← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§49.16-51.25

柏拉图理念论的起源与事物的分有

亚历山大注解了亚里士多德在《形而上学》A卷第6章(987a27–987b9)中关于柏拉图理念论起源的论述。他梳理了柏拉图如何结合克拉底鲁的流变说与苏格拉底对普遍定义的探求而确立理念,并对可感多数事物凭借“分有”而存在且与形式“同名同义”这一文句的句法及哲学意涵作了多角度的阐析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Παρὰ μὲν οὖν τῶν πρότερον καὶ τῶν ἄλλων." Τουτέστι καὶ τῶν ἄλλων πάντων τῶν μετ’ ἐκείνους.

“因此从在先者与其他人那里。” 也就是:也从他们之后的一切其他人那里。

§1.46

Ἑξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν, καὶ τὰ μὲν πολλά φησι τοῖς Πυθαγορικοῖς αὐτὸν ἀκολουθῆσαι, τὰ δὲ καὶ ἰδίᾳ θέσθαι· ὧν ἰδίων ἓν ἦν αὐτοῦ καὶ τὸ περὶ τῶν ἰδεῶν. καὶ λέγει πόθεν ἐκινήθη ἐπὶ τὸ ἰδέας θέσθαι, καὶ ἱστορεῖ ὅτι παρὰ μὲν Κρατύλου ἔλαβε, συνήθης αὐτῷ γενόμενος ὄντι Ἡρακλειτείῳ, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ἐστὶ καὶ οὐδέποτε ἵσταται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς πεπραγματευμένου καὶ τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων), καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου — λέγει δὲ περὶ Σωκράτους ὡς μὴ πραγματευσαμένου περὶ τῶν φυσικῶν πῶς δὲ λέγει Σωκράτην πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ταὐτὸν ἐπειρῶντο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως — ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμούς τε καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε1 τούτους ἑτέρων τινῶν γίγνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος, οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου, τῷ ταῦτα καὶ τὰ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν διὸ καὶ ἀδύνατον εἶναι τὸν κοινὸν καὶ καθόλου ὅρον (τοιοὗτοι γὰρ οἱ ὁρισμοὶ) τῶν αἰσθητῶν τινος εἶναι, διὰ τὸ ταῦτα μηδὲ ὁριστὰ εἶναι τῷ μηδὲ εἶναι ταῦτα. καὶ ταύτας δὲ τὰς φύσεις τὰς παρὰ τὰ αἰσθητά, ὧν οἱ ὁρισμοί εἰσιν, ἰδέας προσηγόρευσεν, ἀφ’ ὧν καὶ τὰ αἰσθητὰ εἶναί τε καὶ λέγεσθαι.

接着他陈述了柏拉图的见解,并说他在多数方面追随毕达哥拉斯派,但有些观点则是他自己确立的;这些独特的观点之一便是关于理念的学说。他说明了是什么促使他设立理念,并叙述道:由于柏拉图与身为赫拉克利特派的克拉底鲁结识,他从克拉底鲁那里接受了所有可感事物都在流变之中且从不停息这一观点,并把这一见解当作真实的予以坚守。而苏格拉底则致力于伦理学问题并寻求普遍(因为在讨论美或别的事物时,他寻求的是普遍而言美是什么,而不是选取这某一个别的美),并且总是尝试界定所提出的话题——他说到苏格拉底并没有致力于自然哲学问题;然而既然正如他先前所说,毕达哥拉斯学派的人作为比苏格拉底更早的前辈也尝试做过同样的事情,他又怎能说苏格拉底是首先关注定义的人呢?抑或是因为如他所说,那些人的做法是软弱且缺乏方法的?——因此,柏拉图赞同了苏格拉底关于定义和普遍的探究,便认定这些定义所关涉并且属于的是另一些本性,而不是任何可感事物,也不是这些事物之上的普遍,因为这些事物以及在它们之中的一切(普遍也在其中)始终在流变和转化,从不保持在同一本性上;因此,共通且普遍的定义(因为定义就是这样的)也不可能是属于任何可感事物的,因为这些事物由于根本没有真实的存在,甚至都不是可被定义的。而对于可感事物之外、作为定义所属对象的这些本性,他称之为理念,可感事物也是由它们而存在并被述说的。

§1.47

"Κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν.2" Εἰπὼν τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα καὶ κατὰ ταῦτα λέγεσθαι πάντα (παρὰ ταῦτα γὰρ ὄντα καὶ ἄλλα τούτων ὄντα κατὰ ταῦτα λέγεσθαι, ὃ ἐξηγήσατο διὰ τοῦ κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ πολλὰ τῶν αἰσθητῶν) εἶτα τίνα τὰ πολλὰ ἐξηγούμενος προστέθεικε τὸ τῶν συνωνύμων τοῖς εἴδεσιν, ὃ ἴσον ἂν εἴη τοῖς συνωνύμοις αὐτοῖς εἴδεσι τὰ γὰρ συνώνυμα τοῖς εἴδεσι τοιαῦτα. τοῦτο δὲ εἶπεν ὅτι μὴ πάντων τῶν αἰσθητῶν ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τῶν ἐν τοῖς πρός τι οὐκ ἔθεντο εἶναι ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὐδ’ ὅλως τῶν κακῶν. ἢ εἴη ἂν λέγων τὰ πολλὰ ἀντὶ τοῦ τὰ αἰσθητά, ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν τὰ πολλά τε καὶ αἰσθητά ἐστι τῶν εἰδῶν τούτων οἷς ἐστι συνώνυμα· οἱ γὰρ ἄνθρωποι κατὰ μέθεξιν ἀνθρώπου καὶ ἵπποι ἵππου. ὡς εἶναι τὸ λεγόμενον, κατὰ μέθεξιν γὰρ τὸ εἶναι ἔχει τὰ αἰσθητά τε καὶ συνώνυμα τοῖς εἴδεσι, τὴν τῶν εἰδῶν. δύναται καὶ οὕτω τις ἀκούειν τῆς λέξεως, κατὰ μέθεξιν γὰρ τῶν εἰδῶν εἶναι τὰ πολλά, πολλὰ δὲ ταῦτα τὰ συνώνυμα ἀλλήλοις· τὰ γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις τὸ εἶναι ἔχει κατὰ μέθεξιν ἰδέας μιᾶς. οὐ γὰρ πάντα μιᾶς ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν ἀλλήλοις καὶ συνώνυμα. οὐ γὰρ ἂν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι, ἱστορῶν τὴν Πλάτωνος δόξαν, ὁμωνύμους ἐκείνου λέγοντος τὰς ἰδέας τοῖς γινομένοις πρὸς αὐτάς. ἢ καὶ κατὰ Πλάτωνα οὐχ ὁμώνυμοι ἂν εἶεν αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἂν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ἄλλο ὑπάρχει, οὐδέ τι αὐταῖς συμβέβηκε. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα· εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, δῆλον ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἂν ὡμοίωται· ἀλλὰ μὴν καὶ οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος ὅμοιοί εἰσιν οἱ ἄνθρωποι τῇ ἰδέᾳ οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἂν αὐτῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη, διότι εἰ καὶ μὴ ὁριστὰ ταῦτα ἀλλὰ τὰ εἴδη, ἀλλ’ οἵ γε ὁρισμοὶ ἐκείνων καὶ ἐπὶ τούτων λέγονται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν καὶ κατὰ τῶν αἰσθητῶν ἀνθρώπων κατηγορεῖται, εἰ καὶ μὴ κυρίως τούτων ἐστὶν ὁ ὁρισμός.

“因为与形式同名同义的多数事物是依据分有而存在的。” 在说过可感事物存在于这些之外并且全都依照这些被述说之后(因为它们存在于这些之外且与它们不同,却是依照它们被述说的,他通过“因为可感事物的多数通过分有而具有存在”解释了这一点),接着在解释多数事物是哪些时,他加上了“与形式同名同义的”,这当等同于“与形式自身同名同义”;因为与形式同名同义的事物正是如此。他说这话是因为他们并不主张所有可感事物都有理念;因为对于关系范畴中依附关系的那些事物,他们没有设定理念,对于反乎自然的事物没有设定,总括而言对于恶的事物也没有设定。抑或他可能是用“多数事物”来代替“可感事物”,从而所说的意思是:多数的可感事物是通过分有那些与它们同名同义的形式而存在的;因为人是分有人而存在,马是分有马而存在。这样,所说的意思便是:与形式同名同义的可感事物,是通过分有形式而具有存在的。人们也可以这样来理解文句:“因为多数事物是通过分有形式而存在的,而这些多数事物是彼此同名同义的”;因为彼此同名同义的多数事物是通过分有一个理念而具有存在的。因为并不是所有事物都分有一个理念,而只有彼此同种且同名同义的那些事物才分有。因为他在叙述柏拉图的见解时,不会说可感事物与理念是同名同义的,既然柏拉图说理念对于依照它们生成的事物是同名异义的。或者也可以说,依照柏拉图,理念对于依照它们的事物也不是同名异义而是同名同义的;因为在柏拉图使用“同名异义”这一名称的地方,他也许是更为宽泛地用它来指代“同名同义”。因为如果依照理念的事物不是在说明与形式上与理念相类似,还能依照别的什么而相似呢?因为那些理念并没有任何别的属性,也没有偶性属于它们。而在形式上相似的事物就是同名同义的;因为如果“人本身”是某种单纯的形式,显然与它相似的事物就当是在形式上相似的;然而定义也是依照形式的,哪怕是质料性事物的定义也是如此;从而如果人们在形式上与绝非别物的理念相似,那么他们的定义与理念的定义也就当是相同的,因为即使这些质料性事物不是可定义的而形式才是可定义的,但那些形式的定义也照样在这些事物上被述说;因为“有理性的会死的动物”也述说可感的人,即便这严格说来并不是属于他们的定义。

语法注2 条
  1. 1.46Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς πεπραγματευμένου καὶ τὸ καθόλου ζητοῦντος ... ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμούς τε καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε

    整个长句的骨干结构为:前半部分的属格独立结构(Σωκράτους ... πεπραγματευμένου καὶ ... ζητοῦντος ... καὶ ... πειρωμένου)以及关于苏格拉底与毕达哥拉斯派孰先孰后的插入疑问句(λέγει δὲ περὶ Σωκράτους ... μαλακῶς καὶ ἀμεθόδως),随后由带有承接小词 οὖν 的分词 ἀποδεξάμενος 承接并指引主语(柏拉图),最终落实于主句主动词 ὑπέλαβε(认定/设想)。分词 ἀποδεξάμενος 支配属格宾语 Σωκράτους 与宾格宾语 τὴν ... πραγματείαν,将前面的独立结构内容统摄回主句之中。

  2. 1.47Κατὰ μέθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν

    亚里士多德原文(Bekker 987b9)短语的句法解释。亚历山大提出了三种可能的构文分析:(1) 将 τῶν συνωνύμων 视为修饰/限定 τὰ πολλά 的实质化属格(“与形式同名同义的事物之中的多数”),借以排除那些没有理念的事物(关系范畴、反自然者、恶);(2) 将 τὰ πολλά 视作可感事物整体的代称,把属格短语理解为同格说明(“多数的可感事物,即与形式同名同义的那些事物”);(3) 将句式改读为 κατὰ μέθεξιν τῶν εἰδῶν(分有形式),而 τῶν συνωνύμων 则指“彼此同名同义的多数事物”,用以表明可感事物之间的同名同义性。后文进一步结合柏拉图对话录中将理念与事物称为“同名异义”这一术语矛盾,深入辨析了该短语的句法及哲学内涵。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:49.16-51.25