- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:519.1-519.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德为确立定义的单一性所作的论述,阐明该疑难是通过质料与形式的本性合一、即属与先前种差充当质料而最后种差充当形式这一《论证篇》的结构得以化解的。
ἵνα δὲ μή τις εἴπῃ ὅτι ‘ἀλλ’ οὐκ ἔσται τὸ ζῷον καὶ πεζὸν καὶ δίπουν ἕν’, ἐπήγαγε τὸ δεῖ δέ γε ἓν εἶναι1 ὅσα ἐν τῷ ὁρισμῷ. ὁ γὰρ ὁρισμὸς λόγος τίς ἐστιν εἷς καὶ μιᾶς οὐσίας. εἰ δὲ ἧς ὁ ὁρισμός ἐστιν ἕν τί ἐστι καὶ τόδε τι σημαίνει, ὥσπερ λέγομεν (τὸ γὰρ τί ἦν εἶναι καὶ ἡ συγκατατεταγμένη φύσις ἑκάστοις, ἧς ἐστιν ὁ ὁρισμός, τόδε τί ἐστι καὶ ἕν), εἰ δὲ τοῦτο, καὶ ὁ λόγος αὐτῆς εἷς ἐστιν ἀλλ’ εἰ τοῦτο, δεῖ καὶ τὰ ἐν τῷ λόγῳ ἓν εἶναι. ἀλλὰ δεῖ πάλιν μικρὸν τι παρεκβάντας ὑπομνῆσαι ἡμᾶς περὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ καθόλου εἴδους. ἰστέον δὴ ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ εἶδος ταὐτόν ἐστι, πλὴν οὐχ ὡς νοεῖται καὶ ἔστιν,2 ἀλλὰ νοεῖται μὲν ἄλλο τι παρὰ τὰ ὑπ’ αὐτὸ ἄτομα, ἐν αὐτοῖς δέ ἐστι κατατεταγμένον καὶ οὐδέποτε χωρὶς αὐτῶν ἐστιν, ἢ ὅλως χωρὶς ὕλης ὁ δὲ ὁρισμός ἐστιν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τοῦ εἴδους. καὶ περὶ μὲν τούτων ταῦτα προυπομνησθῆναι ἡμᾶς χρή αὐτὸς δὲ οὑτωσὶ τὴν ἀπορίαν θεὶς καὶ τὴν λύσιν ἀσαφῶς καὶ λίαν μεμελανωμένως ἐπαγαγών, διὰ τὸ καὶ ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς ταύτην λελυκέναι,3 μετὰ πολλὰ καὶ ἐνταῦθα σαφῶς λύσας οὐ δοκεῖ λελυκέναι. ὅμως ὅπως καὶ ἐνταῦθα ταύτην λύει, κἂν μὴ δοκῇ, τὴν λέξιν ἐπερχόμενοι λέξομεν. οὐδὲν δὲ ἴσως χεῖρόν ἐστι καὶ νῦν διὰ βραχέος ὑπομνῆσαι τὴν ταύτης λύσιν ἴσμεν γὰρ ὡς οὐδεὶς εὖ ἔχων ζητήσειε διὰ τί ἕν ἐστιν ὅ τε χαλκὸς καὶ ἡ περὶ αὐτὸν σφαῖρα ἡ γὰρ ἐν τῷ χαλκῷ σφαῖρα οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἢ στρογγύλος χαλκός, καὶ ἔστιν ὁ μὲν χαλκὸς ὡς ὕλη, τὸ δὲ στρογγύλον ὡς εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι μηδενὸς συνεχίζοντος αὐτά τοῦτο γάρ ἐστι τῇ ὕλῃ τὸ ὕλῃ εἶναι καὶ τῷ εἴδει τὸ εἴδει, ἵνα ὅταν ᾖ ἡ ὕλη καὶ τὸ εἶδος, ὃ πέφυκε δέχεσθαι, εὐθὺς ἑνοῦσθαί τε ᾖ καὶ ἓν εἶναι. ὡς οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν, λέγω δὴ γένους καὶ διαφορῶν εἴρηκε γὰρ ἐν τῇ Ἀποδεικτικῇ, εἴ τι μέμνημαι, ὅτι πᾶσαι αἱ πρὸ τῆς τελευταίας διαφορᾶς διαφοραὶ μετὰ τοῦ γένους ὕλῃ ἀναλογοῦσιν, εἶδος δέ ἐστιν ἡ τελευταία διαφορά, οἷον τὸ ζῷον λογικὸν ὕλη ἐστὶ τοῦ ἀνθρωπείου εἴδους, ὁμοίως καὶ τὸ ζῷον λογικὸν θνητόν, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸ εἶδος ὥστε ἐπειδὴ τὸ ζῷον λογικὸν θνητὸν ὕλη ἐστί, τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν εἶδος, πέφυκε δὲ τὸ εἶδος καὶ ἡ ὕλη ἓν εἶναι, διὰ τοῦτο ταῦτα ἕν εἰσιν. ὅτι δὲ ἡ τελευταία διαφορά ἐστι τὸ εἶδος, τὰ δὲ πρὸ αὐτῆς ὕλη, καὶ αὐτὸς μετ’ ὀλίγον ἐρεῖ. παραπλησίως δὲ τούτοις καὶ τὸ μὲν ζῷον πεζὸν ὕλη ἐστί, τὸ δὲ δίπουν εἶδος. ἀλλ’ ἡ μὲν λύσις, ἥν, ὡς εἴπομεν, ἐπάξει μέν, οὐ δοκεῖ δέ, αὕτη ἐστίν. ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον.
但为了不使人说‘然而动物、陆行的与两足的并不会是一’,他补充说‘但是在定义中的事物必须是一’。因为定义是某种单一的表述,且是单一实体的表述。如果定义所属的对象是某种一物且如我们所说指称‘某个这’(因为在各事物中,定义所属的本质存在与相配整序的本性是‘某个这’且是一),如果这是这样,它的表述也是单一的;但如果这是这样,表述中的诸成分也必须是一。然而我们必须再次稍微离题,提醒我们自己关于本质存在和普遍形式的事情。应当知晓的是,本质存在与形式是同一的,只是在其被思想的样态与其实存的样态上有所不同;也就是说,它被思想为不同于其下属的个体之物,但它是被整序在它们之中的,绝不能脱离它们而存在,或全然不能脱离质料而存在;而定义是本质存在与形式的表述。关于这些,我们应当预先得到这些提醒。然而,他虽然以这种方式提出了疑难,却由于在《论灵魂》第二卷中也曾解决过它,在此以模糊且极其晦涩的方式引出其解决方案,以致在繁多的论述之后,尽管在此也给出了清晰的解决,却显得并未解决。不过,即使他显得并未解决,他在何种意义上也在此解决了它,我们将在研读本文时予以道明。而现在简略地提醒一下此问题的解决方案,或许也毫无坏处。因为我们知道,心智健全的人绝不会探究青铜与其周围的球体为何是一。因为青铜之中的球体不是别的,正是圆的青铜,青铜作为质料,圆则作为形式,而形式与质料生来无需任何使它们连续的事物便成其为一。因为质料作为质料的存在,以及形式作为形式的存在,正是这件事情:即每当质料与〔质料〕生来接受的形式存在时,便随即发生合一且成其为一。因此,正如在这些事例中一样,在自然事物中,即我说的是在属与种差中也是如此。因为如果我没记错的话,他在《论证篇》中说过,最后种差之前的所有种差与属一起类比于质料,而最后种差则是形式;例如,‘理性动物’是人类形式的质料,同样‘会死的理性动物’也是,而‘能接受理智与科学知识者’则是形式;因此,既然‘会死的理性动物’是质料,而‘能接受理智与科学知识者’是形式,且形式与质料生来就是一,由于这个缘故,这些便是一。至于最后的种差是形式,而它之前的诸项是质料,他自己稍后也会论及。与这些相似,‘陆行动物’是质料,而‘两足’则是形式。正如我们所说,虽然他将提出、却显得并未提出的解决方案,正是这个。但我们必须进而讨论接下来的内容。
- 7.36ἵνα ὅταν ᾖ ἡ ὕλη καὶ τὸ εἶδος, ὃ πέφυκε δέχεσθαι, εὐθὺς ἑνοῦσθαί τε ᾖ καὶ ἓν εἶναι.
关系代词 ὃ 引导的定语从句 ὃ πέφυκε δέχεσθαι 中,ὃ 的先行词是 εἶδος,作 δέχεσθαι 的受词(而隐含的质料为主语,即“质料生来接受的形式”)。在 εὐθὺς ἑνοῦσθαί τε ᾖ 中,ᾖ 与不定词 ἑνοῦσθαι 和 εἶναι 连用,表存在或“随即发生合一且成为一”。
- 7.36πλὴν οὐχ ὡς νοεῖται καὶ ἔστιν
根据紧随其后的对照句 ἀλλὰ νοεῖται μὲν ... ἐν αὐτοῖς δέ ἐστιν,此处 ὡς 用作方式副词(“按照……的方式”)。它构成了对本质存在与形式同一性的限定:二者是同一的,但就其被思想的方式与其实存的方式而言并非相同(形式虽被思想为有别于个体,但实存中却内在于个体与质料之中)。
- 7.36αὐτὸς δὲ οὑτωσὶ τὴν ἀπορίαν θεὶς καὶ τὴν λύσιν ἀσαφῶς καὶ λίαν μεμελανωμένως ἐπαγαγών, διὰ τὸ καὶ ἐν τῷ δευτέρῳ τῶν Περὶ ψυχῆς ταύτην λελυκέναι, μετὰ πολλὰ καὶ ἐνταῦθα σαφῶς λύσας οὐ δοκεῖ λελυκέναι.
主句的主干为 αὐτὸς δὲ ... οὐ δοκεῖ λελυκέναι(但他自身……显得并未解决)。主语 αὐτός 由表示先后或伴随的分词 θεὶς 与 ἐπαγαγών 修饰,中间插入因果介词短语 διὰ τὸ ... λελυκέναι,后接让步分词 λύσας(“尽管在繁多论述之后在此也清晰地解决了”),构成多重修饰的句式。
