- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:513.26-514.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 1036b21中对定义与质料关系的总结以及对将一切归约为形式的过度做法之批判,亚历山大阐明了人工物中质料与形式的不可分割性、青年苏格拉底类比的谬误,以及在动物定义中感觉质料与固有功能的必要性。
" Ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν, εἴρηται. διὸ καὶ τὸ πάντα ἀνάγειν οὕτω." Συμπεραίνεται τὰ πολλάκις ῥηθέντα καί φησιν ὅτι μὲν οὖν ἔχει τινὰ ἀπορίαν τὰ περὶ τοὺς ὁρισμούς, καὶ διὰ τίνα αἰτίαν· εἶπε γὰρ ὅτι διὰ τί ἐπὶ μὲν τῆς συλλαβῆς λαμβάνομεν τὰ στοιχεῖα ἐπὶ δὲ τοῦ κύκλου τὰ τμήματα οὐδαμῶς, καὶ ἄλλα ἄττα εἴρηται. τὸ δὲ πάντα ἀνάγειν καὶ ἰδέας ποιεῖν χωρίζοντας τὴν ὕλην περίεργον. ἐπ’ ἐνίων γὰρ φανερὸν ὅτι τόδε ἐν τῷδέ ἐστιν, οἷον τὸ εἶδος ἐν τῇ ὕλῃ· τὸ γὰρ τῆς οἰκίας εἶδος ἐν λίθοις καὶ ξύλοις ἐστὶ καὶ τὸ τοῦ ἀνδριάντος ἐν χαλκῷ, ἀλλ’ οὐ χωριστὰ αὐτὰ καθ’ αὑτά. καὶ τοῦτο ὁμολογοῦσι καὶ οἱ τὰς ἰδέας τιθέμενοι. εἰ δὲ τοῦτο, τίνος ἕνεκα αὐτῶν μὲν ἰδέαι οὐκ εἰσίν; τὸ δ’ ἴσως πρόσκειται ἢ διὰ φιλόσοφον εὐλάβειαν, ἢ ὅτι τοῦτο δείξει μετ’ ὀλίγον, λέγω δὴ τὸ μὴ εἶναι ἰδέας, ἢ καὶ διὰ τὰ προδεδειγμένα ἐν τῷ μείζονι Α καὶ τοῖς ἐφεξῆς. εἰπὼν δὲ ὅτι ἔνια τόδε ἐν τῷδε ἔστιν, ἐπήγαγεν ἢ ὡδὶ ἔχοντα· ἡ γὰρ τοιαδὶ σύνθεσις τῶν λίθων καὶ τὸ ὡδί πως ἔχειν ἀλλὰ μὴ ὡδί ἐστιν ἡ οἰκία. ταῦτα εἰπὼν αἰτιᾶται τὸν νεώτερον Σωκράτην ὡς οὐ καλῶς ἐκ τῆς ἐπαγωγῆς κατασκευάζοντα τὸ εἶναι ἰδέας. νεώτερον δὲ Σωκράτην ἢ τὸν Πλάτωνα λέγει, ἢ, ὃ καὶ μᾶλλον, τὸν ὁμώνυμον τῷ τοῦ Πλάτωνος διδασκάλῳ Σωκράτην. ποιεῖται γάρ τινα Σωκράτην ὁ Πλάτων προσδιαλεγόμενον μετὰ τοῦ γηραιοῦ Σωκράτους. οὗτος δὴ ὁ Σωκράτης ἀπό τινος ἀληθοῦς κατασκευάζειν ἐπειρᾶτο ὅτι ἔστιν ἄνθρωπος ἄνευ μερῶν ὑλικῶν· ἔλεγε γὰρ ὅτι ὥσπερ ἄνευ χαλκοῦ καὶ ἄνευ λίθου καὶ ξύλου δύναται εἶναι κύκλος, οὕτως καὶ ἄνθρωπος χωρὶς σαρκῶν καὶ ὀστῶν. ἀλλ’ ἐπὶ μὲν τοῦ κύκλου τοῦτο ἀληθὲς ὅτι οὐκ ἔστιν ὡρισμένον τοῦτο τὸ ὑποκείμενον τῷ κύκλῳ, ἀλλὰ πέφυκε τὸ τοιοῦτον σχῆμα γίνεσθαι καὶ ἐν χρυσῷ καὶ ἐν ξύλῳ καὶ ἐν παντὶ στερεῷ σώματι, ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἀληθές. ὥσπερ γὰρ οὐκ ἔστιν εὑρεῖν κύκλον ὅλως ἄνευ σώματος, κἂν εἰ ἐν παντὶ στερεῷ καὶ οὐχ ὡρισμένῳ πέφυκε γίνεσθαι σώματι, οὕτως οὐδ’ ἄνθρωπον ἄνευ σαρκῶν καὶ ὀστῶν ἐν ὑποστάσει δύναταί τις εὑρεῖν, ἀλλὰ χωρίζει μὲν αὐτὸν τῇ ἐπινοίᾳ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων, ὥσπερ καὶ τὸν κύκλον, ἐν ὑποστάσει δὲ ὡς ὁ Ἀλέξανδρος οὐ δύναται εἶναι, ἀλλ’ εἰ καὶ τῶν καθ’ ἕκαστα αὐτὸν ἀποσυλᾷ, ἀλλ’ οὖν πάλιν μετὰ σαρκὸς καὶ ὀστῶν περιφαντάζεται αὐτόν. οὐκ ἔστιν οὖν, φησίν, ὅμοιον τὸ ἐπὶ τοῦ κύκλου παρὰ τοῦ νεωτέρου Σωκράτους λεγόμενον καὶ τὸ ἐπὶ τοῦ ζῴου· αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως (λέγει δὲ κίνησιν τὴν ὕλην) καὶ ὑποκειμένου οὐκ ἔστιν ὁρίσασθαι, ἤτοι οὐκ ἔστι τὸ αἰσθητὸν ζῷον οἷον ἄν καὶ εἴη ἄνευ ὑποκειμένου καὶ ὕλης ὁρίσασθαι,1 εἴπερ τις ἀκριβῶς ὁρίζοιτο. ἐπεὶ οὖν οὐκ ἔστιν αὐτοζῷον, ὡς δέδεικται καὶ δειχθήσεται, ἀλλὰ πᾶν ζῷον ὕπαρξιν ἔχον αἰσθητόν ἐστιν (τὸ γὰρ καθόλου ζῷον οὐκ ἐν ὑπάρξει, ἀλλ’ ἐπινοίᾳ), πῶς ἂν ζῷον αἰσθητὸν ἄνευ ὕλης ὁρισθείη; ἀλλὰ τὰ μὲν καθόλου χωρὶς ὕλης ὁρίζεται ἅτε ἐπινοίᾳ ὄντα, τὰ δὲ καθ’ ἕκαστα οὐδαμῶς. δύναται διὰ τοῦ αἰσθητὸν γάρ τι τὸ ζῷον καὶ ἄνευ κινήσεως οὐκ ἔστιν ὁρίσασθαι δηλοῦν τὸ πᾶν ζῷον αἰσθητόν ἐστι, πᾶν δὲ ζῷον αἰσθητὸν οὐ δύναται ὁρισθῆναι ἤτοι ὕπαρξιν ἔχειν ἄνευ σαρκῶν καὶ ὀστῶν· οὐ δύναται οὖν ζῷον αἰσθητὸν ἄνευ τῶν μερῶν αὐτοῦ ἐχόντων πως ἢ εἶναι ἢ ὅλως ὁρισθῆναι. εἰπὼν δὲ διὸ ἄνευ τῶν μερῶν ἐχόντων πως, ἐξηγεῖται τίνος ἕνεκε τὸ πῶς προσέθηκε λέγων οὐ γὰρ πάντως τοῦ ἀνθρώπου μέρος2 χείρ. οὐ γάρ, εἰ καὶ κατεξηραμμένη ἐστὶ καὶ ὅλως ἀκίνητος, λεχθείη ἂν αὐτοῦ μέρος, ἀλλὰ τότε λεχθήσεται αὐτοῦ μέρος, ὅταν τὸ ἔργον αὐτῆς ἀποτελῇ. τὸ δ’ ἔργον αὐτῆς ποιήσει καὶ μέρος τοῦ ἀνθρώπου λεχθήσεται, ὅταν κατὰ φύσιν ἔχῃ· ὅταν δὲ μὴ ἔχῃ ἀλλ’ ἔστιν οἷον ἄψυχος, οὔτε τὸ ἔργον αὑτῆς ποιήσει οὔτε μέρος λεχθήσεται.
“因此,关于定义的事项具有某种疑难,以及是由于什么原因,都已被说明。因此,像这样将一切事物加以归约[也是多余的]。” 他总结了多次论述过的事情,并说“因此,关于定义的事项具有某种疑难,以及是由于什么原因”;因为他曾说过,为什么在音节的事例中我们采用基本元素,但在圆的事例中却绝不采用切段,此外还说明了其他某些事情。然而将一切事物加以归约,并通过分离质料来确立理念,则是多余的。因为在某些事物上,显而易见“这个存在于这个之中”,例如形式存在于质料之中;因为房屋的形式存在于石头和木头之中,雕像的形式存在于青铜之中,但它们并不是自身独立存在的。这一点连主张理念的人也是承认的。如果是这样,为什么却没有这些事物的理念呢?而添上“或许”一词,要么是出于哲学家的审慎,要么是因为他稍后将证明这一点,我是指证明没有理念,要么也是由于此前在大A卷及后续卷中所证明的那些论点。在说了某些事物是“这个存在于这个之中”之后,他接着补充道“或者是处于如此这般状态的事物”;因为石头的如此这般的结合,以及处于这种状态而非那种状态,就是房屋。说了这些之后,他指责青年苏格拉底通过归纳法来确立存在理念的做法并不妥当。他说青年苏格拉底,要么是指柏拉图,要么——这更为可能——是指与柏拉图的老师同名的苏格拉底;因为柏拉图曾设定过一个苏格拉底与老年苏格拉底共同对话。正是这位苏格拉底试图从某种真实的前提出发来确立存在不具质料性部分的人;因为他说,正如没有青铜、没有石头和木头也能够有圆,同样没有肉和骨也能够有人。但是,在圆的事例中这固然是真实的,即对圆而言作为基底的这个东西并不是被特定限定的,相反,这样的图形在本性上既可以在金中生成,也可以在木头中以及在任何立体形体中生成,然而在人的事例中却并非如此真实。因为正如完全没有形体就根本不可能找到圆一样(哪怕它在本性上能够在任何立体的且未被特定限定的形体中生成),同样也没有人能够在实在生存中找到没有肉和骨的人,相反,人们只是在思维中将人从个别的人中分离出来,正如对圆那样,然而人却不可能像亚历山大那样在实在生存中独立存在,即使人们将他从个别事物中剥离出来,却终究还是伴随着肉和骨将他构想在头脑中。因此他说,青年苏格拉底在圆的事例上所说的,与在动物的事例上所说的并不相似;因为动物是某种感觉事物,没有运动(他把质料称为运动)和基底就无法定义,也就是说,如果有人要精确定义的话,感觉动物无论是什么样的,没有基底和质料都无法定义。因此,既然并没有动物自身(正如已经证明并将要证明的那样),而一切具有实在存在的动物都是感觉的(因为普遍的动物并不在实在存在中,而是在思维中),那么感觉动物又如何能脱离质料被定义呢?但是,普遍事物由于存在于思维中固然脱离质料而被定义,个别事物却绝非如此。通过“因为动物是某种感觉事物,没有运动便无法定义”这句话,他能够表明:一切动物都是感觉的,而一切感觉动物离开肉和骨便无法被定义,即无法拥有实在存在;因此,感觉动物脱离了其处于某种状态的部分,便既不能存在也根本不能被定义。在说了“因此脱离了处于某种状态的部分”之后,他解释了为何添上“某种状态”,说“因为手并非在任何情况下都是人的部分”。因为即使它是干枯的且完全不能动弹的,也不能被称为人的部分,而唯有当它完成其功用时,才会被称为人的部分。并且,当它处于合乎自然的状态时,它将完成其功用并被称为人的部分;但当它并不处于这种状态而是仿佛无灵魂之物时,它既不能完成其功用,也不能被称为部分。
- 7.34οὐκ ἔστι τὸ αἰσθητὸν ζῷον οἷον ἄν καὶ εἴη ἄνευ ὑποκειμένου καὶ ὕλης ὁρίσασθαι
οὐκ ἔστι 意为“不可能”(οὐ δυνατόν ἐστι),统摄关身不定式 ὁρίσασθαι(“定义”),以宾格 τὸ αἰσθητὸν ζῷον 为直接宾语;οἷον ἄν καὶ εἴη 是晚期希腊语常见的泛指让步关系从句(相当于古典时期的 οἷον ἂν καὶ ᾖ),意为“无论它是什么样的”。
- 7.34οὐ γάρ, εἰ καὶ κατεξηραμμένη ἐστὶ καὶ ὅλως ἀκίνητος, λεχθείη ἂν αὐτοῦ μέρος
主句使用了带有否定词 οὐ 的潜能祈愿语气 λεχθείη ἄν(“它绝不能被称为他的部分”),中间插入了让步从句 εἰ καὶ κατεξηραμμένη ἐστὶ...(“即便它是干枯的且完全不能动弹的”),否定词置于句首修饰主动词。
