- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:511.19-512.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》卷七第11章(1036a26)中提出的哪些部分属于形式、哪些部分属于质料(复合体)的疑难,亚历山大比较了圆与球体的几何形式与人这一自然形式,分析了它们是实现在多种质料中还是始终显现在特定质料中的区别,并指出质料在任何情况下都不属于实体的本质。
" Ἀπορεῖται δ’ εἰκότως καὶ ποῖά ἐστι τοῦ εἴδους μέρη καὶ ποῖα οὔ, ἀλλὰ τοῦ συνειλημμένου." Ἐπειδὴ πολλαχοῦ περὶ μέρους καὶ ὅλου τὸν λόγον ποιούμενος ἔλεγεν ὡς τὰ μὲν τοῦ εἴδους μέρη πρότερά ἐστιν αὐτοῦ, τὰ δὲ τοῦ συνθέτου ὕστερα, λέγει ὡς εἰκότως ἂν ἀπορήσειέ τις καὶ ποῖά ἐστι τὰ τοῦ εἴδους μέρη καὶ ποῖα τοῦ συνθέτου· τὸ γὰρ συνειλημμένον τοῦ συνθέτου ἐστὶ δηλωτικόν. ἐπειδὴ γάρ, ὡς πολλάκις εἴπομεν, οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσιν, ἀγνοούμενα τίνα ἐστὶ τὰ τούτων μέρη οὐκ ἂν εἴη ὁρίσασθαι·1 ὥστε εἰ μὴ ᾖ φανερὸν ποῖά ἐστι μέρη ὡς ὕλη καὶ ποῖα οὐκ ἔστιν, οὐδὲ ὁ λόγος τοῦ πράγματος ἔσται φανερός. ταῦτα εἰπὼν λέγει ὅτι ὅσα μὲν ἐπιγίνονται ἐφ’ ἑτέρων τῷ εἴδει, τουτέστιν ἐν διαφόροις εἴδεσιν, οἷον ἡ σφαῖρα καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ καὶ χρυσῷ καὶ ἐν μολίβδῳ καὶ ἐν ἄλλοις πολλοῖς διαφέρουσι τῷ εἴδει, τούτων τῶν ἐφ’ ἕτερα τῷ εἴδει ἐπιγινομένων φανερά ἐστι τὰ ὡς ὕλη μέρη· ὁ γὰρ χαλκὸς καὶ τὸ ξύλον οὐκ ἔστι τῆς οὐσίας τοῦ κύκλου ἢ τῆς σφαίρας, τουτέστιν οὐκ ἔστι τῶν συνιστώντων τὸν κατὰ τὸ εἶδος κύκλον διὰ τὸ χωρίζεσθαι αὐτὸν τοῦ ξύλου καὶ τοῦ χαλκοῦ καὶ τῶν τοιούτων, τοῦ δὲ σχήματος καὶ τοῦ ἐπιπέδου καὶ ὅλως τῶν τὴν οὐσίαν αὐτοῦ συνιστώντων οὐδαμῶς χωρίζεται. ὅσα μὲν δὴ χωρίζεται καὶ ἐν διαφέρουσι τῷ εἴδει ὑποκειμένοις γίνεται, τούτων δῆλά ἐστι τὰ ὡς ἐν ὕλῃ μέρη. ὅσα δὲ μὴ χωρίζεται ἀλλ’ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνεται, ὥσπερ ὁ ἄνθρωπος ἀεὶ ἐν ὀστοῖς καὶ σαρξὶ καὶ ἐν νεύροις, καὶ ὁ ἵππος παραπλησίως. καὶ ἁπλῶς τὰ ζῷα, τούτων οὐκ ἔστι προφανῆ τίνα τὰ ὡς ἐν ὕλῃ μέρη. ὅμως φησὶ καὶ ἐπὶ τούτων οὐδὲν κωλύειν ὁμοίως ἔχειν τῷ κύκλῳ· ὥσπερ γὰρ ὁ χαλκὸς καὶ τὸ ξύλον οὐδὲν εἰσὶ τῆς τοῦ κατὰ τὸ εἶδος κύκλου οὐσίας, οὕτως οὐδ’ αἱ σάρκες καὶ τὰ νεῦρα τῆς κατὰ τὸ εἶδος τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου οὐσίας εἰσίν. ὥσπερ γὰρ κἂν οἱ κύκλοι πάντες ἦσαν χάλκινοι καὶ μὴ ἐνεδέχετο ἐν ἄλλῳ ὑποκειμένῳ τὸ τοῦ κύκλου εἶδος γενέσθαι, ἀλλ’ ἀεὶ ἐν χαλκῷ ἦν, ἐφαίνετο ἂν χαλκὸς ὅτι τῆς οὐσίας αὐτοῦ ἐστι2 διὰ τὸ μὴ ἐν ἄλλῳ γίνεσθαι, ὅμως οὐκ ἂν ἦν οὐδὲ τότε ὁ χαλκὸς τῆς οὐσίας αὐτοῦ, εἴπερ οὐδὲ νῦν ἐστι, κἂν χαλεπὸν ἦν καὶ οὐ ῥᾴδιον τὸ χωρίσαι τοῦτον ἀπὸ τοῦ χαλκοῦ (νῦν γὰρ τοῦτο ὁρατόν ἐστιν, λέγω δὴ τὸ χωρίζειν αὐτὸν ἀπὸ τοῦ χαλκοῦ) οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος εἰ καὶ ἀεὶ ἐν τοῖς αὐτοῖς γίνεται, ὅμως οὐδέν ἐστι τῆς οὐσίας αὐτοῦ τὰ ὀστᾶ καὶ αἱ σάρκες. καὶ ὃ μὲν εἰπεῖν βούλεται τοῦτό ἐστιν, αὐτὸς δὲ οὐ κατὰ ἀπόφασιν τὸν λόγον προήνεγκεν, ἀλλὰ κατ’ ἐρώτησιν, λέγων οἷον τὸ τοῦ ἀνθρώπου εἶδος ἀεὶ ἐν σαρξὶ γίνεται καὶ ὀστοῖς· ἆρ’ οὖν ἐστι ταῦτα μέρη τοῦ εἴδους καὶ τοῦ λόγου; καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ἢ οὔ, τουτέστιν ἢ οὔκ εἰσι μέρη αὐτοῦ οὐδαμῶς, ἀλλ’ ὕλη εἰσίν· ἀλλὰ διὰ τὸ μὴ καὶ ἐπ’ ἄλλων ἐπιγίνεσθαι τὸ τοῦ ἀνθρώπου εἶδος, ὥσπερ τὸ τοῦ κύκλου, ἀδυνατοῦμεν χωρίσαι.
“而且理所当然地也会产生疑问:哪些是形式的部分,哪些不是,而是结合体[的部分]。” 因为在许多地方论及部分与整体时,他曾说形式的部分先于它,而复合体的部分则在后,所以他说,人们理所当然也会产生疑问:哪些是形式的部分,哪些是复合体的部分;因为“结合体”正是指明复合体。因为正如我们屡次说过的那样,定义是针对形式的,如果不知道这些〔形式〕的部分是什么,也就不可能下定义;因此,如果什么样的部分是作为质料的部分、什么样的部分不是这一点不清楚,事物的定义也就不会清楚。说了这些之后,他说,凡是在形式上各异的事物之上附随产生的那些事物,也就是说在不同的形式中产生的事物——正如球体既在青铜中、又在木头中、石头中、金子中、铅中以及在形式上各异的许多其他事物中[产生]一样——对于这些在形式上各异的事物之上附随产生者而言,作为质料的部分是显而易见的;因为青铜和木头并不属于圆或球体的实体,也就是说并不属于构成依形式而言的圆的那些要素,因为圆可以与木头、青铜及诸如此类的事物相分离,但与形状、平面以及概括而言构成其实体的那些要素绝不能分离。因此,凡是能够分离并且在形式上各异的底层基质中产生的事物,它们之中作为质料中的部分是明晰的。然而,凡是不能分离、而总是产生在相同事物之中的事物,正如人总是产生在骨、肉和筋腱之中,马亦类似,概括而言动物皆是如此,在这些事物中,哪些是作为质料中的部分就并不显明。尽管如此,他说在这些事例中也完全不妨碍其情况类似于圆;因为正如青铜和木头根本不属于依形式而言的圆的实体一样,肉和筋腱也同样不属于依形式而言的人或马的实体。因为正如假使所有的圆都是青铜的,而且圆的形式不可能在另一种底层基质中产生,而是总是在青铜之中,青铜本会因为不在其他基质中产生而显得属于其实体,然而即使在那时青铜也本不会属于其实体,既然现在它也不属于其实体,哪怕将其与青铜分离开来本是困难且不容易的(因为现在这一点是显而易见的,我是指将其与青铜分离开来)——同样,人的形式即使总是产生在相同的事物之中,骨和肉也终究根本不属于其实体。而这正是他想要表达的意思,但他自己并非通过断言提出这一论述,而是通过提问说:“例如人的形式总是产生在肉和骨之中;那么这些是形式和定义的部分吗?”在提问之后,他回答说“还是说并非如此?”,也就是说,“或者它们绝不是其部分,而是质料;然而由于人的形式并不像圆的形式那样也附随产生在其他事物之上,我们才无法将其分离开来?”
- 7.33ἀγνοούμενα τίνα ἐστὶ τὰ τούτων μέρη οὐκ ἂν εἴη ὁρίσασθαι
分词 ἀγνοούμενα 为中性复数主格/宾格,以间接疑问从句 τίνα ἐστὶ τὰ τούτων μέρη 为其实质主语/宾语,起条件状语作用(“在不知道这些事物的各部分是什么的情况下”)。主句则为无人称潜势句式 οὐκ ἂν εἴη ὁρίσασθαι(“便不可能下定义”)。
- 7.33ἐφαίνετο ἂν χαλκὸς ὅτι τῆς οὐσίας αὐτοῦ ἐστι
这是一种先取结构(prolepsis),本应作为从属 ὅτι 从句主语的 χαλκός 被提前至主句动词 ἐφαίνετο ἄν 的主语位置。在语义上相当于 ἐφαίνετο ἂν ὅτι ὁ χαλκὸς τῆς οὐσίας αὐτοῦ ἐστι(“青铜本会显得属于其实体”)。
