- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:516.19-517.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了第一哲学与自然哲学在研究感觉实体上的分工,解释了复合实体在何种意义上有定义而在何种意义上没有定义,并论述了不依赖质料实体的第一实体及其与怎是的同一性。
οὐ γὰρ τῆς προκειμένης καὶ πρώτης φιλοσοφίας ἐστὶ τὸ περὶ τῶν τοιούτων θεωρεῖν, ἀλλὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἡ περὶ τὰς αἰσθητὰς οὐσίας.1 οὐ μόνον γὰρ τοῦ φυσικοῦ ἐστι τὸ περὶ τῆς ὕλης θεωρεῖν, ἀλλὰ καὶ περὶ τοῦ ἐνύλου εἴδους, καὶ μάλιστα, ὡς ἐν τῷ Β τῆς Φυσικῆς ἀκροάσεως ἔγνωμεν. ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν, φησί, πῶς ἐστι μέρη τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ, καὶ πῶς εἷς ἐστιν ὁ ὁρισμὸς ἐκ πλειόνων ὑπάρχων, ἐκ γὰρ γένους καὶ διαφορῶν (δῆλον γὰρ ὅτι ἐπειδὴ τὸ πρᾶγμα, οἷον τὸ ὁριστόν, ἕν ἐστι, καὶ αὐτὸς εἷς ἐστιν· πᾶν δὲ πρᾶγμα ἔχον μέρη δῆλον ὡς τινι ἑνοῦντι αὐτό ἐστιν ἕν), περὶ τούτων δὴ σκεπτέον ὕστερον,2 καὶ ἐρεῖ περὶ τούτων πρὸ πάντων, ὅσον οὔπω. Ταῦτα εἰπὼν ἀνακεφαλαιοῦται τὰ διὰ πλειόνων λεχθέντα καί φησι τί μὲν οὖν ἐστι τὸ τί ἦν εἶναι, ὅτι ἐστὶν ἡ συγκατατεταγμένη τοῖς καθ’ ἕκαστα οὐσία καὶ συνηρημένως νοουμένη, καὶ πῶς αὐτὸ καθ’ αὑτὸ τὸ τί ἦν εἶναι ἔστιν, εἴρηται καθόλου περὶ παντός, καὶ διὰ τί τῶν μὲν ὁ λόγος τοῦ τί ἦν εἶναι ἔχει τὰ μόρια τοῦ ὁριζομένου, ὡς ἐπὶ τῆς συλλαβῆς ἐλέγομεν, τῶν δ’ οὔ, ὡς ἐπὶ τοῦ κύκλου· καὶ ὅτι ἐν τῷ τῆς οὐσίας καὶ τοῦ εἴδους λόγῳ τὰ ὡς ὕλη μόρια οὐκ ἐνέσται, ὡς ἐπὶ τοῦ ἀνθρώπου· οὐ γάρ εἰσιν ἐν τῷ λόγῳ αὐτοῦ σάρκες καὶ ὀστᾶ· οὐδὲ γάρ εἰσιν ἐκείνης τῆς οὐσίας καὶ τοῦ εἴδους αἱ σάρκες καὶ τὰ ὀστᾶ μόρια, ἀλλὰ τῆς συνόλου, λέγω δὴ τῆς συνθέτου τῆς ἐξ ὕλης καὶ εἴδους. τῆς δὲ συνθέτου οὐσίας τρόπον μέν τινα ἔστιν ὁρισμός, τρόπον δέ τινα οὐκ ἔστιν· κατὰ μὲν γὰρ τὴν ὕλην τὴν ἐν αὐτῇ, οἷον σαρκῶν καὶ ὀστῶν καὶ νεύρων, οὐκ ἔστιν (ἀόριστον γὰρ ἡ ὕλη, τῶν δ’ ἀορίστων οὐκ ἔστιν ὁρισμός), κατὰ δὲ τὴν πρώτην οὐσίαν καὶ τὸ εἶδος ἔστιν. ἐπειδὴ γὰρ ὁ Σωκράτης ὑπὸ τὸν ἄνθρωπον, ἔστι δὲ τοῦ ἀνθρώπου ὁρισμός, ἔσται καὶ τοῦ Σωκράτους τρόπον τινά. εἰπὼν δὲ ὅτι κατὰ τὴν πρώτην οὐσίαν ἔστιν, τίς ἐστιν ἡ πρώτη οὐσία ἐπήγαγεν· ἡ οὐσία γάρ ἐστι τὸ εἶδος τὸ ἐνόν, ἴσον λέγων, οὐδὲν ἄλλο ἐστὶν ἡ πρώτη οὐσία ἢ τὸ εἶδος τὸ ἐνὑπάρχον τῇ ὕλῃ. τὸ δὲ μεταξὺ τεθέν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς λόγος, τοιοῦτον ἂν εἴη· τὸ εἶδος τοῦ ἀνθρώπου ὁ λόγος ἐστὶν τῆς ψυχῆς ἤτοι αὐτὴ ἡ ψυχή· ἐξ ἧς ψυχῆς καὶ τῆς ὕλης ἡ συνόλη καὶ σύνθετός ἐστιν οὐσία. παράδειγμα δὲ τοῦ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους παρέθετο τὴν κοιλότητα· ἐκ ταύτης γάρ, φησί, καὶ τῆς ῥινὸς ἡ σιμὴ ῥίς, καὶ ὅλως ἡ σιμότης ἐν τῇ ῥινί ἐστιν. εἰπὼν δὲ ἀνωτέρω ὅτι τῆς συνόλου οὐσίας εἴρηται ὅτι ἔστι καὶ οὐκ ἔστιν ὁρισμὸς καὶ μεταξὺ πολλὰ ἐπεμβαλὼν ἐπάγει νῦν τὴν αἰτίαν τοῦ ὅπως οὐκ ἔστι τῶν συνθέτων ὁρισμός, λέγων δὶς γὰρ ἐν τούτοις ὑπάρξει ἡ ῥίς, τουτέστιν εἴρηται ἡμῖν καὶ περὶ τῶν συνθέτων ὅτι εἰ ἔστι τούτων ὁρισμός, συμβαίνει δὶς τὸ αὐτὸ λέγειν. ἐν δὲ τῇ ῥινὶ τῇ σιμῇ ἢ τῷ Καλλίᾳ ἔνεστι καὶ ὕλη καὶ εἶδος· ἀλλ’ εἰ τοῦτο, οὐκ ἂν εἴη ὁρισμὸς αὐτοῖν· συμβήσεται γὰρ δὶς τὸ αὐτὸ λέγειν. οὐ μόνον δὲ περὶ τούτων εἴρηται, ἀλλ’ ὅτι καὶ ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτῷ ἐπί τινων ταὐτόν ἐστιν, ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν, ἐξηγεῖται τίς ποτέ ἐστιν ἡ πρώτη οὐσία, φάσκων λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι ὑποκειμένῳ ὡς ὕλῃ.3 ὅταν μὲν γὰρ εἴπω λευκόν, εὐθὺς ἄλλο ἐν ἄλλῳ ὑποκειμένῳ λέγω, καὶ ἔστιν ὡς μὲν ὑποκείμενον καὶ ὕλη ὁ ἄνθρωπος ἢ τὸ ξύλον, ὡς δ’ ἐν ὑποκειμένοις τούτοις τὸ λευκόν· ὅταν δ’ εἴπω ἄνθρωπον, οὐκ ἄλλο ἐν ἄλλῳ λέγω, ἀλλὰ λέγω πρᾶγμα καθ’ αὑτὸ δυνάμενον εἶναι καὶ ὄν. καὶ ἐπὶ μὲν τῶν οὐσιῶν ἕκαστον καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ ἐστὶ ταὐτόν· ὅσα δὲ ὡς ὕλη ἢ ὡς συνειλημμένα τῇ ὕλῃ, οὐ ταὐτό. ὡς ἐν ὕλῃ δὲ ἢ ὡς ἐν συνειλημμένῳ τῇ ὕλῃ τῷ Σωκράτει ἐστὶ τὸ μουσικόν· ὡς ὕλη γὰρ ὑπόκειται ὁ Σωκράτης τῷ μουσικῷ. καὶ ἐπὶ τούτῳ ὁ Σωκράτης καὶ τὸ μουσικὸν καθ’ αὑτὸ μὲν οὐκ εἰσι ταὐτόν, κατὰ συμβεβηκὸς δέ.
因为考察诸如此类的事物并不属于眼前的第一哲学,而关于感觉实体的[考察]则属于物理学即第二哲学。因为不仅考察质料属于物理学家的职责,考察具质料的形式更是如此,正如我们在《物理学》第二卷中所获知的那样。“但是关于定义,”他说,“在定义中的诸部分如何是定义的部分,以及定义如何由多个部分(即属和种差)构成却仍是一体的(因为显而易见,既然事物即被定义项是一,定义本身也是一;而凡具有部分的事物,显然都是通过使其合一的某种东西而为一的),关于这些问题我们确实必须在稍后考察”;而且他就在眼前、首先就要谈论这些事情。在说了这些之后,他总结了此前用较长篇幅阐述的内容,说道:“那么,怎是究竟是什么——即它是与个别事物并列且被统括思辨的实体——以及怎是本身如何存在,已经就一切事物普遍地予以阐明;并且为什么对某些事物而言怎是的定义包含被定义项的部分(正如我们在音节的事例中所说),而对另一些事物则不包含(正如在圆的事例中);以及在实体和形式的定义中,作为质料的部分将不存在(正如在人的事例中:因为在他的定义中不存在肉和骨头,肉和骨头绝不是那个实体和形式的部分,而是复合物的部分,我指的是由质料和形式构成的复合实体)。”对于复合实体而言,在某种方式上有定义,在某种方式上则没有定义:因为按照它所包含的质料,例如肉、骨头和肌腱[的角度看],是不存在定义的(因为质料是无定限的,而对无定限的事物不存在定义);但按照第一实体和形式[的角度看],则是存在的。因为既然苏格拉底从属于人,而人是有定义的,那么在某种方式上苏格拉底也是有定义的。在说明了按照第一实体是有定义的之后,他补充了什么是第一实体:“因为实体就是内在于其中的形式”,这等同于说,第一实体不是别的,正是存在于质料之中的形式。而在中间插入的话——“例如就人而言是灵魂的定义”——当是这样的意思:人的形式就是灵魂的定义,或者说就是灵魂本身;复合而组合的实体正是由该灵魂与质料构成的。他以凹度作为由质料与形式所构成的例证:因为他说,凹鼻正是由这个[凹度]与鼻子构成的,并且广义上的凹鼻性就在鼻子之中。他在上面说明了对于复合实体已经讲过既有定义又没有定义,并在中间插入了许多内容之后,现在补述复合事物何以没有定义的原因,说:“因为在这些事物中,鼻子将出现两次”;也就是说,关于复合事物我们也已经讲过,如果它们有定义,其结果就是把相同的事物说了两次。而在凹鼻或卡利亚斯之中,既包含质料也包含形式;但若是这样,它们二者就不会有定义;因为其结果将是把相同的事物说了两次。不仅关于这些事情已经讲过,而且每个事物与属于它的怎是在某些事物上是同一的,正如在第一实体上那样;于是他解释了究竟什么是第一实体,宣称:“而我所谓第一的,是指不通过一物在另一作为质料的底层主体中而被称为那样的[实体]。”因为每当我提到“白”,我立即就是在说一物在另一底层主体中,而作为底层主体和质料的是人或木头,作为存在于这些底层主体之中的则是白;但每当我提到“人”,我并不是在说一物在另一物中,而是在说一个自身能够独立存在且实际存在的事物。在实体的事例中,各个事物与属于各个事物的怎是是同一的;但凡作为质料或作为与质料一同被把握的事物,则不是同一的。作为在质料中或作为在与质料一同被把握的事物中的,有在苏格拉底中的懂音乐性;因为苏格拉底作为质料居于懂音乐性的底层。在这一事例中,苏格拉底与懂音乐性在自身上并不是同一的,而是在偶性上是同一的。
- 7.35ἀλλὰ τῆς φυσικῆς καὶ δευτέρας φιλοσοφίας ἡ περὶ τὰς αἰσθητὰς οὐσίας.
此处承接前半句的 τὸ περὶ τῶν τοιούτων θεωρεῖν(考察此类事物),省略了阴性名词 θεωρία(考察)或 σκέψις。整句结构应补充理解为:“关于感觉实体的[考察]则属于物理学即第二哲学”。
- 7.35ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν, φησί, πῶς ἐστι μέρη τὰ ἐν τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ, καὶ πῶς εἷς ἐστιν ὁ ὁρισμὸς ἐκ πλειόνων ὑπάρχων, ἐκ γὰρ γένους καὶ διαφορῶν (δῆλον γὰρ ὅτι ἐπειδὴ τὸ πρᾶγμα, οἷον τὸ ὁριστόν, ἕν ἐστι, καὶ αὐτὸς εἷς ἐστιν· πᾶν δὲ πρᾶγμα ἔχον μέρη δῆλον ὡς τινι ἑνοῦντι αὐτό ἐστιν ἕν), περὶ τούτων δὴ σκεπτέον ὕστερον
句首介词短语 ἀλλὰ καὶ περὶ τῶν ὁρισμῶν 之后,插入了两个间接疑问节(πῶς ἐστι... 与 πῶς εἷς...)以及括号中的原因解释,随后通过相距较远的 περὶ τούτων δὴ σκεπτέον ὕστερον 完成主句骨架。该结构忠实重现了亚里士多德在 1037a18–20 处的预告性长句。
- 7.35λέγω δὲ πρώτην ἣ μὴ λέγεται τῷ ἄλλο ἐν ἄλλῳ εἶναι ὑποκειμένῳ ὡς ὕλῃ.
带与格定冠词的不定词短语(τῷ... εἶναι)表示工具、手段或原因依据:“不因一物在另一作为质料的底层主体中而被如此称呼”。关系代词 ἣ 的先行词为 οὐσία,整个关系分句作动词 λέγω 的直接宾语。
