- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:518.1-519.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在《形而上学》卷7第12章(1037b8)中展开的定义的统一定义之疑难,亚历山大梳理了其与《后分析篇》论证的关联,并阐释了假定属分有种差所引发的困难及其让步反驳的逻辑结构。
" Νῦν δὲ λέγωμεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ἀναλυτικοῖς περὶ ὁρισμῶν μὴ εἴρηται." Εἰπὼν πρὸ ὀλίγου ὅτι “ἐπὶ δὲ τῶν ὁρισμῶν πῶς μέρη τὰ ἐν τῷ λόγῳ καὶ διὰ τί εἷς λόγος ὁρισμός (δῆλον γὰρ ὅτι τὸ πρᾶγμα ἕν, τὸ δὲ πρᾶγμα τινὶ ἕν, μέρη γε ἔχον) σκεπτέον ὕστερον,” νῦν περὶ τούτου τὴν ζήτησιν ποιεῖται, λέγων ὅτι ἐπειδὴ ἐν τοῖς ἀναλυτικοῖς (λέγει δὲ ἀναλυτικὰ τὸ Β τῶν Ὑστέρων ἀναλυτικῶν), ἐπειδὴ οὖν ἐν ἐκείνοις τὴν περὶ ὁρισμῶν ζήτησιν οὐ τελείαν πεποιήκαμεν, ὅπερ ἐν ἐκείνοις μὴ εἴρηται, νῦν λέγωμεν· ἡ γὰρ ἐν ἐκείνοις ἀξία ζητηθῆναι ἀπορία καὶ μὴ ζητηθεῖσα, εἰ νῦν λεχθείη, προύργου καὶ μέγα συντελέσει1 τοῖς περὶ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγοις. ἡ δὲ ἀπορία, φησίν, ἐστί, διὰ τί ποτε τὸ ὁριστόν, οὗ τὸν λόγον φαμὲν εἶναι ὁρισμόν, ἐκ πλειόνων ὂν ἕν ἐστιν ἀλλ’ οὐ πολλά. οἷον ἔστω, φησί, τοῦ ἀνθρώπου ὁρισμὸς τὸ ζῷον δίπουν· διὰ τί δὴ τὸ ζῷον δίπουν ἕν ἐστι καὶ οὐ δύο, καὶ τί τὸ ταῦτα ἑνοῦν καὶ ἓν αὐτὰ ποιοῦν; ὁ μὲν γὰρ ἄνθρωπος, φησί, καὶ τὸ λευκὸν πολλά ἐστιν ὅταν ᾖ κεχωρισμένα ἀπ’ ἀλλήλων καὶ μὴ ὑπάρχῃ τὸ λευκὸν ἐν τῷ ἀνθρώπῳ μηδὲ μετέχῃ αὐτοῦ ὁ ἄνθρωπος· ὅταν δὲ μετέχῃ τοῦ λευκοῦ καὶ ὑπάρχῃ ἐν αὐτῷ τὸ λευκόν καὶ πάθῃ τι καὶ ποιωθῇ ὑπ’ αὐτοῦ, τότε ἓν καὶ γίνεται καὶ ἔστιν ὁ λευκὸς ἄνθρωπος, οὐ καθ’ αὑτὸ δὲ ἀλλ’ ᾗ πεποίωται. ἐνταῦθα δ’ οὐ μετέχει τὸ ζῷον τοῦ δίποδος, ἵνα ᾖ τὸ ζῷον δίπουν ἕν. εἰ δὲ λέγοι τις μετέχειν αὐτοῦ, μεθέξει ἂν καὶ τοῦ πολύποδος καὶ ἔσονται ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ· ὁμοίως εἰ μετέχοι τὸ ζῷον τοῦ θνητοῦ, μετέχοι ἂν καὶ τοῦ ἀθανάτου, ὅπερ ἀδύνατον τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. αἱ γὰρ διαφοραὶ ἐναντίαι, αἷς τὸ γένος διαφέρει, τουτέστιν αἷς διαιρεῖται τὸ γένος. ἢ γένος ἐνταῦθα λέγοι ἂν τὸ εἶδος, καὶ εἴη ἂν λέγων ὅτι αἱ διαφοραί, αἷς τὰ εἴδη διαφέρει, ἐναντίαι εἰσίν. πολλαχοῦ δὲ αὐτῷ σύνηθες τὸ τὰ εἴδη γένη λέγειν. ἐνστὰς οὖν ὅτι τῶν διαφορῶν ἐναντίων οὐσῶν οὐ μετέχει τὰ γένη, λύει τοῦτο κατὰ ἀντιπαράστασιν,2 λέγων εἰ δὲ καὶ μετέχει, ὃ δὴ ἐλλιπῶς λίαν εἴρηται· ἐξ ὧν δὲ ἐπάγει τοῦτο, οἶμαι, βούλεται λέγειν.3 εἰ δέ τις φῇ ‘ἀλλ’ οὐ μετέχει τὸ γένος τῶν ἐναντίων διαφορῶν, ἀλλὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος καὶ τοῦ ἀπτέρου, ἅπερ οὔκ εἰσιν ἐναντία’, εἰ δὴ τούτων μετέχει, ὁ αὐτὸς πάλιν λόγος, εἴπερ αἱ διαφοραὶ πλείους, διὰ τί ταῦθ’ ἓν ἀλλ’ οὐ πολλά; εἰ γὰρ εἰκός ἐστι λέγειν ὅτι διὰ τὸ ἐνυπάρχειν τῷ γένει εἰσὶν ἕν, συμβήσεται τῷ λόγῳ τούτῳ πᾶν τὸ ἓν ᾧ ὑπάρχει τινὰ μετὰ τῶν ἐνυπαρχόντων αὐτῷ εἶναι ἕν, καὶ ἔσται ὁ οἶνος καὶ ὁ ἀμφορεὺς ἕν, καὶ ὁ μέδιμνος καὶ οἱ πυροί. οὐ μόνον δὲ τοῦτο, ἀλλ’ εἴπερ ἕν ἐστι τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ ἄπτερον, διὰ τὸ ἐνυπάρχειν αὐτὰ τῷ ζῴῳ, ἔσται τὸ ζῷον ἓν καὶ μετὰ πάντων τῶν ἄλλων διαφορῶν, καὶ οὕτως ἔσται πάντα ἕν.
“现在让我们首先在《分析篇》中尚未论及定义的范围内进行讨论。” 在不久前说过“至于在定义中,表述中的诸部分如何是其部分,以及定义为何是一条表述(因为显而易见,事物是一,而具有部分的事物因某物而成其为一),必须在稍后考察”之后,他现在对这个问题展开探究,说道:既然在《分析篇》中(他所谓的《分析篇》是指《后分析篇》第二卷)——既然在那些著作中我们关于定义的探究并未完备,那么凡在其中未曾言明的内容,我们现在就来讨论;因为在其中值得探究却未曾探究的疑难,如果现在加以陈述,对于关于实体和形式的论述将是有益的且大有助益。他说,这一疑难在于:我们称其表述为定义的被定义项,由多者构成,究竟因何故是一而非多?他说,例如假设人的定义是“两足动物”;究竟为何“两足动物”是一而不是二,将它们统一并使它们成其为一的究竟是什么?因为他说,人和白在彼此分离、白不属于人且人不分有白时是多;但当人分有白且白属于他,并且他因此受到某种作用并被规定了性质时,白人便既成为一也是一,然而并不是依其自身,而是就其被规定了性质而言[成其为一]。但在这里,动物并不是通过分有两足而使“两足动物”成其为一的。如果有人说动物分有两足,那么它也就会分有多足,而对立之物将同时存在于同一事物之中;同样,如果动物分有会死的,它也就会分有不死的,而对立之物存在于同一事物之中是不可能的。因为属赖以区别的种差,即属赖以被划分的种差,是对立的。或者他在这里所说的属也许是指种,他所说的当是:诸种赖以区别的种差是对立的;他在许多地方习惯于把种称为属。因此,在提出由于种差是对立的故各属不分有[种差]的诘难之后,他通过让步反驳予以化解,说道“但即使它确实分有”,这句话确实说得极其简略;但我认为,从他随后的论述来看,他是想这样说:如果有人主张‘但是属并不分有对立的种差,而是分有陆行的、两足的以及无翼的,而这些并不是对立的’——即使属确实分有这些,同样的论证依然成立:既然种差有多个,为何这些是一而非多?因为如果合乎情理地认为它们由于内在于属中而为一,那么按照这一论证,凡有某些事物属于它的每一个一物,都将与内在于其中的事物成为一体,葡萄酒和双耳罐将成其为一,麦斗和小麦也将成其为一。不仅如此,如果动物、陆行的、两足的和无翼的确实由于内在于动物中而成其为一,那么动物也将与所有其他种差成其为一,这样一来万物都将成其为一。
- 7.36προύργου καὶ μέγα συντελέσει
副词性短语 προύργου(“有用的”、“有益的”;为 πρὸ ἔργου 的缩约形式)与用作副词性宾格的中性形容词 μέγα(“极大地”)并列,共同修饰主动词 συντελέσει(支配与格,“有助于……”)。
- 7.36κατὰ ἀντιπαράστασιν
修辞学与逻辑学技术术语,指让步性反驳(假定对手的前提成立,进而证明其依然导出荒谬或相同的难题)。该介词短语规定了紧随其后的条件从句 εἰ δὲ καὶ μετέχει(“但即使它确实分有”)的论证性质。
- 7.36ἐξ ὧν δὲ ἐπάγει τοῦτο, οἶμαι, βούλεται λέγειν
关系代词 ὧν 融合了先行词(省略的 τούτων),构成依据性介词短语“从他接续提出的论述来看”。主句的核心结构为 βούλεται λέγειν(“意图说”),夹带插入成分 οἶμαι(“我认为”),引出紧随其后的虚拟辩难(εἰ δέ τις φῇ...),用以补足原文极度省略的行文。
