- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:512.20-513.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了毕达哥拉斯学派及部分柏拉图主义者的观点,他们将线和连续者视为质料从而把几何图形还原为数,进而解释了亚历山大对亚里士多德批判的阐发:若将线的形式等同于“二”,将导致在形式上各异的众多事物归于同一种形式的荒谬结论。
ἐπεὶ δὲ τοῦτο μέν, λέγω δὴ τὸ εἶδος τοῦ ἀνθρώπου, χωρίζειν τῇ ἐπινοίᾳ τῶν σαρκῶν καὶ ὀστῶν ἐνδέχεται, ἄδηλον δέ ἐστι πότε χωρισθήσεται (οὐ γάρ ἐστι δῆλον ὥσπερ ἐπὶ τοῦ κύκλου), ἀποροῦσί τινες (λέγων τινὰς τοὺς Πυθαγορείους),1 καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου καὶ ἐπὶ τῆς γραμμῆς, λέγοντες ὡς οὐ χρὴ ταῦτα γραμμαῖς ὁρίζεσθαι καὶ λέγειν ‘κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον,’ ἢ ‘τρίγωνον τὸ ὑπὸ τριῶν γραμμῶν’, ἢ πάλιν ‘γραμμή ἐστι μῆκος συνεχὲς ἐφ’ ἓν διαστατόν’· ἡ γὰρ γραμμὴ τῷ τε κύκλῳ καὶ τῷ τριγώνῳ ὡς ὕλη ὑπόκειται, ὁμοίως δὲ καὶ τὸ συνεχὲς τῇ γραμμῇ, ὥσπερ καὶ αἱ σάρκες καὶ τὰ ὀστᾶ τῷ ἀνθρώπῳ καὶ ὁ χαλκὸς τῷ ἀνδριάντι· εἰ οὖν τὸν ἄνθρωπον διὰ τῶν ὀστῶν καὶ σαρκῶν μὴ ὁριζόμεθα διὰ τὸ εἶναι μέρη ὑλικά, οὐδ’ ἄρα τὸν κύκλον καὶ τὸ τρίγωνον διὰ τῆς γραμμῆς ὁρίζεσθαι χρή, οὔτε τὴν γραμμὴν διὰ τοῦ συνεχοῦς, καὶ διὰ τοῦτο, λέγω δὴ τὸ λέγειν ὅτι ἡ γραμμὴ καὶ τὸ συνεχὲς ὡς ὕλη εἰσὶ τῷ τριγώνῳ καὶ τοῖς λοιποῖς, ἀνάγουσι ταῦτα πάντα εἰς τοὺς ἀριθμούς, διὰ τὸ ἀύλους αὐτοὺς εἶναι καὶ μὴ ἔχειν ὑποκείμενόν τι ὡς ὕλην, ἀλλ’ αὐτοὺς καθ’ αὑτοὺς εἶναι, καί φασιν ὅτι ὁ λόγος τῆς γραμμῆς ἐστιν ὁ τῆς δυάδος. ἐπειδὴ γὰρ δυάς ἐστι τὸ πρῶτον διαστατόν (εἰς πρώτην γὰρ τὴν δυάδα ἡ μονὰς διέστη, καὶ οὕτως εἰς τὴν τριάδα καὶ τοὺς ἑξῆς ἀριθμούς), εἴπερ ὁριζόμεθα, φασί, τὴν γραμμήν, οὐ χρὴ λέγειν αὐτὴν ποσὸν ἐφ’ ἓν διαστατόν, ἀλλὰ γραμμή ἐστι τὸ πρῶτον διαστατόν· τὸ γὰρ πρῶτον οὐχ ὡς ὕλη ἐστὶ καὶ ὑπόκειται τῇ γραμμῇ, ὥσπερ τὸ συνεχές. καὶ τῶν τὰς ἰδέας λεγόντων οἱ μέν φασιν ὅτι ἡ αὐτογραμμὴ ἤτοι τὸ εἶδος τῆς γραμμῆς, ὅπερ ἐστὶν ἕτερον παρὰ τὰς καθ’ ἕκαστα γραμμὰς, ἡ δυάς ἐστιν, οἱ δὲ λέγουσιν ὅτι οὐκ ἔστιν ἡ αὐτογραμμὴ ἡ δυάς, ἀλλ’ αὐτογραμμή ἐστι τὸ εἶδος τῆς γραμμῆς. καί φασιν οἱ οὕτω λέγοντες ὅτι τινὰ μὲν τό τε εἶδος καὶ τὸ οὗ ἐστιν εἶδος ταὐτά ἐστιν, οἷον ὁ ἄνθρωπος καὶ ὁ Σωκράτης, οὗ ἐστιν εἶδος ὁ ἄνθρωπος, ταὐτόν εἰσι, καὶ ἡ αὐτοδυὰς καὶ ἥδε ἡ δυάς, ἧς ἐστιν εἶδος ἡ αὐτοδυάς, ταὐτά ἐστιν· ἐπὶ δὲ τῆς γραμμῆς τοῦτο οὐ συγχωροῦσιν, ἀλλὰ τὴν μὲν γραμμὴν τήνδε τὴν μερικὴν εἶναι γραμμὴν λέγουσιν, τὸ δὲ εἶδος αὐτῆς μὴ εἶναι γραμμὴν ἀλλὰ δυάδα. καὶ ἐνίσταται εὐθὺς πρὸς τὸν λέγοντα λόγον μὴ εἶναι γραμμὴν τὴν ὡς εἶδος γραμμήν, ἀλλὰ δυάδα, λέγων συμβαίνει δὴ ἓν τῶν πολλῶν εἶδος εἶναι, τουτέστιν ἐκ τούτου τοῦ λόγου συμβαίνει ἓν εἶδος εἰδικώτατον πολλῶν καὶ διαφερόντων τῷ εἴδει εἶναι· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ ὧν τὸ εἶδος φαίνεται ἕτερον. εἰ γὰρ ἡ αὐτὴ δυάς ἐστιν εἶδος τῶν κατὰ μέρος γραμμῶν, ἔστι δὲ ἡ αὐτὴ εἶδος καὶ τῶν κατὰ μέρος δυάδων, αἱ δὲ μερικαὶ γραμμαὶ καὶ δυάδες διαφέρουσι τῷ εἴδει, ἔστιν ἄρα ἓν εἶδος δύο διαφερόντων τῷ εἴδει. εἰ δὲ τοῦτο, διὰ τί οὐκ ἔσται ἡ αὐτὴ δυὰς εἶδος καὶ τῶν μερικῶν ἀνθρώπων καὶ ἵππων καὶ βοῶν καὶ ἁπλῶς ἁπάντων; τίς γὰρ ἡ ἀποκλήρωσις δυοῖν μὲν εἶναι2 εἶδος διαφερόντοιν τῷ εἴδει, τῶν δὲ ἄλλων μὴ εἶναι; ὥστε συμβαίνει ἐκ τούτου ἓν πάντων εἶναι εἶδος καὶ μὴ εἶναι πολλὰς ἰδέας, καὶ ἔσονται πάντα ἓν καὶ μιᾶς φύσεως οἵ τε ἄνθρωποι καὶ οἱ ἵπποι καὶ τὰ ἄλλα πάντα· ὧν γὰρ τὸ εἶδος ἕν, καὶ ἡ φύσις αὐτῶν μία.
然而,既然在思维中将这一点,我是指人的形式,从肉和骨中分离开来是可能的,但它何时会被分离开来却并不清楚(因为这并不像圆那样显明),所以有些人便提出疑问(他说“有些人”是指毕达哥拉斯学派的人),并且就圆、三角形以及线提出疑问,声称不应当用线来定义这些,并说“圆是由一条线所包围的平面图形”,或者“三角形是由三条线所[包围的图形]”,或者又如“线是在一个维度上延伸的连续长度”;因为线作为质料作为基底存在于圆和三角形之下,连续者也同样作为基底存在于线之下,正如肉和骨之于人、青铜之于雕像一样。因此,如果我们由于骨和肉是质料性的部分而不通过它们来定义人,那么也同样不应当通过线来定义圆和三角形,也不应当通过连续者来定义线;并且正是由于这一点,我是指由于断言线和连续者对于三角形及其他事物而言如同质料一般,他们才将所有这些都归约为数,这是因为数是非质料性的,并且没有任何东西作为质料居于其下,而是它们自身独立存在;他们还声称,线的定义就是二的定义。因为既然二是最初的延伸物(因为单元最初延伸为二,并由此延伸为三及后续的各数),他们说,如果我们定义线,就不应当称其为在一个维度上延伸的量,而应当说“线是最初的延伸物”;因为“最初的”并不像连续者那样作为质料存在并作为基底居于线之下。在主张理念的人之中,一部分人声称线自身,即有别于个别线的线的形式,就是二;而另一部分人则说线自身并不是二,线自身才是线的形式。如此主张的人声称,在某些事物中,形式与以其为形式的对象是同一的——例如人与以人为形式的苏格拉底是同一的,二自身与以二自身为形式的这个二也是同一的——然而在线的事例中他们却不承认这一点,而是说这个个别的线是线,但它的形式却不是线,而是二。于是[亚里士多德]随即对主张作为形式的线不是线而是二的论点提出反驳,说“这样便导致许多事物只有一种形式”,也就是说,根据这种论点便导致一种最具体的专门形式属于许多在形式上各异的事物;因为他通过“它们的形式显现为各不相同的事物”这一措辞指明了这一点。因为如果同一个二是个别线的形式,而这同一个二也是个别二的形式,并且个别的线与二在形式上各异,那么在形式上各异的两个事物就拥有同一种形式。而如果是这样,为什么同一个二就不会是个别的人、马、牛以及概括而言一切事物的形式呢?因为将它定为在形式上各异的两个事物的形式、却不成其为其他事物的形式,这种任意的武断指定究竟有何根据?因此根据这一点便导致一切事物只有一种形式,并没有许多理念,并且所有的事物——人、马以及一切其他事物——都将是一并且具有同一种本性;因为那些形式为一的事物,它们的本性也是同一的。
- 7.33λέγων τινὰς τοὺς Πυθαγορείους
现在分词 λέγων 是注疏者用以指明并补充主句动词 ἀποροῦσί τινες(“某些人提出疑问”)之主语的说明性短语。在句法上,它带双宾格结构,以 τινάς(“某些人”)为直接宾语,以 τοὺς Πυθαγορείους(“毕达哥拉斯学派的人”)为谓语宾格,意为“[文本中]所说的某些人指的是毕达哥拉斯学派的人”。
- 7.33τίς γὰρ ἡ ἀποκλήρωσις δυοῖν μὲν εἶναι εἶδος διαφερόντοιν τῷ εἴδει, τῶν δὲ ἄλλων μὴ εἶναι;
不定式短语 εἶναι εἶδος... τῶν δὲ ἄλλων μὴ εἶναι 对名词 ἀποκλήρωσις(“任意的指定 / 毫无根据的分配”)构成同位语或说明性成分。此外,δυοῖν... διαφερόντοιν τῷ εἴδει(“在形式上各异的二者”)是双数属格,作为领属性属格修饰表语名词 εἶδος(“形式”)。
