧接着最初的属并在其后),在确实说了这话之后,他通过例子澄清了所说的内容:例如最初的属是“动物”,紧接着它且可以说是继它之后的属是“两足动物”,而在这些之后的则是“无翼两足动物”。在说了“陆行的”、“两足的”与“无翼的”这三者之后,他说:“无论通过较多者表述,还是通过较少者表述,抑或全然通过两者表述,情况皆相同。”也就是说,如果所表述的成分较多,最初的属连同最后的种差便是形式;如果是两项,同样其中之一将是属,另一项则是种差与形式;例如若是“两足动物”,“动物”将是属,而“两足”将是种差并总体上是形式。说了这些之后,他重述其论点并说:如果属并非单纯脱离作为属的诸种而存在(也就是说,如果动物并非像设立理念的人们所说的那样,脱离其种自身独立且分离地存在,而是如他与真理所要求的那样存在于它们之中),或者即便它是分离的,也仍是作为质料而存在(他通过例子阐明属如何作为质料而存在:因为声音是属和质料,而与其相伴的种差则是形式,声音的形式是名词、动词与字母,即阿尔法、贝塔以及其余者;因为这些也是声音的形式,乃是由作为质料的声音本身与种差构成的;因为它们也是按照某些种差被发声出来的),如果属确实是作为质料,而种差是形式,那么显而易见,定义便是由种差构成的表述。

语法注3 条
  1. 7.37δεῖ δὲ προσυπακούειν τοῦ τελευταία

    动词 προσυπακούειν(补充理解、默会)支配属格补足语。此处的属格中性定冠词 τοῦ 统摄引语 τελευταία,意为“补充理解‘最后的’一词”。

  2. 7.37τὸ μὲν ζῷον λογικὸν θνητὸν εἰσὶν ὕλη καὶ γένος

    句子的语法主语是由中性单数冠词引导的概念短语 τὸ ζῷον λογικὸν θνητόν,但谓语动词采用了复数形式 εἰσίν,这是由于受到两个谓词名词 ὕλη καὶ γένος 的牵引,或是受到短语所包含的多个成分的意念影响(意义一致/牵引现象)。

  3. 7.37εἰπὼν δὲ ὅτι τὸ εἶδος οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ἢ τὸ πρῶτον γένος ... τοῦτο δὴ εἰπὼν

    在分词 εἰπὼν 引导的从句之后插入了较长的括号说明(πρῶτον γένος λέγων ... μετὰ τὸ πρῶτον),因此在插入成分之后使用了 τοῦτο δὴ εἰπὼν 进行重述(复取),从而顺利衔接至主句动词 σαφηνίζει(照应性分词结构)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:520.1-521.7