- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:515.1-516.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德关于数学对象中诸如半圆之类的部分因可理知质料而不进入定义(1036b32)的论述,探讨了灵魂与身体、普遍与个别的关系,并阐明考察可感觉的具质料实体之终极目的在于探究脱离质料的实体的存在。
" Περὶ δὲ τὰ μαθηματικά, διὰ τί οὐκ εἰσι μέρη οἱ λόγοι τῶν λόγων, οἷον τοῦ κύκλου τὰ ἡμικύκλια;" Εἰπὼν πρότερον ὅτι ἐπὶ μὲν τῷ τῆς συλλαβῆς λόγῳ λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μὴ εἶναι ὕλης μέρη ἀλλ’ εἴδους, ἐπὶ δὲ τοῦ κύκλου οὐ λαμβάνεται τὰ ἡμικύκλια, ὅτι ἔνυλά εἰσι καὶ μέρη ὕλης, συνεῖδεν ἔνστασίν τινα δυναμένην πρὸς τὸν λόγον φέρεσθαι, ἣν παρατίθησι καὶ λύει. ἔφθημεν δὲ ἡμεῖς εἰπόντες ὅτε περὶ τῆς συλλαβῆς ἔλεγεν, ὅπως τὰ μὲν ἡμικύκλια ὕλης εἰσὶ μέρη, τὰ δὲ στοιχεῖα οὐκ εἰσίν· καὶ οἶμαι καὶ ταῦτα ἐκείνοις ἔδει συντάττεσθαι, καὶ ἴσως ὑπὸ μὲν Ἀριστοτέλους συντέτακται (ἐν οὐδεμιᾷ γὰρ τῶν ἄλλων αὐτοῦ πραγματειῶν εὑρίσκεται τοιοῦτόν τι πεποιηκὼς ὁποῖα ἐνταῦθα φαίνεται), ὑπὸ δὲ τοῦ Εὐδήμου κεχώρισται. ἔστι δὲ ἡ ἔνστασις τοιαύτη· διὰ τί οὐκ εἰσιν οἱ λόγοι τῶν ἡμικυκλίων ἤτοι τὰ ἡμικύκλια μέρη τοῦ λόγου τοῦ κύκλου; οὐ γάρ ἐστιν αἰσθητά, ὡς ὁ χαλκὸς καὶ τὰ ὀστᾶ καὶ αἱ σάρκες, ἵνα ὡς ὕλης μέρη ταῦτα λέγηται. εἰ δ’ οὐκ εἰσιν ὑλικά, διὰ τί οὐκ ἐν τῷ τοῦ κύκλου λόγῳ ἐλήφθη; καὶ λύει ταύτην λέγων ἢ οὐδὲν διαφέρει; κἄν τε γὰρ αἰσθητά ἐστι τὰ ἡμικύκλια κἄν τε μὴ αἰσθητά, ὕλης εἰσὶ μέρη καὶ ὕλη· οὐ γὰρ πᾶσα ὕλη αἰσθητὴ οὐδὲ πάλιν μόνον τῶν αἰσθητῶν ἐστιν ὕλη, ἀλλ’ ἔστι καὶ ὕλη μὴ αἰσθητή, ἔστι καὶ ὕλη μὴ αἰσθητῶν, καὶ οὐδὲν κωλύει μὴ αἰσθητῶν ὄντων τῶν τμημάτων εἶναι αὐτῶν ὕλην οὐκ αἰσθητήν. καὶ ἁπλῶς παντός, ὃ μή ἐστι τί ἦν εἶναι καὶ εἶδος αὐτὸ καθ’ αὑτό, ἔστι τούτου ὕλη· ὥστε δῆλον ἐκ τούτου ὅτι καὶ ὁ καθόλου ἄνθρωπος ἐπειδὴ μή ἐστι καθ’ αὑτόν, ἔστι καὶ αὐτοῦ ὕλη, ἀλλὰ νοητή· ἡ μὲν γὰρ τῶν ὑλῶν αἰσθητή ἐστιν ἡ δὲ νοητή. ὥστε δῆλον ὅτι τοῦ μὲν καθόλου κύκλου τὰ ἡμικύκλια οὐκ ἔσται μέρη οὐδὲ ληφθήσεται ἐν τῷ λόγῳ αὐτοῦ· τῶν δὲ καθ’ ἕκαστα ἔσται μέρη ταῦτα, ὥσπερ εἴρηται. πῶς δὲ τὰ ἡμικύκλια, κἂν νοητὰ ᾖ, ὕλη εἰσίν, εἴπομεν ἱκανῶς, ὅτι ἡ διάστασις, ἣν ὅτι ἔχει νοοῦμεν,1 ὕλης ἐστίν· τὸ γὰρ εἶδος ἀδιάστατον καὶ ἀμερές, τὴν δὲ διάστασιν ἔχει διὰ τὴν ἐν ᾗ ἐστιν ὕλην. ἐκ πάντων δὴ δῆλόν ἐστιν ὅτι ἡ μὲν ψυχὴ οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ εἶδος, τὸ δὲ σῶμα ὕλη. περὶ δὲ τούτων ἀκριβῶς ἐρρέθη ἐν τῷ Β τῶν Περὶ ψυχῆς, ὅτι τὸ μὲν σῶμά ἐστιν ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ὁ δὲ καθόλου ἄνθρωπός ἐστι τὸ ζῷον τὸ ἐξ ἀμφοῖν, τοῦ τε καθόλου σώματος καὶ τῆς καθόλου ψυχῆς. Σωκράτης δὲ καὶ Κορίσκος, φησίν, εἰ μέν ἐστι καὶ ἡ ψυχὴ αὐτοῦ εἶδος αὐτοῦ καὶ εἰδοποιεῖται κατ’ αὐτήν, ἔσται διττὸν ζῷον ἐκ ψυχῆς καὶ σώματος ἤτοι ἐξ εἴδους καὶ ὕλης· καὶ οἱ μὲν τῶν ἀνθρώπων ἐροῦσι τὸν Σωκράτην ὡς ψυχήν, τουτέστιν ὡς εἶδος, ἀφορῶντες εἰς τὴν ψυχὴν αὐτοῦ μόνην, οἱ δὲ ἐροῦσιν αὐτὸν ὡς τὸ σύνολον, ἤτοι ἐκ ψυχῆς καὶ σώματος, ἀποβλέποντες εἰς ἀμφότερα. εἰ δὲ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ σῶμα τόδε,2 τουτέστιν εἰ δέ τις τὴν τοῦ Σωκράτους ψυχὴν οὐκ εἶδος τοῦ Σωκράτους λέγει ἁπλῶς, ὡς ἔχει ἡ καθόλου ἀνθρώπειος ψυχὴ πρὸς τὸ καθόλου ἀνθρώπειον σῶμα, ἕξει καὶ ἡ καθ’ ἕκαστα πρὸς τὸ καθ’ ἕκαστον. εἰ μὲν οὖν ἐστιν εἶδος τοῦ καθόλου ἀνθρωπείου σώματος ἡ καθόλου ἀνθρώπειος ψυχή, ἔσται καὶ ἡ τοῦ Σωκράτους ψυχὴ πρὸς τὸ τοῦ Σωκράτους σῶμα εἶδος. εἰ δὲ μή ἐστιν ἡ καθόλου ἀνθρώπειος ψυχὴ τοῦ καθόλου ἀνθρωπείου σώματος εἶδος, οὐδ’ ἡ καθ’ ἕκαστα τοῦ καθ’ ἕκαστα. ἐπεὶ δὲ τῆς φυσικῆς ἐστι τὸ περὶ τῶν ἐνύλων εἰδῶν θεωρεῖν, ἀλλ’ οὐ τῆς προκειμένης πραγματείας, αὐτὸς δὲ δι’ ὅλου τοῦ βιβλίου περὶ τῶν ἐνύλων εἰδῶν τὴν σκέψιν ἐποιήσατο, ὥσπερ ἑαυτῷ ἀπολογίαν ποριζόμενός φησι πότερον ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν ἄλλη, τουτέστι παρὰ τὴν ἔνυλον οὐσίαν ἤτοι παρὰ τὸ ἔνυλον εἶδος. καὶ δεῖ ζητεῖν τοιαύτην οὐσίαν οἷον ἀριθμούς (λέγει δὲ ἀριθμοὺς τὰς ἰδέας) ἤ τι τοιοῦτον· καί φησιν ὅτι ὕστερον ἐπισκεψόμεθα περὶ τούτου. καὶ ζητήσει καὶ ἐν τῷ παρόντι βιβλίῳ, ζητήσει δὲ μάλιστα καὶ ἐν τῷ Μ. διὰ γὰρ τὸ γνῶναι, φησίν, εἴτε εἰσὶν εἴδη παρὰ τὰ ἔνυλα εἴτε μή, περὶ τῶν αἰσθητῶν οὐσιῶν (λέγων αἰσθητὰς οὐσίας τὰ ἔνυλα εἴδη), πειρώμεθα διορίζειν.
“关于数学对象,为什么定义不是定义的各部分,例如半圆之于圆?” [亚里士多德]此前曾说,在音节的定义中之所以采用各个元素,是因为它们不是质料的部分而是形式的部分,而在圆的事例中之所以不采用各个半圆,是因为它们是具质料的且是质料的部分;此时他觉察到了一个可能针对该论证提出的反驳,便将之列出并予以解决。我们在他谈论音节时就已经说过,半圆如何是质料的部分,而元素如何不是;而且我认为这些论述本应紧接在那些论述之后编排,并且也许亚里士多德本人就是这样编排的(因为在他其余的任何著作中,都找不到他做过像这里所表现出的这般举动),而是被欧德谟分开了。该反驳是这样的:为什么半圆的定义——也就是半圆——不是圆的定义的部分?因为它们并不像青铜、骨头和肉那样是可感觉的,以至于这些要被称为质料的部分。如果它们不是质料性的,为什么在圆的定义中没有被采用呢?他通过说“抑或这毫无区别?”来解决这个问题。因为无论半圆是可感觉的还是不可感觉的,它们都是质料的部分并且是质料;因为并非一切质料都是可感觉的,质料也绝非仅属于可感觉事物,相反,既存在不可感觉的质料,也存在不可感觉事物的质料,即便各部分不是可感觉的,也绝不妨碍它们具有不可感觉的质料。并且简而言之,对于凡不是怎是和自身独立形式的事物,都存在着该事物的质料;因此由此显而易见,普遍的人既然不是自身独立的,也就存在着属于他的质料,但却是理智的质料;因为质料有的是可感觉的,有的是理智的。因此显而易见,对于普遍的圆而言,半圆既不是它的部分,也不会被包含在它的定义中;但对于个别的圆而言,正如已经说明的那样,这些则是部分。至于半圆即使是理智的又何以是质料,我们已经作了充分说明:即我们思维中认为它所具有的延展是属于质料的;因为形式是没有延展且没有部分的,它之所以具有延展,是由于它所存在于其中的质料。由此显然可见,灵魂是第一实体,即形式,而身体是质料。关于这些问题,在《论灵魂》第二卷中已被精确论述:身体是质料,灵魂是形式,而普遍的人则是由普遍身体与普遍灵魂这两者构成的动物。他说,“苏格拉底与科里斯库斯”,如果其灵魂也是其形式并且依照其灵魂而获得形式,那么[他们]就将是由灵魂与身体构成的双重动物,也就是由形式与质料构成;而人们中的一部分在谈及苏格拉底时会视之为灵魂,也就是视之为形式,只着眼于他的灵魂,而另一部分人则会视之为复合体,也就是由灵魂与身体构成,着眼于两者。“但如果端地是这个灵魂与这个身体[即是苏格拉底]”,也就是说,即使有人不把苏格拉底的灵魂端地称为苏格拉底的形式,正如普遍的人类灵魂相对于普遍的人类身体那样,个别的灵魂也将相对于个别的身体具有相同关系。因此,如果普遍的人类灵魂是普遍的人类身体的形式,苏格拉底的灵魂相对于苏格拉底的身体也将是形式;但如果普遍的人类灵魂不是普遍的人类身体的形式,个别的灵魂相对于个别的身体也就不是形式。然而,由于考察具质料的形式乃属于自然哲学的范围,而不属于当前的论著,但他自己在整卷书中却都对具质料的形式展开了探讨,于是他仿佛在为自己辩解一般说道:“在诸如此类实体的质料之外是否还有某种其他的实体”,也就是说在具质料的实体之外或具质料的形式之外[是否有其他实体]。并且必须探究诸如数(他把理念称为数)或类似性质的此类实体;并且他说我们稍后将对此进行考察。他既将在本卷中进行探究,更尤其将在M卷中予以探究。因为他说,“为了认知在具质料的形式之外是否存在形式,我们正试图对感觉实体(他把具质料的形式称为感觉实体)作出界定”。
- 7.35ἣν ὅτι ἔχει νοοῦμεν
关系代名词 ἣν 的先行词是 ἡ διάστασις,并在统语上充当从属从句 ὅτι ἔχει(“它[半圆]所具有的”)中的宾语,而该从句受主动词 νοοῦμεν 支配。这是将内嵌从句中的关系代词提前至整个关系从句句首的先行动词句结构,意为“我们在思维中认为它所具有的延展”。
- 7.35εἰ δὲ ἁπλῶς ἡ ψυχὴ ἥδε καὶ σῶμα τόδε
引自亚里士多德原文(1037a7–8)的词句。这是一个省略了系动词 ἐστί 及表语的省略条件从句(“但如果端地是这个灵魂与这个身体[即是苏格拉底]”);亚历山大在紧接着的 τουτέστι 引导的从句中补充说明,阐明其逻辑在于究竟是将个别者界定为单纯的形式,还是界定为形式与质料的结合体。
