- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:508.32-510.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德1035b14及后续文段展开阐述,说明普遍者(如普遍的人)并不脱离个别事物而存在,而是在思索中由属和种差构成,并指出定义属于形式而非个别事物,进而区分了感觉质料与数学对象中涉及的理知质料。
εἰπὼν δὲ οἷον εἰ τοῦτο καρδία ἢ ἐγκέφαλος ἐπήγαγε διαφέρει γὰρ οὐδὲν πότερον τοιοῦτον, τουτέστι πότερον ἡ καρδία ἐστὶν ἐν ᾗ τυγχάνει οὖσα ἡ ψυχὴ εἴτε ὁ ἐγκέφαλος οὐδὲν διαφέρει πρὸς τὸ λεγόμενον· δῆλον γὰρ ὡς ὁποῖον ἂν εἴη ἐκ τούτων συμφθείρει τὸ ὅλον. ἀλλ’ ὅτι μὲν ἡ ἐμὴ ὁλότης ἐν ἐμοὶ τυγχάνει οὖσα καὶ οὐκ ἔστιν ἐκτὸς καὶ χωρὶς τῶν ἐμῶν μορίων, δῆλον. ἐπεὶ δ’ ἐγὼ καὶ Πλάτων καὶ Κάλλιππος καὶ ἁπλῶς οἱ κατὰ μέρος μέρη ἐσμὲν τοῦ καθόλου ἀνθρώπου, ἐκεῖνος δὲ ὅλον τί ἐστιν, ἆρά γε ἐν ἡμῖν ἔστιν ὡς ἡ ἐμὴ ὁλότης ἐν τοῖς ἐμοῖς μέρεσιν, ἢ χωριστὸς καὶ καθ’ αὑτόν; ἢ φησιν ὅτι ὁ δὲ καθόλου ἄνθρωπος καὶ ἵππος καὶ τὰ οὕτως, τουτέστι καὶ ἁπλῶς τὰ καθόλου, ἐπὶ τῶν καθ’ ἕκαστα ἤτοι ἐν τοῖς καθ’ ἕκαστά εἰσι, καθόλου δὲ οὐσία καὶ εἶδος αὐτὸ καθ’ αὑτὸ καὶ χωρὶς τῶν κατὰ μέρος οὐκ ἔστιν, ἀλλ’ ὥσπερ ὁ Σωκράτης ἐκ τουδὶ τοῦ εἴδους καὶ τησδὶ τῆς ὕλης ἐστίν, οὕτω καὶ ὁ καθόλου ἄνθρωπος ἐκ τῆς ὕλης ἤτοι τοῦ γένους αὐτοῦ καὶ τοῦ εἴδους ἤτοι τῶν διαφορῶν ἂν εἴη, οὐκ ἐν ὑπάρξει δὲ ἀλλ’ ἐπινοίᾳ. εἶδος δὲ αὐτὸ καθ’ αὑτὸ χωρὶς ὕλης οὐδὲ ἐπινοίᾳ δύναται εἶναι· ἐπειδὴ γὰρ ἀπὸ τῶν κατὰ μέρος ἀνθρώπων αὐτὸν ἀπεσύλησεν ἡ διάνοια, ταῦτα δ’ ἐξ ὕλης ἐστὶ καὶ εἴδους, φανερὸν ὅτι καὶ ὁ καθόλου ἄνθρωπος, ὡς ἂν ἔχοι τὸ εἶναι,1 ἐξ ὕλης αὐτὸ καὶ εἴδους ἕξει, ἤτοι ἐκ γένους καὶ διαφορῶν. ταῦτα μεταξὺ παρενθεὶς πάλιν ἐπανατρέχει ἐπὶ τὸν τῶν μερῶν καὶ τὸν τῶν ὅλων λόγον, καὶ φησὶ μέρος μὲν οὖν ἐστι καὶ τοῦ εἴδους ὥσπερ καὶ τοῦ συνόλου τοῦ ἐξ ὕλης καὶ εἴδους. ἐπεὶ δὲ οἱ λόγοι καὶ οἱ ὁρισμοὶ τῶν εἰδῶν εἰσι, τὰ μέρη δὲ τοῦ λόγου μόνου τοῦ εἴδους εἰσὶ μέρη, οὐ μὴν καὶ τοῦ συναμφοτέρου, ὁ δὲ λόγος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου· ὁ γὰρ κύκλος, ὅπερ ἐστὶ τὸ καθόλου, καὶ τὸ κύκλῳ εἶναι, ὅπερ ἐστὶν ὁ λόγος, καὶ ψυχῇ εἶναι καὶ ψυχὴ ταὐτόν· οἱ μὲν οὖν λόγοι, ὥσπερ εἴρηται, τοῦ καθόλου εἰσί, τοῦ δὲ συνόλου, οἷον τοῦ καθ’ ἕκαστα, εἴτε αἰσθητόν ἐστι τὸ καθ’ ἕκαστα εἴτε νοητόν (ἀντὶ τοῦ διανοητοῦ τὸ νοητὸν εἰπών, ταῦτα δ’ ἐστὶ τὰ μαθηματικά), τούτων οὐκ ἔστιν ὁρισμός. καὶ δειχθήσεται καὶ τοῦτο μετ’ ὀλίγον ἐν τῷ μετὰ χεῖρας βιβλίῳ. καὶ γνωρίζονται τὰ καθ’ ἕκαστα οὐ τῷ λόγῳ καὶ τῷ ὁρισμῷ ἀλλ’ αἰσθήσει, ὥσπερ οἱ ξύλινοι κύκλοι· ὅταν δὲ χωρισθῇ ὁ μερικὸς κύκλος τῆς ὕλης ὑπὸ τῆς διανοίας, τότε ἐστὶ τῷ νοῒ ὁρατὸς καὶ ὅλως νοητός, ὥσπερ καὶ ἡ ὄψις δυνάμει ἐστὶν ὅταν μὴ ὁρᾷ τὰ ὁρατά, ὡς ἐν τῇ Περὶ ψυχῆς εἴρηται, καὶ ἡ ἀκοὴ τὰ ἀκουστά, ὅταν δὲ ὁρᾷ ταῦτα, ἐνεργείᾳ γίνεται ἐκεῖνα καὶ τελειοῦται ὑπ’ αὐτῶν. ἀπελθόντες δ’ ἐκ τῆς ἐντελεχείας,2 τουτέστιν ἐκ τῆς ἐνεργείας καθ’ ἣν ὁρῶμεν αὐτὰ καὶ ἐνεργείᾳ ἐσμὲν ὁρατικοὶ ἀλλ’ οὐ δυνάμει, παυθείσης τε τῆς ἐνεργείας τῆς ὄψεως καθ’ ἣν περὶ τὰ ὁρατὰ ἐνεργεῖ, ἄδηλόν ἐστιν εἴτε εἰσὶν εἴτε καὶ μή, ἀλλὰ γνωρίζονται τῷ καθόλου. ὅταν γὰρ οὐχ ὁρῶ τὸν μερικὸν καὶ αἰσθητὸν κύκλον, οὐκ ἔστι μοι δῆλον εἴτε ἐστὶν ἐν ὑπάρξει τὸ τοιόνδε σχῆμα εἴτε οὐκ ἔστι, τῷ καθόλου δὲ γνωρίζω καὶ τὸ τοιόνδε σχῆμα, ὅπερ πρότερον μὲν ἑώρων νῦν δὲ οὐχ ὁρῶ. εἰπὼν δὲ ὅτι καὶ γνωρίζονται τῷ καθόλου λόγῳ, ἐπειδὴ καὶ ἡ ὕλη καθόλου ἐστίν, ἵνα μήτις λέγῃ ὅτι εἰ τῷ καθόλου γνωρίζονται, ἔστι δὲ καὶ ἡ ὕλη καθόλου, διὰ τί οὐ καὶ ταύτῃ γνωρίζομεν αὐτά; ἐπήγαγε τὸ ἡ δὲ ὕλη ἄγνωστος καθ’ αὑτήν. εἰ δ’ αὐτὴ ἄγνωστός ἐστι, πῶς ἄλλοις αἰτία γνώσεως γενήσεται; ἡ δὲ ὕλη, φησίν, ἡ μέν ἐστι νοητὴ ἡ δὲ αἰσθητή, αἰσθητὴ μὲν οἷον ξύλον καὶ ἁπλῶς ὅση κινητή, νοητὴ δὲ ἡ ἐν τοῖς κύκλοις ὑπάρχουσα, μὴ ᾗ δὲ αἰσθητοῖς· ἡ γὰρ διάστασις τοῦ κύκλου, ὃν χωρίσασα ἡ διάνοια τῆς ὕλης παρ’ ἑαυτῇ ἔχει, ὕλη μέν ἐστι τοῦ τοιούτου κύκλου, ἀλλ’ οὐκ αἰσθητὴ ἀλλὰ νοητή. ταῦτα εἰπὼν συμπεραίνεται τὸν λόγον καί φησι πῶς μὲν οὖν ἔχει περὶ μέρους καὶ ὅλου καὶ προτέρου καὶ ὑστέρου, εἴρηται.
在说了“例如这若是心脏或脑”之后,他接着说“因为这两者中何者是这样的并无区别”,这也就是说,灵魂恰好居于其中的究竟是心脏还是脑,对于所论述的事情并无区别;因为显然,无论它们当中的哪一个,都会连同自身毁灭整体。然而,我的整体性恰好居于我之中,而并非在我的部分之外并与之分离,这是显而易见的。但是,既然我、柏拉图、卡利普斯以及端而言之个别的人都是普遍的人的部分,而后者是一个整体,那么它究竟是像我的整体性在我的部分中那样存在于我们之中,还是分离且自在地存在呢?抑或他是说,“普遍的人、马以及这类事物”,亦即端而言之的普遍者,“在个别事物之上,也就是在个别事物之中”,而普遍的实体和形式自身并不能自在地且脱离个别事物而存在;而是正如苏格拉底由这一形式和这一质料构成一样,普遍的人也将由其质料(即属)与其形式(即种差)构成,不过不是在实在中,而是在思索中。但没有质料的形式自身即使在思索中也不能存在;因为既然思想是将它〔普遍的人〕从个别的人身上抽离出来的,而这些人是由质料与形式构成的,那么显而易见,普遍的人无论以何种方式具有存在,都将由质料与形式(即由属与种差)来具有它。在中间插入了这些内容之后,他又折返回关于部分和整体的论述,并说“因此,既有形式的部分,也有由质料和形式构成的复合体的部分”。既然定义和界定属于形式,而定义的各部分仅是形式的部分,决不也是结合体的部分,且定义无非就是普遍者;因为圆(这正是普遍者)与圆的本性(这正是定义),以及灵魂的本性与灵魂是同一的;那么正如所说,定义属于普遍者,而对于复合体,例如个别事物——无论个别事物是感觉的还是理知的(他用理知来代替由理智所思考的,而这些就是数学对象)——它们是没有定义的。这一点在当下这本书中稍后也将被阐明。个别事物不是通过定义和界定,而是通过感觉被认识的,正如木制的圆那样;但当个别的圆被思想从质料中分离出来时,那时它对于理智就是可见的,且完全是可理解的,正如在《论灵魂》中所说,视觉在未见可见物时处于潜在,听觉对于可听物也是如此,但当它看见它们时,它便现实地成为那些事物,并由它们得以完满。但是,当我们离开了现实性,也就是离开了我们借以看见它们、且现实而非潜在地具有视觉能力的活动,且视觉借以作用于可见物的活动停止之后,它们是否存在便是不清楚的,但它们是通过普遍者而被认识的。因为当我没有看见那个个别的、感觉的圆时,这种形状在实在中是否存在对我而言并不明显,但我凭借普遍者也认识了这种形状,即我之前曾看见而现在未见到的形状。在说了它们也通过普遍的定义而被认识之后,既然质料也是普遍的,为了不让人说:如果它们是通过普遍者被认识的,而质料也是普遍的,为什么我们不也凭借质料来认识它们呢?他接着说:“但质料自身是不可知的。”如果质料自身是不可知的,它又如何会对其他事物成为认识的原因呢?他说,质料一部分是理知的,一部分是感觉的:感觉的质料例如木头以及端而言之所有可运动的质料,而理知的质料则是存在于圆之中的质料,但并不是就圆是感觉的而言;因为思想将之从质料中分离出来并保存在自身之中的圆的广延,固然是这种圆的质料,但不是感觉的,而是理知的。说了这些之后,他总结了论证并说:“因此,关于部分与整体、先在与后在的情况如何,已经说明了。”
- 7.31ὡς ἂν ἔχοι τὸ εἶναι
结构 ὡς ἄν + 希求法 ἔχοι 表达让步或样态含义,即“无论以何种方式具有存在”。结合前文关于普遍的人仅存在于思索中而非实在中的限定(οὐκ ἐν ὑπάρξει δὲ ἀλλ’ ἐπινοίᾳ),该结构表明无论其存在方式为何,都必然由质料与形式构成。
- 7.31ἀπελθόντες δ’ ἐκ τῆς ἐντελεχείας
阳性复数主格分词 ἀπελθόντες(“离开之后”)与后文主句的无人称谓语 ἄδηλόν ἐστιν(“是不清楚的”)在句法上构成破格(句式脱节/anacoluthon)。在意义上,它与紧接着后文出现的认知主体“我们”(ὁρῶμεν、ἐσμέν)相呼应,表示“当我们脱离了现实活动时”这一时间或情境条件。
