- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:510.8-511.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》1036a13中关于直角或动物等部分与整体先后关系的问题,亚历山大阐明了必须区分形式的部分与质料复合体的部分来作答的逻辑结构。
" Πρὸς δὲ τὴν ἐρώτησιν ἀνάγκη ἀπαντᾶν, ὅταν τις ἔρηται, πότερον ἡ ὀρθή." Ἔτι τὰ περὶ τοῦ ὅλου καὶ μέρους γυμνάζει καί φησιν ὅτι ὅταν τις ἔρηται πότερον τὸ ζῷον καὶ ἡ ὀρθὴ γωνία καὶ ὁ κύκλος πρότερα ἢ εἰς ἃ διαιροῦνται, τουτέστιν ἢ τὰ μόρια αὐτῶν (εἰς γὰρ τὰ μόρια αὐτοῦ τὸ ζῷον καὶ ὁ κύκλος καὶ ἡ ὀρθὴ γωνία διαιρεῖται) ὅταν οὖν τις ἔρηται πότερον τὰ ὅλα ἐστὶ πρότερα ἢ τὰ μόρια εἰς ἃ διαιροῦνται καὶ ἐξ ὧν εἰσιν, ἀνάγκη ἀπαντᾶν καὶ ἀποκρίνεσθαι ὅτι οὐχ ἁπλῶς, τουτέστιν ἀνάγκη πρὸς τὴν τοιαύτην ἐρώτησιν ἀποκρίνεσθαι ὅτι τὸ μέρος οὐχ ἁπλῶς καὶ μοναχῶς λέγεται ἀλλὰ πολλαχῶς. εἰ μὲν γὰρ τὸ μέρος τοῦ εἴδους λέγεις, πρότερόν ἐστι τοῦ ὅλου, ὡς πολλάκις εἴρηται· εἰ δὲ τοῦ συνθέτου τοῦ ἐξ ὕλης καὶ εἴδους, ὕστερον.1 ἀλλὰ ταῦτα μὲν τοῦ σαφοῦς χάριν προείρηται· αὐτὸς δὲ πάλιν τὸν τρόπον καθ’ ὃν δεῖ ἀποκρίνεσθαι ὑφηγεῖται, λέγων εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ τὸ ζῷον, τουτέστιν, εἰ μὲν γάρ ἐστιν ἡ ψυχὴ τὸ κατὰ τὸ εἶδος ζῷον, ἤτοι εἰ μέν ἐστιν ἡ ψυχὴ τὸ τοῦ ζῴου εἶδος καὶ τὸ ἦν εἶναι ζῴῳ, ἢ εἰ μή ἐστιν ἡ ψυχὴ τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστι τὸ ζῴῳ εἶναι τὸ ἔμψυχον, ἢ εἰ μηδὲ τὸ ἔμψυχόν ἐστι τὸ ζῴῳ εἶναι, ἀλλ’ ἔστιν ἕκαστον ἡ ἑκάστου ψυχή, καὶ κατὰ ταύτην εἰδοποιεῖται, οἷον ὁ ἄνθρωπος κατὰ τὴν ἑαυτοῦ, καὶ ὁ ἵππος ὁμοίως κατὰ τὴν οἰκείαν, καὶ ὅλως ἕκαστον κατὰ τὴν ἰδίαν· ὡσαύτως καὶ εἰ ἔστιν ὁ κύκλος τὸ κύκλῳ εἶναι καὶ ἡ ὀρθὴ τὸ ὀρθῇ εἶναι — εἰ δὴ τοῦθ’ οὕτως ἔχει, τί μὲν καὶ τινὸς φατέον ὕστερον,2 οἷον τῶν ἐν τῷ λόγῳ, τουτέστι τί μὲν μέρος καὶ τινὸς ὅλου χρὴ λέγειν ὕστερον, τὶ δὲ οὐχ ὕστερον ἀλλὰ πρότερον τοῦ ὅλου. τὶ μὲν οὖν, φησί, τῶν ἐν τῷ λόγῳ. λόγον δὲ ἐνταῦθα οὐ τὸ εἶδος λέγει, ἀλλὰ παραδόξως τὸ ἐξ ὕλης καὶ εἴδους. τούτων οὖν τῶν ἐν τῷ λόγῳ τὶ φατέον ὕστερον τοῦ ὅλου. καὶ τοῦ ὅλου δὲ οὐχ ἁπλῶς· οὐ γὰρ καὶ τοῦ κατὰ τὸ εἶδος, ἀλλὰ τοῦ τινὸς καὶ συνθέτου, οἷον τῆς τινὸς ὀρθῆς τῆς μετὰ τῆς ὕλης. ὥσπερ γὰρ ὀρθὴ ἐστι τὸ εἶδος τῆς ὀρθῆς, οὕτως ἐστὶν ὀρθὴ καὶ ἡ μετὰ τῆς ὕλης ἤτοι ἡ χαλκῆ. οὐ μόνον δὲ πάλιν ἡ μετὰ τῆς ὕλης ὀρθή ἐστιν ἀλλὰ καὶ ἡ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα· καὶ γὰρ καὶ ἡ ὑπὸ τῶν καθ’ ἕκαστα τούτων τῶν γραμμῶν περιεχομένη γωνία ὀρθή ἐστιν. ἡ μὲν οὖν μετὰ τῆς ὕλης γωνία ἢ σφαῖρα ἢ ὅ τι ἂν εἴη τῶν μορίων αὐτῆς προτέρα ἐστίν, ἡ δὲ ἄνευ ὕλης τῶν μὲν ἐν τῷ λόγῳ ὑστέρα, τῶν δὲ ἐν τοῖς καθ’ ἕκαστα μορίων προτέρα. ἔστω δὲ ἐπὶ ἀνθρώπου σαφὲς τὸ λεγόμενον. ὁ μὲν οὖν κατὰ τὸ εἶδος ἄνθρωπος τοῦ μὲν ζῴου καὶ πεζοῦ καὶ δίποδός ἐστιν ὕστερος, τῆς δ’ ἐν ἐμοὶ χειρὸς καὶ ποδὸς πρότερος· ὁμοίως ὁ μὲν κατὰ τὸ εἶδος κύκλος τοῦ μὲν σχήματος καὶ τοῦ ἐπιπέδου καὶ τῶν τοιούτων ὕστερος, τῶν δὲ τμημάτων τοῦ χαλκοῦ κύκλου καὶ ἁπλῶς τῶν μερῶν αὐτοῦ πρότερος. οὕτω μὲν δεῖ πρὸς τὴν ἐρώτησιν ἀπαντᾶν, ἁπλῶς δὲ καὶ ἀδιορίστως λέγοντι ὅτι τὸ μέρος πρότερον ἢ τὸ ὅλον οὐδαμῶς ἀποκριτέον. εἰπὼν δὲ ὅτι εἰ μὲν ἔστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ζῴου, καὶ τὰ λοιπὰ ὅσα εἴρηται, τὴν ἀπόδοσιν τοῦ μὲν συνδέσμου ποιεῖται λέγων εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον,3 ὡς εἶναι τὴν τοῦ λόγου συνέχειαν τοιαύτην· εἰ μὲν ἐστιν ἡ ψυχὴ ζῷον, τὰ μέρη αὐτῆς φατέον πρότερα τοῦ ὅλου, εἰ δὲ μὴ ἔστιν ἡ ψυχὴ ζῷον, ἤτοι τὸ κατὰ τὸ εἶδος ζῷον, καὶ οὕτω τὰ μὲν φατέον τῶν μερῶν πρότερα, τὰ δ’ οὐ φατέον· ὁποῖον γὰρ ἂν εἴη τὸ τῶν ζῴων εἶδος, τὰ μέρη αὐτοῦ πρότερα ἔσονται τῆς αὐτοῦ ὁλότητος.
“而对于这个问题必须作出回答,每当有人问及直角[是先于还是后于]时。” 他进一步探讨关于整体与部分的事情,并说每当有人问及动物、直角和圆是否先于它们所被分割成的那些事物,也就是先于它们的部分(因为动物、圆和直角正是被分割成它们的部分的)——因此,每当有人问及整体是否先于它们所被分割成的、以及它们由之构成的各部分时,必须回应并回答说“并非单纯地”;这就是说,对于这样的问题必须回答说,“部分”不是在单纯和单一的意义上说的,而是在多种意义上说的。因为如果你是指形式的部分,正如屡次说过的那样,它先于整体;但如果是指由质料和形式构成的复合体的部分,它便后于整体。但这些内容是为清晰起见而预先说明的;他自己再次指引应当如何回答的方式,说“因为如果灵魂也是动物”——这就是说,如果灵魂是依形式而言的动物,或者说如果灵魂是动物的形式和动物之所以为动物的本性,或者如果灵魂不是动物之所以为动物的本性,而有灵魂之物才是动物之所以为动物的本性,或者甚至有灵魂之物也不是动物之所以为动物的本性,而是各个事物就是各自的灵魂,并且依据这一灵魂而被赋予形式,例如人依据自己的灵魂,马同样依据其特有的灵魂,端而言之各个事物依据各自的灵魂;同样,如果圆就是圆之所以为圆的本性,直角就是直角之所以为直角的本性——如果这确实如此,就必须说某种[部分]后于某种[整体],例如定义中的那些部分;这就是说,应当说哪种部分后于哪种整体,而哪种部分并非后于而是先于整体。他说,因此定义中的那些部分中的某一部分[后于整体]。但在这里他所说的定义并不是指形式,而是出人意料地指由质料和形式构成的复合体。因此,必须说定义中的这些部分中的某一部分后于整体。而且对于整体也不是单纯地说的:因为并非也后于依形式而言的整体,而是后于某个具体的复合整体,例如带有质料的某个直角。因为正如直角的形式是直角一样,带有质料的直角即青铜的直角也同样是直角。不仅带有质料的角是直角,个别的线中的角也是如此;因为由这些个别的线所包围的角也是直角。因此,带有质料的角或球体或无论什么事物,都先于其部分;而无质料的角则后于定义中的部分,但先于个别事物中的部分。让我们以人为例使所论述的事理明晰。依形式而言的人后于动物、陆生和双足,但先于我之中的手和足;同样,依形式而言的圆后于形状、平面及诸如此类的事物,但先于青铜圆的切片以及端而言之其各部分。应当这样来回答这个问题,而对于单纯且无限定地说部分是先于还是整体是先于的人,决不可[单纯地]作答。在说了“如果灵魂是动物,必须说它的部分先于动物”以及所说过的其余一切之后,他通过说“但如果灵魂不是动物”来给出与连接词[“一方面”]相呼应的主句,以致论证的连贯性如下:如果灵魂是动物,必须说它的部分先于整体;但如果灵魂不是动物,即不是依形式而言的动物,即使这样,也必须说一部分是先于的,而另一部分则不是;因为无论动物的形式是怎样的,其部分都将先于其自身的整体性。
- 7.32εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ τὸ ζῷον... εἰ δὴ τοῦθ’ οὕτως ἔχει, τί μὲν καὶ τινὸς φατέον ὕστερον
长篇嵌套条件句结构。主句(归结分句)在总结性条件从句 εἰ δὴ τοῦθ’ οὕτως ἔχει 之后的 τί μὲν καὶ τινὸς φατέον ὕστερον 处,其前则由 εἰ μὲν γάρ ἐστι...、ἢ εἰ μή ἐστιν...、ἢ εἰ μηδὲ... 以及 ὡσαύτως καὶ εἰ ἔστιν... 引导了一系列关于“灵魂是否即动物/本性”的选择性假设。
- 7.32τί μὲν καὶ τινὸς φατέον ὕστερον
不定代词 τί(中性主格)与 τινός(中性属格)从属于 φατέον ὕστερον;正如注解者自身的释义(τί μὲν μέρος καὶ τινὸς ὅλου χρὴ λέγειν ὕστερον)所示,意为“必须说某种部分后于某种整体”,其中 τινός 作形容词 ὕστερον 的比较属格。
- 7.32τὴν ἀπόδοσιν τοῦ μὲν συνδέσμου ποιεῖται λέγων εἰ δὲ μή ἐστιν ἡ ψυχὴ ζῷον
此处的 ἀπόδοσις 是语法术语,指对应连词 μέν 的后序分句(δέ 分句)。注解者在此说明句法上的呼应关系,即由 εἰ δὲ μή ἐστιν... 来构成与前述条件从句 εἰ μὲν γάρ ἐστι... 相对的对比分句。
